Domaine public
L’ouvrage et les traductions affichées sont signalées comme appartenant au domaine public ou issues d’une transcription ouverte.
Épictète
Entretiens d’Épictète, recueillis par Arrien Chapitre 1
Chapitre 31 sur 95
Référence canonique 2.1
Grec ancien
Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)
ὅτι οὐ μάχεται τὸ θαρρεῖν τῷ εὐλαβεῖσθαι. παράδοξον μὲν τυχὸν φαίνεταί τισιν τὸ ἀξιούμενον ὑπὸ τῶν φιλοσόφων, ὅμως δὲ σκεψώμεθα κατὰ δύναμιν, εἰ ἀληθές ἐστι τὸ δεῖν ἅμα μὲν εὐλαβῶς ἅμα δὲ θαρρούντως πάντα ποιεῖν. ἐναντίον γάρ πως δοκεῖ τῷ θαρραλέῳ τὸ εὐλαβές, τὰ δʼ ἐναντία οὐδαμῶς συνυπάρχει. τὸ δὲ φαινόμενον πολλοῖς ἐν τῷ τόπῳ παράδοξον δοκεῖ μοι τοιούτου τινὸς ἔχεσθαι· εἰ μὲν γὰρ πρὸς ταὐτὰ ἠξιοῦμεν χρῆσθαι τῇ τʼ εὐλαβείᾳ καὶ τῷ θάρσει, δικαίως ἂν ἡμᾶς ᾐτιῶντο ὡς τὰ ἀσύνακτα συνάγοντας. νῦν δὲ τί δεινὸν ἔχει τὸ λεγόμενον; εἰ γὰρ ὑγιῆ ταῦτʼ ἐστι τὰ πολλάκις μὲν εἰρημένα, πολλάκις δʼ ἀποδεδειγμένα, ὅτι ἡ οὐσία τοῦ ἀγαθοῦ ἔστιν ἐν χρήσει φαντασιῶν καὶ τοῦ κακοῦ ὡσαύτως, τὰ δʼ ἀπροαίρετα οὔτε τὴν τοῦ κακοῦ δέχεται φύσιν οὔτε τὴν τοῦ ἀγαθοῦ, τί παράδοξον ἀξιοῦσιν οἱ φιλόσοφοι, εἰ λέγουσιν ὅπου μὲν τὰ ἀπροαίρετα, ἐκεῖ τὸ θάρσος ἔστω σοι, ὅπου δὲ τὰ προαιρετικά, ἐκεῖ ἡ εὐλάβεια; εἰ γὰρ ἐν κακῇ προαιρέσει τὸ κακόν, πρὸς μόνα ταῦτα χρῆσθαι ἄξιον εὐλαβείᾳ· εἰ δὲ τὰ ἀπροαίρετα καὶ μὴ ἐφʼ ἡμῖν οὐδὲν πρὸς ἡμᾶς, πρὸς ταῦτα τῷ θάρσει χρηστέον. καὶ οὕτως ἅμα μὲν εὐλαβεῖς ἅμα δὲ θαρραλέοι ἐσόμεθα καὶ νὴ Δία διὰ τὴν εὐλάβειαν θαρραλέοι. διὰ γὰρ τὸ εὐλαβεῖσθαι τὰ ὄντως κακὰ συμβήσεται θαρρεῖν ἡμῖν πρὸς τὰ μὴ οὕτως ἔχοντα. λοιπὸν ἡμεῖς τὸ τῶν ἐλάφων πάσχομεν· ὅτε φοβοῦνται καὶ φεύγουσιν αἱ ἔλαφοι τὰ πτερά, ποῦ τρέπονται καὶ πρὸς τίνα ἀναχωροῦσιν ὡς ἀσφαλῆ; πρὸς τὰ δίκτυα· καὶ οὕτως ἀπόλλυνται ἐναλλάξασαι τὰ φοβερὰ καὶ τὰ θαρραλέα. οὕτως καὶ ἡμεῖς ποῦ χρώμεθα τῷ φόβῳ; πρὸς τὰ ἀπροαίρετα. ἐν τίσιν πάλιν θαρροῦντες ἀναστρεφόμεθα ὡς οὐδενὸς ὄντος δεινοῦ; ἐν τοῖς προαιρετικοῖς. ἐξαπατηθῆναι ἢ προπεσεῖν ἢ ἀναίσχυντόν τι ποιῆσαι ἢ μετʼ ἐπιθυμίας αἰσχρᾶς ὀρεχθῆναί τινος οὐδὲν διαφέρει ἡμῖν, ἂν μόνον ἐν τοῖς ἀπροαιρέτ ικ οις εὐστοχῶμεν. ὅπου δὲ θάνατος ἢ φυγὴ ἢ πόνος ἢ ἀδοξία, ἐκεῖ τὸ ἀναχωρητικόν, ἐκεῖ τὸ σεσοβημένον. τοιγαροῦν ὥσπερ εἰκὸς τοὺς περὶ τὰ μέγιστα διαμαρτάνοντας τὸ μὲν φύσει θαρραλέον θρασὺ κατασκευάζομεν, ἀπονενοημένον, ἰταμόν, ἀναίσχυντον, τὸ δʼ εὐλαβὲς φύσει καὶ αἰδῆμον δειλὸν καὶ ταπεινόν, φόβων καὶ ταραχῶν μεστόν. ἂν γάρ τις ἐκεῖ μεταθῇ τὸ εὐλαβές, ὅπου προαίρεσις καὶ ἔργα προαιρέσεως, εὐθὺς ἅμα τῷ θέλειν εὐλαβεῖσθαι καὶ ἐπʼ αὐτῷ κειμένην ἕξει τὴν ἔκκλισιν· ἂν δʼ ὅπου τὰ μὴ ἐφʼ ἡμῖν ἐστι καὶ ἀπροαίρετα, πρὸς τὰ ἐπʼ ἄλλοις ὄντα τὴν ἔκκλισιν ἔχων ἀναγκαίως φοβήσεται, ἀκαταστατήσει, ταραχθήσεται. οὐ γὰρ θάνατος ἢ πόνος φοβερόν, ἀλλὰ τὸ φοβεῖσθαι πόνον ἢ θάνατον. διὰ τοῦτο ἐπαινοῦμεν τὸν εἰπόντα ὅτι οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλʼ αἰσχρῶς θανεῖν. ἔδει οὖν πρὸς μὲν τὸν θάνατον τὸ θάρσος ἐστράφθαι, πρὸς δὲ τὸν φόβον τοῦ θανάτου τὴν εὐλάβειαν· νῦν δὲ τὸ ἐναντίον πρὸς μὲν τὸν θάνατον τὴν φυγήν, πρὸς δὲ τὸ περὶ αὐτοῦ δόγμα τὴν ἀνεπιστρεψίαν καὶ τὸ ἀφειδὲς καὶ τὸ ἀδιαφορητικόν. ταῦτα δʼ ὁ Σωκράτης καλῶς ποιῶν μορμολύκεια ἐκάλει. ὡς γὰρ τοῖς παιδίοις τὰ προσωπεῖα φαίνεται δεινὰ καὶ φοβερὰ διʼ ἀπειρίαν, τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν πρὸς τὰ πράγματα διʼ οὐδὲν ἄλλο ἢ ὥσπερ καὶ τὰ παιδία πρὸς τὰς μορμολυκείας. τί γάρ ἐστι παιδίον; ἄγνοια. τί ἐστι παιδίον; ἀμαθία. ἐπεὶ ὅπου οἶδεν, κἀκεῖνα οὐδὲν ἡμῶν ἔλαττον ἔχει. θάνατος τί ἐστιν; μορμολύκειον. στρέψας αὐτὸ κατάμαθε· ἰδοῦ, πῶς οὐ δάκνει. τὸ σωμάτιον δεῖ χωρισθῆναι τοῦ πνευματίου, ὡς πρότερον ἐκεχώριστο, ἢ νῦν ἢ ὕστερον. τί οὖν ἀγανακτεῖς, εἰ νῦν; εἰ γὰρ μὴ νῦν, ὕστερον. διὰ τί; ἵνα ἡ περίοδος ἀνύηται τοῦ κόσμου· χρείαν γὰρ ἔχει τῶν μὲν ἐνισταμένων, τῶν δὲ μελλόντων, τῶν δʼ ἠνυσμένων. πόνος τί ἐστιν; μορμολύκειον. στρέψον αὐτὸ καὶ κατάμαθε. τραχέως κινεῖται τὸ σαρκίδιον, εἶτα πάλιν λείως. ἄν σοι μὴ λυσιτελῇ, ἡ θύρα ἤνοικται· ἂν λυσιτελῇ, φέρε. πρὸς πάντα γὰρ ἠνοῖχθαι δεῖ τὴν θύραν· καὶ πρᾶγμα οὐκ ἔχομεν. τίς οὖν τούτων τῶν δογμάτων καρπός; ὅνπερ δεῖ κάλλιστόν τʼ εἶναι καὶ πρεπωδέστατον τοῖς τῷ ὄντι παιδευομένοις, ἀταραξία ἀφοβία ἐλευθερία. οὐ γὰρ τοῖς πολλοῖς περὶ τούτων πιστευτέον, οἳ λέγουσιν μόνοις ἐξεῖναι παιδεύεσθαι τοῖς ἐλευθέροις, ἀλλὰ τοῖς φιλοσόφοις μᾶλλον, οἳ λέγουσι μόνους τοὺς παιδευθέντας ἐλευθέρους εἶναι. - πῶς τοῦτο; - οὕτως· νῦν ἄλλο τί ἐστιν ἐλευθερία ἢ τὸ ἐξεῖναι ὡς βουλόμεθα διεξάγειν; οὐδέν. λέγετε δή μοι, ὦ ἄνθρωποι, βούλεσθε ζῆν ἁμαρτάνοντες; οὐ βουλόμεθα. οὐδεὶς τοίνυν ἁμαρτάνων ἐλεύθερός ἐστιν. βούλεσθε ζῆν φοβούμενοι, βούλεσθε λυπούμενοι, βούλεσθε ταρασσόμενοι; οὐδαμῶς. οὐδεὶς ἄρα οὔτε φοβούμενος οὔτε λυπούμενος οὔτε ταρασσόμενος ἐλεύθερός ἐστιν, ὅστις δʼ ἀπήλλακται λυπῶν καὶ φόβων καὶ ταραχῶν, οὗτος τῇ αὐτῇ ὁδῷ καὶ τοῦ δουλεύειν ἀπήλλακται. πῶς οὖν ἔτι ὑμῖν πιστεύσομεν, ὦ φίλτατοι νομοθέται; οὐκ ἐπιτρέπομεν παιδεύεσθαι, εἰ μὴ τοῖς ἐλευθέροις; οἱ φιλόσοφοι γὰρ λέγουσιν ὅτι οὐκ ἐπιτρέπομεν ἐλευθέροις εἶναι εἰ μὴ τοῖς πεπαιδευμένοις, τοῦτό ἐστιν ὁ θεὸς οὐκ ἐπιτρέπει. - ὅταν οὖν στρέψῃ τις ἐπὶ στρατηγοῦ τὸν αὑτοῦ δοῦλον, οὐδὲν ἐποίησεν; - ἐποίησεν. - τί; - ἔστρεψεν τὸν αὑτοῦ δοῦλον ἐπὶ στρατηγοῦ. - ἄλλο οὐδέν; - ναί· καὶ εἰκοστὴν αὐτοῦ δοῦναι ὀφείλει. - τί οὖν; ὁ ταῦτα παθὼν οὐ γέγονεν ἐλεύθερος; - οὐ μᾶλλον ἢ ἀτάραχος. ἐπεὶ σὺ ὁ ἄλλους στρέφειν δυνάμενος οὐδένα ἔχεις κύριον; οὐκ ἀργύριον, οὐ κοράσιον, οὐ παιδάριον, οὐ τὸν τύραννον, οὐ φίλον τινὰ τοῦ τυράννου; τί οὖν τρέμεις ἐπί τινα τοιαύτην ἀπιὼν περίστασιν; διὰ τοῦτο λέγω πολλάκις· ταῦτα μελετᾶτε καὶ ταῦτα πρόχειρα ἔχετε, πρὸς τίνα δεῖ τεθαρρηκέναι καὶ πρὸς τίνα εὐλαβῶς διακεῖσθαι, ὅτι πρὸς τὰ ἀπροαίρετα θαρρεῖν, εὐλαβεῖσθαι τὰ προαιρετικά. - ἀλλʼ οὐκ ἀνέγνων σοι οὐδʼ ἔγνως τί ποιῶ. - ἐν τίνι; ἐν λεξειδίοις. ἔχε σου τὰ λεξείδια· δεῖξον, πῶς ἔχεις πρὸς ὄρεξιν καὶ ἔκκλισιν, εἰ μὴ ἀποτυγχάνεις ὧν θέλεις, εἰ μὴ περιπίπτεις οἷς οὐ θέλεις. ἐκεῖνα δὲ τὰ περιόδια, ἂν νοῦν ἔχῃς, ἄρας πού ποτε ἀπαλείψεις. - τί οὖν; Σωκράτης οὐκ ἔγραφεν; - καὶ τίς τοσαῦτα; ἀλλὰ πῶς; ἐπεὶ μὴ ἐδύνατο ἔχειν ἀεὶ τὸν ἐλέγχοντα αὐτοῦ τὰ δόγματα ἢ ἐλεγχθησόμενον ἐν τῷ μέρει, αὐτὸς ἑαυτὸν ἤλεγχεν καὶ ἐξήταζεν καὶ ἀεὶ μίαν γέ τινα πρόληψιν ἐγύμναζεν χρηστικῶς. ταῦτα γράφει φιλόσοφος· λεξείδια δὲ καὶ ἡ ὁδός, ἣν λέγω , ἄλλοις ἀφίησι, τοῖς ἀναισθήτοις ἢ τοῖς μακαρίοις, τοῖς σχολὴν ἄγουσιν ὑπὸ ἀταραξίας ἢ τοῖς μηδὲν τῶν ἑξῆς ὑπολογιζομένοις διὰ μωρίαν. καὶ νῦν καιροῦ καλοῦντος ἐκεῖνα δείξεις ἀπελθὼν καὶ ἀναγνώσῃ καὶ ἐμπερπερεύσῃ; ἰδοῦ, πῶς διαλόγους συντίθημι. μή, ἄνθρωπε, ἀλλʼ ἐκεῖνα μᾶλλον ἰδοῦ, πῶς ὀρεγόμενος οὐκ ἀποτυγχάνω. ἰδοῦ, πῶς ἐκκλίνων οὐ περιπίπτω. φέρε θάνατον καὶ γνώσῃ· φέρε πόνους, φέρε δεσμωτήριον, φέρε ἀδοξίαν, φέρε καταδίκην. αὕτη ἐπίδειξις νέου ἐκ σχολῆς ἐληλυθότος. τἆλλα δʼ ἄλλοις ἄφες, μηδὲ φωνήν τις ἀκούσῃ σου περὶ αὐτῶν ποτε μηδʼ, ἂν ἐπαινέσῃ τις ἐπʼ αὐτοῖς, ἀνέχου, δόξον δὲ μηδεὶς εἶναι καὶ εἰδέναι μηδέν. μόνον τοῦτο εἰδὼς φαίνου, πῶς μήτʼ ἀποτύχῃς ποτὲ μήτε περιπέσῃς. ἄλλοι μελετάτωσαν δίκας, ἄλλοι προβλήματα, ἄλλοι συλλογισμούς· σὺ ἀποθνῄσκειν, σὺ δεδέσθαι, σὺ στρεβλοῦσθαι, σὺ ἐξορίζεσθαι. πάντα ταῦτα θαρρούντως, πεποιθότως τῷ κεκληκότι σε ἐπʼ αὐτά, τῷ ἄξιον τῆς χώρας ταύτης κεκρικότι, ἐν ᾗ καταταχθεὶς ἐπιδείξεις, τίνα δύναται λογικὸν ἡγεμονικὸν πρὸς τὰς ἀπροαιρέτους δυνάμεις ἀντιταξάμενον. καὶ οὕτως τὸ παράδοξον ἐκεῖνο οὐκέτι οὔτʼ ἀδύνατον φανεῖται οὔτε παράδοξον, ὅτι ἅμα μὲν εὐλαβεῖσθαι δεῖ ἅμα δὲ θαρρεῖν, πρὸς μὲν τὰ ἀπροαίρετα θαρρεῖν, ἐν δὲ τοῖς προαιρετικοῖς εὐλαβεῖσθαι.
Anglais
George Long · George Long, The Discourses of Epictetus (1877)
that confidence (courage) is not inconsistent with caution.
The opinion of the philosophers perhaps seems to some to be a paradox; but still let us examine as well as we can, if it is true that it is possible to do every thing both with caution and with confidence. For caution seems to be in a manner contrary to confidence, and contraries are in no way consistent. That which seems to many to be a paradox in the matter under consideration in my opinion is of this kind if we asserted that we ought to employ caution and confidence in the same things, men might justly accuse us of bringing together things which cannot be united. But now where is the difficulty in what is said? for if these things are true, which have been often said and often proved, that the nature of good is in the use of appearances, and the nature of evil likewise, and that things independent of our will do not admit either the nature of evil nor of good, what paradox do the philosophers assert if they say that where things are not dependent on the will, there you should employ confidence, but where they are dependent on the will, there you should employ caution? For if the bad consists in a bad exercise of the will, caution ought only to be used where things are dependent on the will. But if things independent of the will and not in our power are nothing to us, with respect to these we must employ confidence; and thus we shall both be cautious and confident, and indeed confident because of our caution. For by employing caution towards things which are really bad, it will result that we shall have confidence with respect to things which are not so.
We are then in the condition of deer; when they flee from the huntsmen's feathers in fright, whither do they turn and in what do they seek refuge as safe? They turn to the nets, and thus they perish by confounding things which are objects of fear with things that they ought not to fear. Thus we also act: in what cases do we fear? In things which are independent of the will. In what cases on the contrary do we behave with confidence, as if there were no danger? In things dependent on the will. To be deceived then, or to act rashly, or shamelessly or with base desire to seek something, does not concern us at all, if we only hit the mark in things which are independent of our will. But where there is death, or exile or pain or infamy, there we attempt to run away, there we are struck with terror. Therefore as we may expect it to happen with those who err in the greatest matters, we convert natural confidence (that is, according to nature) into audacity, desperation, rashness, shamelessness; and we convert natural caution and modesty into cowardice and meanness, which are full of fear and confusion. For if a man should transfer caution to those things in which the will may be exercised and the acts of the will, he will immediately by willing to be cautious have also the power of avoiding what he chooses: but if he transfer it to the things which are not in his power and will, and attempt to avoid the things which are in the power of others, he will of necessity fear, he will be unstable, he will be disturbed. For death or pain is not formidable, but the fear of pain or death. For this reason we commend the poet who said
Not death is evil, but a shameful death.
Confidence (courage) then ought to be employed against death, and caution against the fear of death. But now we do the contrary, and employ against death the attempt to escape; and to our opinion about it we employ carelessness, rashness and indifference. These things Socrates properly used to call tragic masks; for as to children masks appear terrible and fearful from inexperience, we also are affected in like manner by events (the things which happen in life) for no other reason than children are by masks. For what is a child? Ignorance. What is a child? Want of knowledge. For when a child knows these things, he is in no way inferior to us. What is death? A tragic mask. Turn it and examine it. See, it does not bite. The poor body must be separated from the spirit either now or later as it was separated from it before. Why then are you troubled, if it be separated now? for if it is not separated now, it will be separated afterwards. Why? That the period of the universe may be completed, for it has need of the present, and of the future, and of the past. What is pain? A mask. Turn it and examine it. The poor flesh is moved roughly, then on the contrary smoothly. If this does not satisfy (please) you, the door is open: if it does, bear (with things). For the door ought to be open for all occasions; and so we have no trouble.
What then is the fruit of these opinions? It is that which ought to be the most noble and the most becoming to those who are really educated, release from perturbation, release from fear, freedom. For in these matters we must not believe the many, who say that free persons only ought to be educated, but we should rather believe the philosophers who say that the educated only are free. How is this? In this manner. Is freedom any thing else than the power of living as we choose? Nothing else. Tell me then, ye men, do you wish to live in error? We do not. No one then who lives in error is free. Do you wish to live in fear? Do you wish to live in sorrow? Do you wish to live in perturbation? By no means. No one then who is in a state of fear or sorrow or perturbation is free; but whoever is delivered from sorrows and fears and perturbations, he is at the same time also delivered from servitude. How then can we continue to believe you, most dear legislators, when you say, We only allow free persons to be educated? For philosophers say we allow none to be free except the educated; that is, God does not allow it. When then a man has turned round before the praetor his own slave, has he done nothing? He has done something. What? He has turned round his own slave before the praetor. Has he done nothing more? Yes: he is also bound to pay for him the tax called the twentieth. Well then, is not the man who has gone through this ceremony become free? No more than he is become free from perturbations. Have you who are able to turn round (free) others no master? is not money your master, or a girl or a boy, or some tyrant, or some friend of the tyrant? why do you tremble then when you are going off to any trial (danger) of this kind? It is for this reason that I often say, study and hold in readiness these principles by which you may determine what those things are with reference to which you ought to have confidence (courage), and those things with reference to which you ought to be cautious: courageous in that which does not depend on your will; cautious in that which does depend on it.
Well have I not read to you, and do you not know what I was doing? In what? In my little dissertations. - Show me how you are with respect to desire and aversion ( ἔκκλισιν ); and show me if you do not fail in getting what you wish, and if you do not fall into the things which you would avoid but as to these long and labored sentences you will take them and blot them out.
What then did not Socrates write? And who wrote so much? - But how? As he could not always have at hand one to argue against his principles or to be argued against in turn, he used to argue with and examine himself, and he was always treating at least some one subject in a practical way. These are the things which a philosopher writes. But little dissertations and that method, which I speak of, he leaves to others, to the stupid, or to those happy men who being free from perturbations have leisure, or to such as are too foolish to reckon consequences.
And will you now, when the opportunity invites, go and display those things which you possess, and recite them, and make an idle show, and say, See how I make dialogues? Do not so, my man; but rather say; See how I am not disappointed of that which I desire: See how I do not fall into that which I would avoid. Set death before me, and you will see. Set before me pain, prison, disgrace and condemnation. This is the proper display of a young man who is come out of the schools. But leave the rest to others, and let no one ever hear you say a word about these things; and if any man commends you for them, do not allow it; but think that you are nobody and know nothing. Only show that you know this, how never to be disappointed in your desire and how never to fall into that which you would avoid. Let others labour at forensic causes, problems and syllogisms: do you labour at thinking about death, chains, the rack, exile; and do all this with confidence and reliance on him who has called you to these sufferings, who has judged you worthy of the place in which being stationed you will show what things the rational governing power can do when it takes its stand against the forces which are not within the power of our will. And thus this paradox will no longer appear either impossible or a paradox, that a man ought to be at the same time cautious and courageous: courageous towards the things which do not depend on the will, and cautious in things which are within the power of the will.
Français
Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)
Cette maxime des philosophes paraît peut-être un paradoxe à quelques personnes ; examinons pourtant, dans la mesure de nos forces, s’il est vrai de dire qu’il est toujours possible d’agir à la fois avec assurance et avec précaution. Les précautions, en effet, semblent contradictoires à l’assurance ; et les contradictoires ne peuvent coexister.
Si bien des gens croient ici à un paradoxe, cela me semble avoir une raison que voici : c’est que l’on aurait en effet le droit de nous accuser de réunir des choses inconciliables, si nous prétendions qu’on peut réunir les précautions et l’assurance dans une même affaire. Mais qu’y a-t-il de choquant dans ce que nous disons maintenant ? Car, s’il est vrai, comme on l’a dit tant de fois, et démontré tant de fois, que le vrai bien, et le vrai mal également, sont dans l’usage que l’on fait des idées , et que tout ce qui ne relève pas de notre libre arbitre ne peut être ni un bien ni un mal, quel paradoxe soutiennent les philosophes, quand ils disent : « Dans tout ce qui ne relève pas de ton libre arbitre, sois plein d’assurance ; mais dans tout ce qui en relève, tiens-toi sur tes gardes ? » Car, si le mal est dans un jugement ou dans une volonté coupables, c’est contre ce jugement et cette volonté seuls qu’il faut se tenir en garde ; et, si toutes les choses qui ne relèvent pas de notre libre arbitre, et qui ne dépendent pas de nous, ne sont rien par rapport à nous, il nous faut user d’assurance vis-à-vis d’elles. C’est ainsi que nous réunirons les précautions et l’assurance ; et, par Jupiter ! c’est à nos précautions que nous devrons notre assurance. Car c’est parce que nous nous tiendrons en garde contre les maux réels, que nous pourrons avoir de l’assurance contre ce qui n’en est pas.
Du reste il nous arrive la même chose qu’aux cerfs. Quand ils prennent peur et fuient devant des plumes, du côté de quoi se tournent-ils ? Où vont-ils se jeter comme dans un asile sûr ? Dans les filets. Et ils périssent ainsi pour avoir préféré ce qu’ils auraient dû craindre à ce qui ne pouvait leur nuire. Nous de même. De quoi avons-nous crainte ? des choses qui ne relèvent point de notre libre arbitre. Où sommes-nous, au contraire, pleins d’assurance, comme en l’absence de tout péril ? Dans ce qui relève de notre libre arbitre. Ainsi il nous est indifférent de nous tromper, d’user de précipitation, d’agir sans pudeur, de nous passionner honteusement, pourvu que nous réussissions dans ce qui ne relève pas de notre libre arbitre. Mais la mort, l’exil, la peine, l’infamie, voilà où nous allons nous jeter, quoi que ce soit aussi ce que nous redoutons. Aussi, comme il est naturel à ceux qui commettent les plus grosses erreurs, nous transformons ce qui de sa nature est l’assurance en témérité, en désespoir, en effronterie, en impudence ; et ce qui de sa nature est la prudence en une lâcheté et en une bassesse de cœur, toutes pleines de terreurs et de troubles. Car, si nos précautions s’appliquent à notre faculté de juger et de vouloir, et à ses actes, aussitôt que nous avons la résolution de nous tenir sur nos gardes, nous avons en nous la puissance d’éviter le mal ; mais, si nos précautions s’appliquent aux choses qui ne dépendent pas de nous et ne relèvent point de notre arbitre, si nous cherchons à éviter ce qui est en la puissance d’autrui, nous voici condamnés aux terreurs, aux bouleversements, aux troubles de toute sorte. Car ce n’est pas la mort et la douleur que nous devons craindre, mais la crainte même de la douleur et de la mort. Aussi approuvons-nous celui qui a dit : « Le mal n’est pas de mourir, mais de mourir honteusement. »
C’est donc contre la mort que nous devrions être pleins d’assurance, et c’est contre la crainte de la mort que nous devrions nous tenir en garde. Eh bien ! au contraire, c’est la mort que nous cherchons à éviter ; mais à l’égard de l’opinion que nous nous faisons d’elle, il n’y a en nous qu’incurie, laisser-aller, et indifférence. La mort, la douleur, voilà ce que Socrate (et il avait raison de le faire) nommait des masques dont on s’effraie. Les enfants, en effet, s’effraient et s’épouvantent d’un masque, grâce à leur ignorance ; et nous, à notre tour, nous tremblons devant les objets pour la même raison que les enfants devant les masques. Qu’est-ce qu’être enfant ? C’est ignorer. Qu’est-ce qu’être enfant ? C’est ne pas savoir. Quand l’enfant sait, il ne fait pas plus mal que nous. Qu’est-ce que la mort ? Un masque qui t’effraie. Retourne-le ; regarde ce que c’est ; tu verras qu’il ne mord pas. Il faut que ton corps soit séparé de ton âme, aujourd’hui ou plus tard, comme il l’a été auparavant. Pourquoi te fâcher de ce que c’est aujourd’hui ? Si ce n’était pas aujourd’hui, ce serait plus tard. Et pourquoi en est-il ainsi ? Pour que s’accomplisse la révolution du monde, qui a besoin de choses actuelles, de choses futures et de choses passées. Qu’est-ce que la douleur ? Un masque qui t’effraie. Retourne-le, et vois ce que c’est. Ton corps est dans un mouvement pénible en ce moment, agréable en un autre. Si tu n’y trouves pas ton compte, la porte t’est ouverte ; si tu l’y trouves, prends patience. La porte nous est toujours ouverte. Il le fallait ; et c’est par là que rien ne peut nous gêner.
Que gagnons-nous donc à penser ainsi ? Ce qu’il y a forcément de meilleur et de plus convenable pour les gens qui ont la vraie science : nous y gagnons le calme, la sécurité, la liberté. Sur ce point, en effet, il ne faut pas s’en rapporter à la foule, qui prétend que les hommes libres seuls peuvent s’instruire ; mais bien plutôt aux philosophes, qui soutiennent que les gens instruits sont seuls libres. Et comment cela ? Le voici. La liberté est-elle autre chose que le pouvoir de vivre comme on le veut ? - Non. - Répondez-moi donc, ô mortels : voulez-vous vivre en vous trompant ? - Nous ne le voulons pas. - Donc quiconque se trompe n’est pas libre. Voulez-vous vivre tremblants de peur ? Voulez-vous vivre tristes ? Voulez-vous vivre bouleversés ? - Non. - Tous ceux donc qui tremblent, tous ceux qui sont tristes, tous ceux qui sont bouleversés ne sont pas libres ; tous ceux au contraire qui sont affranchis de la tristesse, de la crainte et des bouleversements, tous ceux-là sont par le même moyen affranchis de la servitude. Comment donc aurons-nous encore confiance en vous, ô chers législateurs ? Allons-nous n’accorder le droit de s’instruire qu’aux gens libres ? Mais les philosophes disent : « Nous n’accordons la liberté qu’à ceux qui sont instruits. » Et cela signifie que c’est Dieu lui-même qui ne l’accorde qu’à ceux-là, - Serait-ce donc ne rien faire que de faire faire à notre esclave un tour sur lui-même devant le préteur ? - C’est faire quelque chose. - Mais quoi ? - C’est lui faire faire un tour sur lui-même devant le préteur. - Pas autre chose ? - Si ; c’est encore s’obliger à payer le vingtième de sa valeur. - Mais quoi ! celui qu’on a conduit ainsi n’est-il pas devenu libre ? - Pas plus libre qu’il n’est exempt de trouble. Toi-même, en effet, qui peux ainsi conduire les autres devant le préteur, n’as-tu donc point des maîtres ? N’as-tu point pour maîtres l’argent, une jeune fille, un beau jeune homme, le prince, un ami du prince ? S’ils ne sont pas tes maîtres, pourquoi trembles-tu lorsque tu vas vers l’un d’entre eux ?
C’est pour cela que je vous dis si souvent : Voici ce que vous devez méditer, ce que vous devez toujours avoir présent à la pensée : Quelles sont les choses vis-à-vis desquelles sied l’assurance, et celles vis-à-vis desquelles siéent les précautions ? L’assurance sied dans les choses qui ne dépendent pas de notre libre arbitre ; les précautions dans les choses qui dépendent de notre libre arbitre. - Mais ne t’ai-je donc rien lu ? Ne sais-tu pas ce dont je suis capable ? - En fait de quoi ? En fait de belles paroles ! Garde tes belles paroles pour toi, et montre-moi où tu en es en fait de désirs et d’aversions ; montre-moi que tu ne manques jamais ce que tu veux avoir, que tu ne tombes jamais dans les choses que tu veux éviter. Quant à tes belles périodes, si tu as du bon sens, tu les prendras et tu les effaceras. - Mais quoi ! Socrate n’a-t-il pas écrit ? - Qui a écrit autant que lui ? Mais comment le faisait-il ? Comme il ne pouvait pas toujours avoir là quelqu’un pour lui réfuter ses opinions et pour lui donner les siennes à réfuter à leur tour, il s’examinait et se réfutait lui-même, et constamment il s’exerçait à appliquer dans la vie quelqu’un de ses principes. Voilà comment écrit un philosophe. Mais quant aux belles paroles et à la méthode dont je parle, il les laisse à d’autres, soit aux imbéciles, soit aux bienheureux qui ont du temps à perdre parce qu’ils sont enfin exempts de toute agitation, soit à ceux qui par légèreté d’esprit ne calculent pas les conséquences de ce qu’ils font.
Et maintenant, quand l’occasion t’y invitera, viendras-tu encore nous montrer toutes ces belles choses ? Viendras-tu nous les lire, et nous dire en te rengorgeant : « Voilà comme je compose des dialogues ? » Homme, ce n’est pas cela. Voici plutôt ce que tu dois dire : « Voilà comme je ne manque jamais ce que je désire, comme je ne tombe jamais dans ce que je veux éviter. Amène ici la mort, et tu verras ! Amène la souffrance, amène la prison, amène la perte de ma réputation, amène la condamnation ! » Voilà ce dont doit faire montre un jeune homme qui sort de l’école. Laisse le reste à d’autres ; qu’on ne t’en entende jamais parler ; ne permets pas qu’on te vante à son sujet. Crois que tu n’es rien et que tu ne sais rien. Ne montre en toi qu’une seule science, celle de ne pas manquer ce que tu désires, de ne pas tomber dans ce que tu veux éviter. Que d’autres pensent aux procès, aux problêmes, aux syllogismes ; ne pense, toi, qu’à la mort, à la prison, à la torture, à l’exil ; mais penses-y sans trembler, soumis à celui qui t’a appelé à un pareil sort, à celui qui t’a jugé digne d’être placé dans ce poste, pour y montrer ce que peut une âme raisonnable mise en face des forces qui échappent à l’action de notre volonté. Et c’est ainsi que ce paradoxe : « Il faut réunir les précautions et l’assurance, » ne paraîtra plus une chimère ni un paradoxe. Dans ce qui ne relève point de notre libre arbitre, soyons pleins d’assurance ; dans ce qui relève de lui, soyons sur nos gardes.
Concepts de ce passage
Affects
Voir la fiche détaillée
Filtrer la bibliothèque
Colère
Voir la fiche détaillée
Filtrer la bibliothèque
Aponie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Ataraxie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Soin de l’âme
Voir la fiche détaillée
Filtrer la bibliothèque
Courage
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mort
Voir la fiche détaillée
Filtrer la bibliothèque
Désir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Désespoir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dukkha
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éducation
Voir la fiche détaillée
Filtrer la bibliothèque
Examen réfutatif
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éther et champ
Voir la fiche détaillée
Filtrer la bibliothèque
Exil
Voir la fiche détaillée
Filtrer la bibliothèque
Foi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Famille
Voir la fiche détaillée
Filtrer la bibliothèque
Crainte
Voir la fiche détaillée
Filtrer la bibliothèque
Force
Voir la fiche détaillée
Filtrer la bibliothèque
Formes intelligibles
Voir la fiche détaillée
Filtrer la bibliothèque
Fortune
Voir la fiche détaillée
Filtrer la bibliothèque
Liberté
Voir la fiche détaillée
Filtrer la bibliothèque
Amitié
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dieu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Sagesse humaine
Voir la fiche détaillée
Filtrer la bibliothèque
Impressions et assentiment
Voir la fiche détaillée
Filtrer la bibliothèque
Jugement
Voir la fiche détaillée
Filtrer la bibliothèque
Justice
Voir la fiche détaillée
Filtrer la bibliothèque
Connaissance
Voir la fiche détaillée
Filtrer la bibliothèque
Loi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Li, justesse rituelle
Voir la fiche détaillée
Filtrer la bibliothèque
Libération
Voir la fiche détaillée
Filtrer la bibliothèque
Messie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Attention
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mode
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nature
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nécessité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Patience persévérante
Voir la fiche détaillée
Filtrer la bibliothèque
Exercice philosophique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Pauvreté et richesse
Voir la fiche détaillée
Filtrer la bibliothèque
Choix moral
Voir la fiche détaillée
Filtrer la bibliothèque
Choix prudent des plaisirs
Voir la fiche détaillée
Filtrer la bibliothèque
Raison
Voir la fiche détaillée
Filtrer la bibliothèque
Rôles et relations
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esclavage
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esprit
Voir la fiche détaillée
Filtrer la bibliothèque
Souffrance
Voir la fiche détaillée
Filtrer la bibliothèque
Temps
Voir la fiche détaillée
Filtrer la bibliothèque
Tranquillité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Guerre et paix
Voir la fiche détaillée
Filtrer la bibliothèque
Sagesse
Voir la fiche détaillée
Filtrer la bibliothèque