Domaine public
L’ouvrage et les traductions affichées sont signalées comme appartenant au domaine public ou issues d’une transcription ouverte.
Xénophon
Socrate dans Le Banquet de Xénophon Passage 2
Passage 2 sur 9
Référence canonique 2
Grec ancien
perseus-xenophon-symposium-grc
ὡς δʼ ἀφῃρέθησαν αἱ τράπεζαι καὶ ἔσπεισάν τε καὶ ἐπαιάνισαν, ἔρχεται αὐτοῖς ἐπὶ κῶμον Συρακόσιός τις ἄνθρωπος, ἔχων τε αὐλητρίδα ἀγαθὴν καὶ ὀρχηστρίδα τῶν τὰ θαύματα δυναμένων ποιεῖν, καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντα καὶ ὀρχούμενον. ταῦτα δὲ καὶ ἐπιδεικνὺς ὡς ἐν θαύματι ἀργύριον ἐλάμβανεν. ἐπεὶ δὲ αὐτοῖς ἡ αὐλητρὶς μὲν ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε, καὶ ἐδόκουν μάλα ἀμφότεροι ἱκανῶς εὐφραίνειν, εἶπεν ὁ Σωκράτης· νὴ Δίʼ, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς. οὐ γὰρ μόνον δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεις. καὶ ὃς ἔφη· τί οὖν εἰ καὶ μύρον τις ἡμῖν ἐνέγκαι, ἵνα καὶ εὐωδίᾳ ἑστιώμεθα; Μηδαμῶς, ἔφη ὁ Σωκράτης. ὥσπερ γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ καλή, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν ἀνδρί, ἄλλη δὲ γυναικὶ πρέπει. καὶ γὰρ ἀνδρὸς μὲν δήπου ἕνεκα ἀνὴρ οὐδεὶς μύρῳ χρίεται. αἱ μέντοι γυναῖκες ἄλλως τε καὶ ἂν νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ ἡ Κριτοβούλου, μύρου μὲν τί καὶ προσδέονται; αὐταὶ γὰρ τούτου ὄζουσιν· ἐλαίου δὲ τοῦ ἐν γυμνασίοις ὀσμὴ καὶ παροῦσα ἡδίων ἢ μύρου γυναιξὶ καὶ ἀποῦσα ποθεινοτέρα. καὶ γὰρ δὴ μύρῳ μὲν ὁ ἀλειψάμενος καὶ δοῦλος καὶ ἐλεύθερος εὐθὺς ἅπας ὅμοιον ὄζει· αἱ δʼ ἀπὸ τῶν ἐλευθερίων μόχθων ὀσμαὶ ἐπιτηδευμάτων τε πρῶτον χρηστῶν καὶ χρόνου πολλοῦ δέονται, εἰ μέλλουσιν ἡδεῖαί τε καὶ ἐλευθέριοι ἔσεσθαι. καὶ ὁ Λύκων εἶπεν· οὐκοῦν νέοις μὲν ἂν εἴη ταῦτα· ἡμᾶς δὲ τοὺς μηκέτι γυμναζομένους τίνος ὄζειν δεήσει; καλοκἀγαθίας νὴ Δίʼ, ἔφη ὁ Σωκράτης. καὶ πόθεν ἄν τις τοῦτο τὸ χρῖμα λάβοι; οὐ μὰ Δίʼ, ἔφη, οὐ παρὰ τῶν μυροπωλῶν. ἀλλὰ πόθεν δή; ὁ μὲν Θέογνις ἔφη· Ἐσθλῶν μὲν γὰρ ἀπʼ ἐσθλὰ διδάξεαι· ἢν δὲ κακοῖσι συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον. τηεογνις 35 καὶ ὁ Λύκων εἶπεν· ἀκούεις ταῦτα, ὦ υἱέ; ναὶ μὰ Δίʼ, ἔφη ὁ Σωκράτης, καὶ χρῆταί γε. ἐπεὶ γοῦν νικηφόρος ἐβούλετο τοῦ παγκρατίου γενέσθαι, σὺν σοὶ σκεψάμενος σὺν σοὶ σκεψάμενος αὖ, ὃς ἂν δοκῇ αὐτῷ ἱκανώτατος εἶναι εἰς τὸ ταῦτα ἐπιτηδεῦσαι, τούτῳ συνέσται. ἐνταῦθα δὴ πολλοὶ ἐφθέγξαντο· καὶ ὁ μέν τις αὐτῶν εἶπε· ποῦ οὖν εὑρήσει τούτου διδάσκαλον; ὁ δέ τις ὡς οὐδὲ διδακτὸν τοῦτο εἴη, ἕτερος δέ τις ὡς εἴπερ τι καὶ ἄλλο καὶ τοῦτο μαθητόν. ὁ δὲ Σωκράτης ἔφη· τοῦτο μὲν ἐπειδὴ ἀμφίλογόν ἐστιν, εἰς αὖθις ἀποθώμεθα· νυνὶ δὲ τὰ προκείμενα ἀποτελῶμεν. ὁρῶ γὰρ ἔγωγε τήνδε τὴν ὀρχηστρίδα ἐφεστηκυῖαν καὶ τροχούς τινα αὐτῇ προσφέροντα. ἐκ τούτου δὴ ηὔλει μὲν αὐτῇ ἡ ἑτέρα, παρεστηκὼς δέ τις τῇ ὀρχηστρίδι ἀνεδίδου τοὺς τροχοὺς μέχρι δώδεκα. ἡ δὲ λαμβάνουσα ἅμα τε ὠρχεῖτο καὶ ἀνερρίπτει δονουμένους συντεκμαιρομένη ὅσον ἔδει ῥιπτεῖν ὕψος ὡς ἐν ῥυθμῷ δέχεσθαι αὐτούς. καὶ ὁ Σωκράτης εἶπεν· ἐν πολλοῖς μέν, ὦ ἄνδρες, καὶ ἄλλοις δῆλον καὶ ἐν οἷς δʼ ἡ παῖς ποιεῖ ὅτι ἡ γυναικεία φύσις οὐδὲν χείρων τῆς τοῦ ἀνδρὸς οὖσα τυγχάνει, γνώμης δὲ καὶ ἰσχύος δεῖται. ὥστε εἴ τις ὑμῶν γυναῖκα ἔχει, θαρρῶν διδασκέτω ὅ τι βούλοιτʼ ἂν αὐτῇ ἐπισταμένῃ χρῆσθαι. καὶ ὁ Ἀντισθένης, πῶς οὖν, ἔφη, ὦ Σώκρατες, οὕτω γιγνώσκων οὐ καὶ σὺ παιδεύεις Ξανθίππην, ἀλλὰ χρῇ γυναικὶ τῶν οὐσῶν, οἶμαι δὲ καὶ τῶν γεγενημένων καὶ τῶν ἐσομένων χαλεπωτάτῃ; ὅτι, ἔφη, ὁρῶ καὶ τοὺς ἱππικοὺς βουλομένους γενέσθαι οὐ τοὺς εὐπειθεστάτους ἀλλὰ τοὺς θυμοειδεῖς ἵππους κτωμένους. νομίζουσι γάρ, ἂν τοὺς τοιούτους δύνωνται κατέχειν, ῥᾳδίως τοῖς γε ἄλλοις ἵπποις χρήσεσθαι. κἀγὼ δὴ βουλόμενος ἀνθρώποις χρῆσθαι καὶ ὁμιλεῖν ταύτην κέκτημαι, εὖ εἰδὼς ὅτι εἰ ταύτην ὑποίσω, ῥᾳδίως τοῖς γε ἄλλοις ἅπασιν ἀνθρώποις συνέσομαι. καὶ οὗτος μὲν δὴ ὁ λόγος οὐκ ἄπο τοῦ σκοποῦ ἔδοξεν εἰρῆσθαι. μετὰ δὲ τοῦτο κύκλος εἰσηνέχθη περίμεστος ξιφῶν ὀρθῶν. εἰς οὖν ταῦτα ἡ ὀρχηστρὶς ἐκυβίστα τε καὶ ἐξεκυβίστα ὑπὲρ αὐτῶν. ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο μή τι πάθῃ, ἡ δὲ θαρρούντως τε καὶ ἀσφαλῶς ταῦτα διεπράττετο. καὶ ὁ Σωκράτης καλέσας τὸν Ἀντισθένην εἶπεν· οὔτοι τούς γε θεωμένους τάδε ἀντιλέξειν ἔτι οἴομαι, ὡς οὐχὶ καὶ ἡ ἀνδρεία διδακτόν, ὁπότε αὕτη καίπερ γυνὴ οὖσα οὕτω τολμηρῶς εἰς τὰ ξίφη ἵεται. καὶ ὁ Ἀντισθένης εἶπεν· ἆρʼ οὖν καὶ τῷδε τῷ Συρακοσίῳ κράτιστον ἐπιδείξαντι τῇ πόλει τὴν ὀρχηστρίδα εἰπεῖν, ἐὰν διδῶσιν αὐτῷ Ἀθηναῖοι χρήματα, ποιήσειν πάντας Ἀθηναίους τολμᾶν ὁμόσε ταῖς λόγχαις ἰέναι; καὶ ὁ Φίλιππος, νὴ Δίʼ, ἔφη, καὶ μὴν ἔγωγε ἡδέως ἂν θεῴμην Πείσανδρον τὸν δημηγόρον μανθάνοντα κυβιστᾶν εἰς τὰς μαχαίρας, ὃς νῦν διὰ τὸ μὴ δύνασθαι λόγχαις ἀντιβλέπειν οὐδὲ συστρατεύεσθαι ἐθέλει. ἐκ τούτου ὁ παῖς ὠρχήσατο. καὶ ὁ Σωκράτης εἶπεν· εἴδετʼ, ἔφη, ὡς καλὸς ὁ παῖς ὢν ὅμως σὺν τοῖς σχήμασιν ἔτι καλλίων φαίνεται ἢ ὅταν ἡσυχίαν ἔχῃ; καὶ ὁ Χαρμίδης εἶπεν· ἐπαινοῦντι ἔοικας τὸν ὀρχηστοδιδάσκαλον. ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Σωκράτης· καὶ γὰρ ἄλλο τι προσενενόησα, ὅτι οὐδὲν ἀργὸν τοῦ σώματος ἐν τῇ ὀρχήσει ἦν, ἀλλʼ ἅμα καὶ τράχηλος καὶ σκέλη καὶ χεῖρες ἐγυμνάζοντο, ὥσπερ χρὴ ὀρχεῖσθαι τὸν μέλλοντα εὐφορώτερον τὸ σῶμα ἕξειν. καὶ ἐγὼ μέν, ἔφη, πάνυ ἂν ἡδέως, ὦ Συρακόσιε, μάθοιμι τὰ σχήματα παρὰ σοῦ. καὶ ὅς, τί οὖν χρήσῃ αὐτοῖς; ἔφη. ὀρχήσομαι νὴ Δία. ἐνταῦθα δὴ ἐγέλασαν ἅπαντες. καὶ ὁ Σωκράτης μάλα ἐσπουδακότι τῷ προσώπῳ, γελᾶτε, ἔφη, ἐπʼ ἐμοί; πότερον ἐπὶ τούτῳ εἰ βούλομαι γυμναζόμενος μᾶλλον ὑγιαίνειν ἢ εἰ ἥδιον ἐσθίειν καὶ καθεύδειν ἢ εἰ τοιούτων γυμνασίων ἐπιθυμῶ, μὴ ὥσπερ οἱ δολιχοδρόμοι τὰ σκέλη μὲν παχύνονται, τοὺς ὤμους δὲ λεπτύνονται, μηδʼ ὥσπερ οἱ πύκται τοὺς μὲν ὤμους παχύνονται, τὰ δὲ σκέλη λεπτύνονται, ἀλλὰ παντὶ διαπονῶν τῷ σώματι πᾶν ἰσόρροπον ποιεῖν; ἢ ἐπʼ ἐκείνῳ γελᾶτε, ὅτι οὐ δεήσει με συγγυμναστὴν ζητεῖν, οὐδʼ ἐν ὄχλῳ πρεσβύτην ὄντα ἀποδύεσθαι, ἀλλʼ ἀρκέσει μοι οἶκος ἑπτάκλινος, ὥσπερ καὶ νῦν τῷδε τῷ παιδὶ ἤρκεσε τόδε τὸ οἴκημα ἐνιδρῶσαι, καὶ χειμῶνος μὲν ἐν στέγῃ γυμνάσομαι, ὅταν δὲ ἄγαν καῦμα ᾖ, ἐν σκιᾷ; ἢ τόδε γελᾶτε, εἰ μείζω τοῦ καιροῦ τὴν γαστέρα ἔχων μετριωτέραν βούλομαι ποιῆσαι αὐτήν; ἢ οὐκ ἴστε ὅτι ἔναγχος ἕωθεν Χαρμίδης οὑτοσὶ κατέλαβέ με ὀρχούμενον; ναὶ μὰ τὸν Δίʼ, ἔφη ὁ Χαρμίδης· καὶ τὸ μέν γε πρῶτον ἐξεπλάγην καὶ ἔδεισα μὴ μαίνοιο· ἐπεὶ δέ σου ἤκουσα ὅμοια οἷς νῦν λέγεις, καὶ αὐτὸς ἐλθὼν οἴκαδε ὠρχούμην μὲν οὔ, οὐ γὰρ πώποτε τοῦτʼ ἔμαθον, ἐχειρονόμουν δέ· ταῦτα γὰρ ἠπιστάμην. νὴ Δίʼ, ἔφη ὁ Φίλιππος, καὶ γὰρ οὖν οὕτω τὰ σκέλη τοῖς ὤμοις φαίνει ἰσοφόρα ἔχειν ὥστε δοκεῖς ἐμοί, κἂν εἰ τοῖς ἀγορανόμοις ἀφισταίης ὥσπερ ἄρτους τὰ κάτω πρὸς τὰ ἄνω, ἀζήμιος ἂν γενέσθαι. καὶ ὁ Καλλίας εἶπεν· ὦ Σώκρατες, ἐμὲ μὲν παρακάλει, ὅταν μέλλῃς μανθάνειν ὀρχεῖσθαι, ἵνα σοι ἀντιστοιχῶ τε καὶ συμμανθάνω. ἄγε δή, ἔφη ὁ Φίλιππος, καὶ ἐμοὶ αὐλησάτω, ἵνα καὶ ἐγὼ ὀρχήσωμαι. ἐπειδὴ δʼ ἀνέστη, διῆλθε μιμούμενος τήν τε τοῦ παιδὸς καὶ τὴν τῆς παιδὸς ὄρχησιν. καὶ πρῶτον μὲν ὅτι ἐπῄνεσαν ὡς ὁ παῖς σὺν τοῖς σχήμασιν ἔτι καλλίων ἐφαίνετο, ἀνταπέδειξεν ὅ τι κινοίη τοῦ σώματος ἅπαν τῆς φύσεως γελοιότερον· ὅτι δʼ ἡ παῖς εἰς τοὔπισθεν καμπτομένη τροχοὺς ἐμιμεῖτο, ἐκεῖνος ταὐτὰ εἰς τὸ ἔμπροσθεν ἐπικύπτων μιμεῖσθαι τροχοὺς ἐπειρᾶτο. τέλος δʼ ὅτι τὸν παῖδʼ ἐπῄνουν ὡς ἐν τῇ ὀρχήσει ἅπαν τὸ σῶμα γυμνάζοι, κελεύσας τὴν αὐλητρίδα θάττονα ῥυθμὸν ἐπάγειν ἵει ἅμα πάντα καὶ σκέλη καὶ χεῖρας καὶ κεφαλήν. ἐπειδὴ δὲ ἀπειρήκει, κατακλινόμενος εἶπε· Τεκμήριον, ὦ ἄνδρες, ὅτι καλῶς γυμνάζει καὶ τὰ ἐμὰ ὀρχήματα. ἐγὼ γοῦν διψῶ· καὶ ὁ παῖς ἐγχεάτω μοι τὴν μεγάλην φιάλην. νὴ Δίʼ, ἔφη ὁ Καλλίας, καὶ ἡμῖν γε, ἐπεὶ καὶ ἡμεῖς διψῶμεν ἐπὶ σοὶ γελῶντες. ὁ δʼ αὖ Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ· τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας, ὥσπερ ὁ μανδραγόρας τοὺς ἀνθρώπους, κοιμίζει, τὰς δὲ φιλοφροσύνας, ὥσπερ ἔλαιον φλόγα, ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνδρῶν σώματα ταὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν ὁ θεὸς αὐτὰ ἄγαν ἁθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς αὔραις διαπνεῖσθαι· ὅταν δʼ ὅσῳ ἥδεται τοσοῦτον πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὲ καὶ ἡμεῖς ἂν μὲν ἁθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῖν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδὲ ἀναπνεῖν, μὴ ὅτι λέγειν τι δυνησόμεθα· ἂν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι πυκνὰ ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ ἐν Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου ἀλλʼ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα. ἐδόκει μὲν δὴ ταῦτα πᾶσι· προσέθηκε δὲ ὁ Φίλιππος ὡς χρὴ τοὺς οἰνοχόους μιμεῖσθαι τοὺς ἀγαθοὺς ἁρματηλάτας, θᾶττον περιελαύνοντας τὰς κύλικας. οἱ μὲν δὴ οἰνοχόοι οὕτως ἐποίουν.
Anglais
H. G. Dakyns · perseus-xenophon-symposium-en
When the tables had been removed and the guests had poured a libation and sung a hymn, there entered a man from Syracuse , to give them an evening’s merriment. He had with him a fine flute-girl, a dancing-girl - one of those skilled in acrobatic tricks, - and a very handsome boy, who was expert at playing the cither and at dancing; the Syracusan made money by exhibiting their performances as a spectacle. They now played for the assemblage, the flute-girl on the flute, the boy on the cither; and it was agreed that both furnished capital amusement. Thereupon Socrates remarked: On my word, Callias, you are giving us a perfect dinner; for not only have you set before us a feast that is above criticism, but you are also offering us very delightful sights and sounds. Suppose we go further, said Callias, and have some one bring us some perfume, so that we may dine in the midst of pleasant odours, also. No, indeed! replied Socrates . For just as one kind of dress looks well on a woman and another kind on a man, so the odours appropriate to men and to women are diverse. No man, surely, ever uses perfume for a man’s sake. And as for the women, particularly if they chance to be young brides, like the wives of Niceratus here and Critobulus, how can they want any additional perfume? For that is what they are redolent of, themselves. The odour of the olive oil, on the other hand, that is used in the gymnasium is more delightful when you have it on your flesh than perfume is to women, and when you lack it, the want of it is more keenly felt. Indeed, so far as perfume is concerned, when once a man has anointed himself with it, the scent forthwith is all one whether he be slave or free; but the odours that result from the exertions of freemen demand primarily noble pursuits engaged in for many years if they are to be sweet and suggestive of freedom. That may do for young fellows, observed Lycon; but what of us who no longer exercise in the gymnasia? What should be our distinguishing scent? Nobility of soul, surely! replied Socrates . And where may a person get this ointment? Certainly not from the perfumers, said Socrates . But where, then? Theognis has said: . Good men teach good; society with bad Will but corrupt the good mind that you had. Do you hear that, my son? asked Lycon. Yes, indeed he does, said Socrates ; and he puts it into practice, too. At any rate, when he desired to become a prize-winner in the pancratium, [;he availed himself of your help to discover the champions in that sport and associated with them; and so, if he desires to learn the ways of virtue,]; he will again with your help seek out the man who seems to him most proficient in this way of life and will associate with him. Thereupon there was a chorus of voices. Where will he find an instructor in this subject? said one. Another maintained that it could not be taught at all. A third asserted that this could be learned if anything could. Since this is a debatable matter, suggested Socrates , let us reserve it for another time; for the present let us finish what we have on hand. For I see that the dancing girl here is standing ready, and that some one is bringing her some hoops. At that, the other girl began to accompany the dancer on the flute, and a boy at her elbow handed her up the hoops until he had given her twelve. She took these and as she danced kept throwing them whirling into the air, observing the proper height to throw them so as to catch them in a regular rhythm. As Socrates looked on he remarked: This girl’s feat, gentlemen, is only one of many proofs that woman’s nature is really not a whit inferior to man’s, except in its lack of judgment and physical strength. So if any one of you has a wife, let him confidently set about teaching her whatever he would like to have her know. If that is your view, Socrates , asked Antisthenes, how does it come that you don’t practise what you preach by yourself educating Xanthippe, but live with a wife who is the hardest to get along with of all the women there are - yes, or all that ever were, I suspect, or ever will be? Because, he replied, I observe that men who wish to become expert horsemen do not get the most docile horses but rather those that are high-mettled, believing that if they can manage this kind, they will easily handle any other. My course is similar. Mankind at large is what I wish to deal and associate with; and so I have got her, well assured that if I can endure her, I shall have no difficulty in my relations with all the rest of human kind. These words, in the judgment of the guests, did not go wide of the mark. But now there was brought in a hoop set all around with upright swords; over these the dancer turned somersaults into the hoop and out again, to the dismay of the onlookers, who thought that she might suffer some mishap. She, however, went through this performance fearlessly and safely. Then Socrates , drawing Antisthenes’ attention, said: Witnesses of this feat, surely, will never again deny, I feel sure, that courage, like other things, admits of being taught, when this girl, in spite of her sex, leaps so boldly in among the swords! Well, then, asked Antisthenes, had this Syracusan not better exhibit his dancer to the city and announce that if the Athenians will pay him for it he will give all the men of Athens the courage to face the spear? Well said! interjected Philip. I certainly should like to see Peisander the politician learning to turn somersaults among the knives; for, as it is now, his inability to look spears in the face makes him shrink even from joining the army. At this point the boy performed a dance, eliciting from Socrates the remark, Did you notice that, handsome as the boy is, he appears even handsomer in the poses of the dance than when he is at rest? It looks to me, said Charmides, as if you were puffing the dancing-master. Assuredly, replied Socrates ; and I remarked something else, too, - that no part of his body was idle during the dance, but neck, legs, and hands were all active together. And that is the way a person must dance who intends to increase the suppleness of his body. And for myself, he continued, addressing the Syracusan, I should be delighted to learn the figures from you. What use will you make of them? the other asked. I will dance, by Zeus. This raised a general laugh; but Socrates , with a perfectly grave expression on his face, said: You are laughing at me, are you? Is it because I want to exercise to better my health? Or because I want to take more pleasure in my food and my sleep? Or is it because I am eager for such exercises as these, not like the long-distance runners, who develop their legs at the expense of their shoulders, nor like the prize-fighters, who develop their shoulders but become thin-legged, but rather with a view to giving my body a symmetrical development by exercising it in every part? Or are you laughing because I shall not need to hunt up a partner to exercise with, or to strip, old as I am, in a crowd, but shall find a moderate-sized room large enough for me (just as but now this room was large enough for the lad here to get up a sweat in), and because in winter I shall exercise under cover, and when it is very hot, in the shade? Or is this what provokes your laughter, that I have an unduly large paunch and wish to reduce it? Don’t you know that just the other day Charmides here caught me dancing early in the morning? Indeed I did, said Charmides; and at first I was dumbfounded and feared that you were going stark mad; but when I heard you say much the same things as you did just now, I myself went home, and although I did not dance, for I had never learned how, I practised shadow-boxing, for I knew how to do that. Undoubtedly, said Philip; at any rate, your legs appear so nearly equal in weight to your shoulders that I imagine if you were to go to the market commissioners and put your lower parts in the scale against your upper parts, as if they were loaves of bread, they would let you off without a fine. When you are ready to begin your lessons, Socrates , said Callias, pray invite me, so that I may be opposite you in the figures and may learn with you. Come, said Philip, let me have some flute music, so that I may dance too. So he got up and mimicked in detail the dancing of both the boy and the girl. To begin with, since the company had applauded the way the boy’s natural beauty was increased by the grace of the dancing postures, Philip made a burlesque out of the performance by rendering every part of his body that was in motion more grotesque than it naturally was; and whereas the girl had bent backward until she resembled a hoop, he tried to do the same by bending forward. Finally, since they had given the boy applause for putting every part of his body into play in the dance, he told the flute girl to hit up the time faster, and danced away, flinging out legs, hands, and head all at the same time; and when he was quite exhausted, he exclaimed as he laid himself down: Here is proof, gentlemen, that my style of dancing, also, gives excellent exercise; it has certainly given me a thirst; so let the servant fill me up the big goblet. Certainly, replied Callias; and the same for us, for we are thirsty with laughing at you. Here Socrates again interposed. Well, gentlemen, said he, so far as drinking is concerned, you have my hearty approval; for wine does of a truth moisten the soul and lull our griefs to sleep just as the mandragora does with men, at the same time awakening kindly feelings as oil quickens a flame. However, I suspect that men’s bodies fare the same as those of plants that grow in the ground. When God gives the plants water in floods to drink, they cannot stand up straight or let the breezes blow through them; but when they drink only as much as they enjoy, they grow up very straight and tall and come to full and abundant fruitage. So it is with us. If we pour ourselves immense draughts, it will be no long time before both our bodies and our minds reel, and we shall not be able even to draw breath, much less to speak sensibly; but if the servants frequently besprinkle us - if I too may use a Gorgian expression - with small cups, we shall thus not be driven on by the wine to a state of intoxication, but instead shall be brought by its gentle persuasion to a more sportive mood. This resolution received a unanimous vote, with an amendment added by Philip to the effect that the wine-pourers should emulate skilful charioteers by driving the cups around with ever increasing speed. This the wine-pourers proceeded to do.
Français
Eugène Talbot · wikisource-talbot-symposium-fr
Divertissement donné par un Syracusain. - Digression sur les parfums, l’éducation des femmes, la danse et l’ivresse. Dès qu’on a retiré les tables, fait les libations et chanté le péan, il entre, comme divertissement, un Syracusain, suivi d’une excellente joueuse de flûte, d’une danseuse merveilleuse par ses tours, d’un garçon fort joli, jouant de la cithare et dansant à ravir. L’homme qui faisait voir ces merveilles en tirait de l’argent. Quand la joueuse de flûte eut assez flûté, le cithariste assez joué de la cithare, et que tous deux parurent avoir suffisamment amusé : « Par Jupiter ! dit Socrate, tu nous traites splendidement, Callias ! Ce n’est point assez d’avoir servi un repas magnifique ; tu nous donnes un spectacle et une musique des plus agréables. » Alors Callias : « Mais si l’on nous apportait encore des parfums, nous jouirions de leur senteur. - Pas du tout, reprit Socrate ; de même que tel vêtement convient à une femme, tel autre à un homme, ainsi tel parfum convient à un homme, tel autre à une femme ; et jamais homme ne se parfume pour un autre homme. Cependant les femmes, et surtout les jeunes épouses, comme celles de Critobule et de Nicératus, se plaisent aux parfums ; elles aiment à en exhaler l’odeur. Mais celle de l’huile des gymnases paraît aux hommes plus agréable qu’un parfum ne l’est aux femmes, au moment où ils la respirent, et plus désirable quand ils ne la respirent pas. Qu’un esclave et un homme libre se parfument, tous deux à l’instant même exhaleront une égale senteur ; mais l’odeur que répandent les exercices libéraux a besoin d’application et de temps pour acquérir cette suavité qui caractérise l’homme libre. » Alors Lycon : « Cela va bien aux jeunes gens ; mais nous qui ne fréquentons plus les gymnases, quelle odeur devons-nous exhaler ? - Par Jupiter ! celle de la vertu, dit Socrate. - Et où prend-on ce parfum ? - Ce n’est pas, ma foi, chez les parfumeurs. - Où donc enfin ? - Théognis nous l’apprend : L’honnête homme du bien te montre le sentier ; Le méchant te corrompt et te perd tout entier. » Alors Lycon ; « Tu entends cela, mon fils ? - Sans doute, reprit Socrate, et il profite. Et comme il a eu le désir d’être vainqueur au pancrace, parce qu’il t’a pris pour modèle, c’est d’après ton avis que celui qui lui paraîtra le plus propre à lui enseigner la bonne voie, deviendra son guide. » À ces mots, ils se mirent tous à parler ; et l’un disait : « Mais où trouver un maître de cette science ? » Un autre soutenait qu’elle ne s’enseigne point ; un troisième qu’il n’y a rien de si facile à apprendre. Alors Socrate : « Puisqu’il y a doute, renvoyons la question à un autre moment : achevons à présent de qui est commencé. Pour moi, je vois la danseuse qui attend et à laquelle on apporte des cerceaux. » Sur cela, la musicienne fait entendre sa flûte, et quelqu’un placé près de la danseuse lui donne des cerceaux jusqu’à douze. Elle les prend : aussitôt elle danse et les jette en l’air, en calculant à quelle hauteur elle doit les jeter pour les recevoir en cadence. Alors Socrate : « Il y a mille preuves, mes amis, et ce que fait cette enfant en est une nouvelle, que la nature de la femme n’est pas inférieure à celle de l’homme : il ne lui manque qu’un peu plus d’intelligence et de vigueur. Qu’ainsi ceux d’entre vous qui ont une femme lui apprennent résolûment tout ce qu’ils veulent qu’elle sache et qu’elle mette en pratique. - Eh bien, dit Antisthène, comment se fait-il, Socrate, qu’avec cette opinion tu n’apprennes rien à Xanthippe, mais que tu t’accommodes de cette femme, la plus acariâtre des créatures passées et à venir ? - C’est que je vois, répondit Socrate, que ceux qui veulent devenir bons écuyers ne se procurent pas les chevaux les plus dociles, mais les plus fougueux, persuadés que, s’ils les domptent, ils viendront facilement à bout des autres chevaux. De même moi, qui veux apprendre à vivre en société avec les hommes, j’ai pris Xanthippe, convaincu que, si je la supportais, je m’accommoderais facilement de tous les caractères. » Ce discours ne parut pas s’éloigner trop du but. On apporte ensuite un cerceau garni d’épées, la pointe en haut : la danseuse y entre par une culbute et en sort par une autre, de manière à faire craindre aux spectateurs qu’elle ne se blesse, mais elle achève ses tours avec assurance et sans accident. Alors Socrate s’adressant directement à Antisthène : « Pour cette fois, dit-il, les spectateurs ne nieront pas, je crois, qu’on ne puisse donner des leçons de courage, puisque cette danseuse, toute femme qu’elle est, passe si hardiment à travers les épées. - En vérité, répond Antisthène, est-ce que ce Syracusain ne ferait pas parfaitement de montrer cette danseuse au public, et de dire aux Athéniens que, pour de l’argent, il apprendra à tous les citoyens d’Athènes à marcher résolûment contre les lances ? - Par Jupiter ! dit Philippe, que j’aurais, moi, de plaisir à voir l’orateur Pisandre apprenant à courir tête baissée contre les lances, lui qui, à cette heure même, n’osant pas regarder une lance en face, refuse de marcher au combat ! » Sur ce point le jeune garçon se met à danser. Alors Socrate : « Voyez, dit-il, comme ce beau garçon paraît encore plus beau, quand il prend des attitudes, que quand il est en repos. - Tu as l’air, dit Charmide, de faire l’éloge d’un maître de danse. - Mais oui, répond Socrate ; et j’ai même remarqué qu’en dansant nulle partie de son corps n’est demeurée inactive : cou, jambes et mains, tout était en mouvement ; c’est ainsi que doit danser quiconque veut avoir le corps souple. Ma foi, Syracusain, ce serait volontiers que j’apprendrais de toi ces attitudes ! » Alors celui-ci : « À quoi donc cela vous servirait-il ? - Mais à danser, par Jupiter ! » À ce mot, tout le monde se met à rire. Et Socrate d’un air sérieux : « Vous riez de moi, dit-il : est-ce parce que je veux, grâce à l’exercice, me porter mieux, manger et dormir plus agréablement ; ou bien est-ce parce que je désire m’exercer ainsi, de peur d’avoir, comme les coureurs du long stade, les jambes grasses et les épaules maigres, ou comme les lutteurs les jambes maigres et les épaules grasses, mais afin de donner à mon corps exercé tout entier de justes proportions ? Riez-vous de ce que je n’aurai pas besoin de chercher un compagnon d’exercice, ni de me mettre, moi vieillard, tout nu en présence de la foule, mais de ce qu’il me suffira d’un appartement à sept lits, comme cette salle vient de suffire à ce garçon pour le faire suer, de ce que je m’exercerai l’hiver à l’abri, et à l’ombre, quand il fera trop chaud ? Riez-vous enfin de ce qu’ayant un peu trop de ventre, je veux le rendre plus raisonnable ? Ne savez-vous donc pas qu’un de ces matins, Charmide que voici m’a trouvé dansant ? - Mais oui, par Jupiter ! dit Charmide, et d’abord je fus abasourdi, et je craignis que tu ne fusses devenu fou ; mais après avoir entendu des raisons pareilles à celles que tu viens de dire, en rentrant chez moi je me mis, non pas à danser, puisque je n’ai jamais appris, mais à faire de la pantomime, parce que je savais. - Par Jupiter ! dit Philippe, je le crois ; car tes jambes et tes épaules me paraissent être d’un poids tellement égal que, si tu donnais à peser aux agoranomes ton haut et ton bas, comme des pains à vendre, tu n’aurais pas d’amende à payer. - Eh bien, Socrate, dit Callias, avertis-moi quand tu voudras apprendre à danser ; je me mettrai en face de toi, et nous étudierons ensemble. - Allons, dit Philippe, qu’on joue aussi de la flûte pour moi, je vais danser. » Il se lève, en effet, et fait le tour de la salle, en imitant la danse du garçon et celle de la jeune fille. Et d’abord, comme on avait félicité ce jeune garçon de paraître embelli par ses attitudes, Philippe affecta dans ses vêtements un ridicule plus grand que nature. La jeune fille avait fait la roue en se renversant en arrière ; Philippe, en se courbant en avant, prétendait l’imiter. Enfin, on avait loué ce garçon de ce que tous ses membres étaient en action pendant la danse ; Philippe commande à la joueuse de flûte un rhythme plus vif, et en même temps agite tout ensemble sa tête, ses bras et ses jambes, jusqu’à ce que, n’en pouvant plus, il se jette sur un lit en disant : « La preuve, mes amis, que ma danse même est un bon exercice, c’est que je meurs de soif : hé ! garçon, emplis-moi la grande coupe. - Oui, dit Callias, et à nous aussi ; tu nous as donné soif à nous faire rire. » Alors Socrate : « Buvons donc, amis, c’est aussi mon sentiment. Le vin, en arrosant nos esprits, endort les chagrins, comme la mandragore assoupit les hommes : quant à la joie, il l’éveille comme l’huile la flamme. Selon moi, le corps de l’homme éprouve ce qui arrive aux végétaux dans la terre. Si la divinité arrose trop les semences, elles ne peuvent lever ni se prêter au souffle de la brise ; si elles ont juste de quoi boire, elles lèvent, se développent, fleurissent et arrivent à fruit. De même, si nous buvons trop d’un coup, bientôt notre corps et notre âme chancellent et nous perdons haleine, loin de pouvoir parler ; mais si nos esclaves nous versent souvent dans de petites coupes, pour employer les paroles de Gorgias, le vin ne nous inspire pas la violence de l’ivresse, et nous descendons par la persuasion aux douceurs de l’enjouement, » Tout le monde fut de cet avis. Philippe ajouta que les échansons devaient imiter les bons conducteurs de chars, en faisant courir habilement les coupes ; ce qu’exécutèrent les échansons.
Concepts de ce passage
Affects
Voir la fiche détaillée
Filtrer la bibliothèque
Colère
Voir la fiche détaillée
Filtrer la bibliothèque
Aponie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Soin de l’âme
Voir la fiche détaillée
Filtrer la bibliothèque
Courage
Voir la fiche détaillée
Filtrer la bibliothèque
Soif
Voir la fiche détaillée
Filtrer la bibliothèque
Désir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éducation
Voir la fiche détaillée
Filtrer la bibliothèque
Examen réfutatif
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éther et champ
Voir la fiche détaillée
Filtrer la bibliothèque
Foi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Famille
Voir la fiche détaillée
Filtrer la bibliothèque
Crainte
Voir la fiche détaillée
Filtrer la bibliothèque
Formes intelligibles
Voir la fiche détaillée
Filtrer la bibliothèque
Liberté
Voir la fiche détaillée
Filtrer la bibliothèque
Amitié
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dieu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Honnête et utile
Voir la fiche détaillée
Filtrer la bibliothèque
Jugement
Voir la fiche détaillée
Filtrer la bibliothèque
Justice
Voir la fiche détaillée
Filtrer la bibliothèque
Loi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Logos de la nature
Voir la fiche détaillée
Filtrer la bibliothèque
Messie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Attention
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mode
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nature
Voir la fiche détaillée
Filtrer la bibliothèque
Exercice philosophique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Plaisir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Prière
Voir la fiche détaillée
Filtrer la bibliothèque
Raison
Voir la fiche détaillée
Filtrer la bibliothèque
Rhétorique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Rôles et relations
Voir la fiche détaillée
Filtrer la bibliothèque
Salut
Voir la fiche détaillée
Filtrer la bibliothèque
Service
Voir la fiche détaillée
Filtrer la bibliothèque
Péché
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esclavage
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esprit
Voir la fiche détaillée
Filtrer la bibliothèque
Temps
Voir la fiche détaillée
Filtrer la bibliothèque
Vérité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Vertu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Guerre et paix
Voir la fiche détaillée
Filtrer la bibliothèque
Sagesse
Voir la fiche détaillée
Filtrer la bibliothèque