Domaine public
L’ouvrage et les traductions affichées sont signalées comme appartenant au domaine public ou issues d’une transcription ouverte.
Épictète
Entretiens d’Épictète, recueillis par Arrien Chapitre 10
Chapitre 92 sur 95
Référence canonique 4.10
Grec ancien
Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)
τίνων δεῖ καταφρονεῖν καὶ πρὸς τίνα διαφέρεσθαι. ἀπορία πᾶσι τοῖς ἀνθρώποις περὶ τὰ ἐκτὸς γίνεται, ἀμηχανία περὶ τὰ ἐκτός. τί ποιήσω; πῶς γένηται; πῶς ἀποβῇ; μὴ τόδε ἀπαντήσῃ, μὴ τόδε. πᾶσαι αὗται αἱ φωναὶ περὶ τὰ ἀπροαίρετα στρεφομένων εἰσίν· τίς γὰρ λέγει πῶς μὴ συγκατατιθῶμαι τῷ ψεύδει; πῶς μὴ ἀπονεύσω ἀπὸ τοῦ ἀληθοῦς; ἐὰν οὕτως ᾖ εὐφυής, ὥστε περὶ τούτων ἀγωνιᾶν, ὑπομνήσω αὐτὸν ὅτι τί ἀγωνιᾷς; ἐπὶ σοί ἐστιν· ἀσφαλὴς ἴσθι· μὴ πρὸ τοῦ ἐπάγειν τὸν φυσικὸν κανόνα προπήδα ἐν τῷ συγκατατίθεσθαι. πάλιν ἂν περὶ ὀρέξεως μὴ ἀγωνιᾷ, μὴ ἀτελὴς γένηται καὶ ἀποτευκτική, περὶ ἐκκλίσεως, μὴ περιπτωτική, πρῶτον μὲν αὐτὸν καταφιλήσω, ὅτι ἀφεὶς περὶ ἃ οἱ ἄλλοι ἐπτόηνται καὶ τοὺς ἐκείνων φόβους περὶ τῶν ἰδίων ἔργων πεφρόντικεν, ὅπου αὐτός ἐστιν· εἶτα ἐρῶ αὐτῷ εἰ μὴ θέλῃς ὀρέγεσθαι ἀποτευκτικῶς μηδʼ ἐκκλίνειν περιπτωτικῶς, μηδενὸς ὀρέγου τῶν ἀλλοτρίων, μηδὲν ἔκκλινε τῶν μὴ ἐπὶ σοί. εἰ δὲ μή, καὶ ἀποτυχεῖν καὶ περιπεσεῖν ἀνάγκη. ποία ἐνθάδʼ ἀπορία; ποῦ τόπον ἔχει πῶς γένηται; καὶ πῶς ἀποβῇ; καὶ μὴ ἀπαντήσῃ τόδε ἢ τόδε; νῦν οὐχὶ τὸ ἐκβησόμενον ἀπροαίρετον; - ναί. - ἡ δʼ οὐσία τοῦ ἀγαθοῦ καὶ κακοῦ ἐστιν ἐν τοῖς προαιρετικοῖς; - ναί. - ἔξεστιν οὖν σοι παντὶ τῷ ἀποβάντι χρῆσθαι κατὰ φύσιν; μή τις σε κωλῦσαι δύναται; - οὐδείς. - μηκέτι οὖν μοι λέγε πῶς γένηται; ὅπως γὰρ ἂν γένηται, σὺ αὐτὸ θήσεις καλῶς καὶ ἔσται σοι τὸ ἀποβὰν εὐτύχημα. ἢ τίς ἂν ἦν ὁ Ἡρακλῆς λέγων πῶς μοι μὴ μέγας λέων ἐπιφανῇ μηδὲ μέγας σῦς μηδὲ θηριώδεις ἄνθρωποι; καὶ τί σοι μέλει; ἂν μέγας σῦς ἐπιφανῇ, μεῖζον ἆθλον ἀθλήσεις· ἂν κακοὶ ἄνθρωποι, κακῶν ἀπαλλάξεις τὴν οἰκουμένην. - ἂν οὖν οὕτως ἀποθάνω; - ἀγαθὸς ὢν ἀποθανῇ, γενναίαν πρᾶξιν ἐπιτελῶν ἐπεὶ γὰρ δεῖ πάντως ἀποθανεῖν, ἀνάγκη τί ποτε ποιοῦντα εὑρεθῆναι, ἢ γεωργοῦντα ἢ σκάπτοντα ἢ ἐμπορευόμενον ἢ ὑπατεύοντα ἢ ἀπεπτοῦντα ἢ διαρροιζόμενον. τί οὖν θέλεις ποιῶν εὑρεθῆναι ὑπὸ τοῦ θανάτου; ἐγὼ μὲν τὸ ἐμὸν μέρος ἔργον τί ποτε ἀνθρωπικόν, εὐεργετικόν, κοινωφελές, γενναῖον. εἰ δὲ μὴ δύναμαι τὰ τηλικαῦτα ποιῶν εὑρεθῆναι, ἐκεῖνό γε τὸ ἀκώλυτον, τὸ διδόμενον, ἐμαυτὸν ἐπανορθῶν, ἐξεργαζόμενος τὴν δύναμιν τὴν χρηστικὴν τῶν φαντασιῶν, ἀπάθειαν ἐκπονῶν, ταῖς σχέσεσι τὰ οἰκεῖα ἀποδιδούς· εἰ οὕτως εὐτυχής εἰμι, καὶ τοῦ τρίτου τόπου παραπτόμενος, τοῦ περὶ τὴν τῶν κριμάτων ἀσφάλειαν. ἂν μετὰ τούτων με ὁ θάνατος καταλάβῃ, ἀρκεῖ μοι ἂν δύνωμαι πρὸς τὸν θεὸν ἀνατεῖναι τὰς χεῖρας, εἰπεῖν ὅτι ἃς ἔλαβον ἀφορμὰς παρὰ σοῦ πρὸς τὸ αἰσθέσθαι σου τῆς διοικήσεως καὶ ἀκολουθῆσαι αὐτῇ, τούτων οὐκ ἠμέλησα· οὐ κατῄσχυνά σε τὸ ἐμὸν μέρος. ἰδοῦ, πῶς κέχρημαι ταῖς αἰσθήσεσιν, ἰδοῦ, πῶς ταῖς προλήψεσιν. μή ποτέ σε ἐμεμψάμην, μή τι τῶν γινομένων τινὶ δυσηρέστησα ἢ ἄλλως γενέσθαι ἠθέλησα, μή τι τὰς σχέσεις παρέβην αι ; ὅ με σὺ ἐγέννησας, χάριν ἔχω, ὧν ἔδωκας· ἐφʼ ὅσον ἐχρησάμην τοῖς σοῖς, ἀρκεῖ μοι. πάλιν αὐτὰ ἀπόλαβε καὶ κατάταξον εἰς ἣν θέλεις χώραν. σὰ γὰρ ἦν πάντα, σύ μοι αὐτὰ δέδωκας. οὐκ ἀρκεῖ οὕτως ἔχοντα ἐξελθεῖν; καὶ τίς βίων κρείττων ἢ εὐσχημονέστερος τοῦ οὕτως ἔχοντος, ποία δὲ καταστροφὴ εὐδαιμονεστέρα; ἵνα δὲ ταῦτα γένηται, οὐ μικρὰ δέξασθαι οὐδὲ μικρῶν ἀποτυχεῖν. οὐ δύνασαι καὶ ὑπατεῦσαι θέλειν καὶ ταῦτα καὶ ἀγροὺς ἔχειν ἐσπουδακέναι καὶ ταῦτα καὶ τῶν δουλαρίων φροντίζειν καὶ σεαυτοῦ. ἀλλʼ ἄν τι τῶν ἀλλοτρίων θέλῃς, τὰ σὰ ἀπώλετο. αὕτη τοῦ πράγματος ἡ φύσις· προῖκα οὐδὲν γίνεται. καὶ τί θαυμαστόν; ἂν ὑπατεῦσαι θέλῃς, ἀγρυπνῆσαί σε δεῖ, περιδραμεῖν, τὰς χεῖρας καταφιλῆσαι, πρὸς ταῖς ἀλλοτρίαις θύραις κατασαπῆναι, πολλὰ μὲν εἰπεῖν, πολλὰ δὲ πρᾶξαι ἀνελεύθερα, δῶρα πέμψαι πολλοῖς, ξένια καθʼ ἡμέραν ἐνίοις· καὶ τί τὸ γινόμενόν ἐστιν; δώδεκα δεσμὰ ῥάβδων καὶ τρὶς ἢ τετράκις ἐπὶ βῆμα καθίσαι καὶ κιρκήσια δοῦναι καὶ σπυρίσιν δειπνίσαι. ἢ δειξάτω μοί τις, τί ἐστι παρὰ ταῦτα. ὑπὲρ ἀπαθείας οὖν, ὑπὲρ ἀταραξίας, ὑπὲρ τοῦ καθεύδοντα καθεύδειν, ἐγρηγορότα ἐγρηγορέναι, μὴ φοβεῖσθαι μηδέν, μὴ ἀγωνιᾶν ὑπὲρ μηδενὸς οὐδὲν ἀναλῶσαι θέλεις, οὐδὲν πονῆσαι; ἀλλʼ ἄν τι ἀπόληταί σου περὶ ταῦτα γινομένου ἢ ἀναλωθῇ κακῶς ἢ ἄλλος τύχῃ ὧν ἔδει σε τυχεῖν, εὐθὺς μὴ δηχθήσῃ ἐπὶ τῷ γενομένῳ; οὐκ ἀντιθήσεις, τί ἀντὶ τίνος λαμβάνεις, πόσον ἀντὶ πόσου; ἀλλὰ προῖκα θέλεις τὰ τηλικαῦτα λαβεῖν; καὶ πῶς δύνασαι; ἔργον ἔργῳ. οὐ δύνασαι καὶ τὰ ἐκτὸς ἔχειν ἐπιμελείας τετυχηκότα καὶ τὸ σαυτοῦ ἡγεμονικόν. εἰ δʼ ἐκεῖνα θέλεις, τοῦτο ἄφες· εἰ δὲ μή, οὔτε τοῦτο ἕξεις οὔτʼ ἐκεῖνα, περισπώμενος ἐπʼ ἀμφότερα. εἰ τοῦτο θέλεις, ἐκεῖνά σε ἀφεῖναι δεῖ. ἐκχεθήσεται τὸ ἔλαιον, ἀπολεῖται τὰ σκευάρια, ἀλλʼ ἐγὼ ἀπαθὴς ἔσομαι. ἐμπρησμὸς ἔσται ἐμοῦ μὴ παρόντος καὶ ἀπολεῖται τὰ βιβλία, ἀλλʼ ἐγὼ χρήσομαι ταῖς φαντασίαις κατὰ φύσιν. ἀλλʼ οὐχ ἕξω φαγεῖν. εἰ οὕτως τάλας εἰμί, λιμὴν τὸ ἀποθανεῖν. οὗτος δʼ ἐστὶν ὁ λιμὴν πάντων, ὁ θάνατος, αὕτη ἡ καταφυγή. διὰ τοῦτο οὐδὲν τῶν ἐν τῷ βίῳ χαλεπόν ἐστιν. ὅταν θέλῃς, ἐξῆλθες καὶ οὐ καπνίζῃ. τί οὖν ἀγωνιᾷς, τί ἀγρυπνεῖς; οὐχὶ δὲ εὐθὺς ἀναλογισάμενος, ποῦ σου τὸ ἀγαθόν ἐστι καὶ τὸ κακόν, λέγεις ὅτι ἐπʼ ἐμοὶ ἀμφότερα· οὔτε τούτου τις ἀφελέσθαι με δύναται οὔτʼ ἐκείνῳ ἄκοντα περιβαλεῖν. τί οὖν οὐ ῥέγχω βαλών; τὰ ἐμὰ ἀσφαλῶς ἔχει· τὰ ἀλλότρια ὄψεται αὐτὰ ὃς ἂν φέρῃ, ὡς ἂν διδῶται παρὰ τοῦ ἔχοντος ἐξουσίαν. τίς εἰμι ὁ θέλων αὐτὰ οὕτως ἔχειν ἢ οὕτως; μὴ γάρ μοι δέδοται ἐκλογὴ αὐτῶν; μὴ γὰρ ἐμέ τις αὐτῶν διοικητὴν πεποίηκεν; ἀρκεῖ μοι ὧν ἔχω ἐξουσίαν. ταῦτά με δεῖ κάλλιστα παρασκευάσαι, τὰ δʼ ἄλλα ὡς ἂν θέλῃ ὁ ἐκείνων κύριος. ταῦτά τις ἔχων πρὸ ὀφθαλμῶν ἀγρυπνεῖ, καὶ στρέφεται ἔνθα καὶ ἔνθα; τί θέλων ἢ τί ποθῶν; Πάτροκλον ἢ Ἀντίλοχον ἢ Μενέλαον; πότε γὰρ ἡγήσατο ἀθάνατόν τινα τῶν φίλων; πότε γὰρ οὐκ εἶχεν πρὸ ὀφθαλμῶν, ὅτι αὔριον ἢ εἰς τρίτην δεῖ ἢ αὐτὸν ἀποθανεῖν ἢ ἐκεῖνον; ναί, φησίν, ἀλλʼ ᾤμην, ὅτι ἐκεῖνος ἐπιβιώσεταί μοι καὶ αὐξήσει μου τὸν υἱόν. μωρὸς γὰρ ἦς καὶ τὰ ἄδηλα ᾤου. τί οὖν οὐκ ἐγκαλεῖς σεαυτῷ, ἀλλὰ κλαίων κάθησαι ὡς τὰ κοράσια; ἀλλʼ ἐκεῖνός μοι φαγεῖν παρετίθει. ἔζη γάρ, μωρέ· νῦν δʼ οὐ δύναται. ἀλλʼ Αὐτομέδων σοι παραθήσει· ἂν δὲ καὶ Αὐτομέδων ἀποθάνῃ, ἄλλον εὑρήσεις. ἂν δʼ ἡ χύτρα, ἐν ᾗ ἥψετό σοι τὸ κρέας, καταγῇ, λιμῷ σε δεῖ ἀποθανεῖν, ὅτι μὴ ἔχεις τὴν συνήθη χύτραν; οὐ πέμπεις καὶ ἄλλην καινὴν ἀγοράζεις; οὐ μὲν γάρ τι, φησίν, κακώτερον ἄλλο πάθοιμι. τοῦτο γάρ σοι κακόν ἐστιν; εἶτʼ ἀφεὶς τοῦτο ἐξελεῖν αἰτιᾷ τὴν μητέρα, ὅτι σοι οὐ προεῖπεν, ἵνʼ ὀδυνώμενος ἐξ ἐκείνου διατελῇς; τί δοκεῖτε; μὴ ἐπίτηδες ταῦτα συνθεῖναι Ὅμηρον, ἵνʼ ἴδωμεν, ὅτι οἱ εὐγενέστατοι, οἱ ἰσχυρότατοι, οἱ πλουσιώτατοι, οἱ εὐμορφότατοι, ὅταν οἷα δεῖ δόγματα μὴ ἔχωσιν, οὐδὲν κωλύονται ἀθλιώτατοι εἶναι καὶ δυστυχέστατοι;
Anglais
George Long · George Long, The Discourses of Epictetus (1877)
what things we ought to despise, and what things we ought to value.
The difficulties of all men are about external things, their helplessness is, about externals. What shall I do, how will it be, how will it turn out, will this happen, will that? All these are the words of those who are turning themselves to things which are not within the power of the will. For who says, How shall I not assent to that which is false? how shall I not turn away from the truth? If a man be of such a good disposition as to be anxious about these things, I will remind him of this, Why are you anxious? The thing is in your own power: be assured: do not be precipitate in assenting before you apply the natural rule. On the other side, if a man is anxious (uneasy) about desire, lest it fail in its purpose and miss its end, and with respect to the avoidance of things, lest he should fall into that which he would avoid, I will first kiss (love) him, because he throws away the things about which others are in a flutter (others desire) and their fears, and employs his thoughts about his own affairs and his own condition. Then I shall say to him, if you do not choose to desire that which you will fail to obtain nor to attempt to avoid that into which you will fall, desire nothing which belongs to (which is in the power of) others, nor try to avoid any of the things which are not in your power. If you do not observe this rule, you must of necessity fail in your desires and fall into that which you would avoid. What is the difficulty here? where is there room for the words, How will it be? and How will it turn out? and will this happen or that?
Now is not that which will happen independent of the will? Yes. And the nature of good and of evil is it not in the things which are within the power of the will? Yes. Is it in your power then to treat according to nature every thing which happens? Can any person hinder you? No man. No longer then say to me, How will it be? For however it may be, you will dispose of it well, and the result to you will be a fortunate one. What would Hercules have been if he said, How shall a great lion not appear to me, or a great boar, or savage men? And what do you care for that? If a great boar appear, you will fight a greater fight: if bad men appear, you will relieve the earth of the bad. Suppose then that I lose my life in this way. You will die a good man, doing a noble act. For since we must certainly die, of necessity a man must be found doing something, either following the employment of a husbandman, or digging, or trading, or serving in a consulship or suffering from indigestion or from diarrhœa. What then do you wish to be doing when you are found by death? I for my part would wish to be found doing something which belongs to a man, beneficent, suitable to the general interest, noble. But if I cannot be found doing things so great, I would be found doing at least that which I cannot be hindered from doing, that which is permitted me to do, correcting myself, cultivating the faculty which makes use of appearances, labouring at freedom from the affects (labouring at tranquillity of mind), rendering to the relations of life their due; if I succeed so far, also (I would be found) touching on (advancing to) the third topic (or head) safety in the forming judgments about things. If death surprises me when I am busy about these things, it is enough for me if I can stretch out my hands to God and say: The means which I have received from thee for seeing thy administration (of the world) and following it, I have not neglected: I have not dishonoured thee by my acts: see how I have used my perceptions, see how I have used my preconceptions: have I ever blamed thee? have I been discontented with any thing that happens, or wished it to be otherwise? have I wished to transgress the (established) relations (of things)? That thou hast given me life, I thank thee for what thou hast given: so long as I have used the things which are thine I am content; take them back and place them wherever thou mayest choose; for thine were all things, thou gavest them to me - Is it not enough to depart in this state of mind, and what life is better and more becoming than that of a man who is in this state of mind? and what end is more happy?
But that this may be done (that such a declaration may be made), a man must receive (bear) no small things, nor are the things small which he must lose (go without). You cannot both wish to be a consul and to have these things (the power of making such a dying speech), and to be eager to have lands, and these things also; and to be solicitous about slaves and about yourself. But if you wish for any thing which belongs to another, that which is your own is lost. This is the nature of the thing: nothing is given or had for nothing. And where is the wonder? If you wish to be a consul, you must keep awake, run about, kiss hands, waste yourself with exhaustion at other men's doors, say and do many things unworthy of a free man, send gifts to many, daily presents to some. And what is the thing that is got? Twelve bundles of rods (the consular fasces), to sit three or four times on the tribunal, to exhibit the games in the Circus and to give suppers in small baskets. Or, if you do not agree about this, let some one show me what there is besides these things. In order then to secure freedom from passions ( ἀπαφείας ), tranquillity, to sleep well when you do sleep, to be really awake when you are awake, to fear nothing, to be anxious about nothing, will you spend nothing and give no labour? But if any thing belonging to you be lost while you are thus busied, or be wasted badly, or another obtains what you ought to have obtained, will you immediately be vexed at what has happened? Will you not take into the account on the other side what you receive and for what, how much for how much? Do you expect to have for nothing things so great? And how can you? One work (thing) has no community with another. You cannot have both external things after bestowing care on them and your own ruling faculty: but if you would have those, give up this. If you do not, you will have neither this nor that, while you are drawn in different ways to both. The oil will be spilled, the household vessels will perish: (that may be), but I shall be free from passions (tranquil). - There will be a fire when I am not present, and the books will be destroyed: but I shall treat appearances according to nature - Well; but I shall have nothing to eat. If I am so unlucky, death is a harbour; and death is the harbour for all; this is the place of refuge; and for this reason not one of the things in life is difficult: as soon as you choose, you are out of the house, and are smoked no more. Why then are you anxious, why do you lose your sleep, why do you not straightway, after considering wherein your good is and your evil, say, Both of them are in my power? Neither can any man deprive me of the good, nor involve me in the bad against my will. Why do I not throw myself down and snore? for all that I have is safe. As to the things which belong to others, he will look to them who gets them, as they may be given by him who has the power. Who am I who wish to have them in this way or in that? is a power of selecting them given to me? has any person made me the dispenser of them? Those things are enough for me over which I have power: I ought to manage them as well as I can: and all the rest, as the master of them (God) may choose.
When a man has these things before his eyes, does he keep awake and turn hither and thither? What would he have, or what does he regret, Patroclus or Antilochus or Menelaus? For when did he suppose that any of his friends was immortal, and when had he not before his eyes that on the morrow or the day after he or his friend must die? Yes, he says, but I thought that he would survive me and bring up my son. - You were a fool for that reason, and you were thinking of what was uncertain. Why then do you not blame yourself, and sit crying like girls? - But he used to set my food before me. - Because he was alive, you fool, but now he cannot: but Automedon will set it before you, and if Automedon also dies, you will find another. But if the pot, in which your meat was cooked, should be broken, must you die of hunger, because you have not the pot which you are accustomed to? Do you not send and buy a new pot? He says:
No greater ill than this could fall on me. (Iliad xix. 321.)
Why is this your ill? Do you then instead of removing it blame your mother (Thetis) for not foretelling it to you that you might continue grieving from that time? What do you think? do you not suppose that Homer wrote this that we may learn that those of noblest birth, the strongest and the richest, the most handsome, when they have not the opinions which they ought to have, are not prevented from being most wretched and unfortunate?
Français
Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)
C’est au sujet des choses extérieures que tous les hommes sont dans l’embarras ; c’est au sujet des choses extérieures qu’ils sont dans l’inquiétude. « Que ferai-je ? (disent-ils.) Qu’arrivera-t-il ? Qu’en résultera-t-il ? Ah ! que ceci ne se rencontre pas, et cela non plus ! » Toutes ces paroles sont celles de gens qui se préoccupent des choses en dehors de leur libre arbitre. Dit-on, en effet : « Comment ne pas adhérer au mensonge ? Comment ne pas m’écarter de la vérité ? » Non ; et, si quelqu’un était assez heureusement doué pour s’en tourmenter, je lui dirais, en forme de représentations : « Pourquoi te tourmenter ? Ces choses-là dépendent de toi. Rassure-toi : tu n’as qu’âne pas te hâter de juger avant d’avoir appliqué la règle naturelle. » De même, s’il se tourmentait au sujet de ses désirs, de peur de rester en route et de manquer à les satisfaire ; ou bien, au sujet de ses aversions, de peur de tomber dans ce qu’il veut éviter ; je commencerais par l’embrasser, parce qu’il aurait laissé de côté tout ce qui tourne la tête aux autres et tout ce qui les effraie, pour ne s’occuper que de ses actes personnels, dans lesquels il est vraiment lui ; puis je lui dirais : « Si tu veux ne jamais échouer dans tes désirs, ne jamais tomber dans ce que tu cherches à éviter, ne désire plus rien de ce qui n’est pas à toi, ne cherche plus à éviter ce qui n’est pas en ton pouvoir. Sinon, force te sera d’échouer dans tes désirs et de tomber dans ce que tu veux éviter. » Cela fait, quel embarras y a-t-il pour nous ? Quelle place trouver encore pour les « Qu’arrivera-t-il ? Qu’en résultera-t-il ? Ah ! que ceci ou cela ne se rencontrent pas ? »
Maintenant, ce qui doit arriver n’est-il pas en dehors de ton libre arbitre ? - Oui. - Mais le bien et le mal réels ne sont-ils pas dans ce qui dépend de ton libre arbitre ? - Oui. - En plus, n’est-il pas en ton pouvoir de tirer de tout ce qui t’arrive un parti conforme à la nature ? Quelqu’un peut-il t’en empêcher ? - Non. - Ne me dis donc plus : « Qu’aririvera-t-il ? » Car, quelque chose qui arrive, tu en feras un bien, et l’événement sera une bonne fortune pour toi. Qu’aurait été Hercule, s’il avait dit : « Ah ! qu’il ne se présente pas à moi un grand lion, un grand sanglier, ou des hommes qui ressemblent à des bêtes sauvages ! » Que t’importe, en effet ? s’il se présente à toi un grand sanglier, tu en livreras un plus grand combat ; s’il se présente à toi des méchants, tu purgeras la terre de méchants. - Mais si je meurs à la peine ! - Tu mourras en homme de cœur, dans l’accomplissement d’une noble tâche. Puisque de toute façon tu dois mourir, il faut bien que la mort te trouve en train de quelque chose, entrain de labourer, de creuser, de vendre, d’être consul, d’avoir une indigestion ou un cours de ventre. Eh bien ! en train de quoi veux-tu que la mort te trouve ? Je veux, pour ma part, que ce soit dans une occupation digne d’un homme, dans un acte de bienfaisance, dans un acte utile à tous, dans un acte noble. Si je ne puis être trouvé par elle dans une telle occupation, je veux du moins (car c’est là une chose que nul ne peut em pêcher, et qui m’a été donnée) qu’elle me trouve en train de me corriger moi-même, en train de perfectionner en moi la faculté qui fait emploi des idées, en train de travailler à me délivrer de tout trouble, en train de faire ce que demande chacune de mes relations sociales ; et, si j’ai assez de chance pour cela, en train de m’occuper d’une troisième chose, la solidité de mes jugements.
Si la mort me surprend au milieu de tout cela, il me suffit de pouvoir élever mes mains vers Dieu et lui dire : « Les moyens que tu m’avais donnés de comprendre ton gouvernement, et de m’y conformer, je ne les ai pas négligés. Tu n’as pas eu à rougir de moi. Voici l’usage que j’ai fait de mes sensations ; voici celui que j’ai fait de mes notions à priori. T’ai-je jamais adressé un reproche ? Me suis-je jamais emporté contre les événements ? Les ai-je jamais désirés autres ? Ai-je manqué à quelqu’un de mes devoirs ? Je te remercie de m’avoir fait naître ; je te remercie de tes présents ; le temps que j’ai eu pour jouir de tes dons me suffit. Reprends-les, et mets-les où tu voudras. Ils étaient tous à toi ; c’est toi qui me les avais faits. » N’est-ce pas assez de partir dans de pareils sentiments ? Peut-on vivre mieux et plus honorablement que celui qui les a ? Peut-on mourir plus heureusement ?
Pour en arriver là, il y a de grandes choses à perdre, si l’on y en gagne de grandes. Tu ne peux prétendre tout à la fois au consulat et à ces sentiments, chercher à avoir tout à la fois des terres et ces sentiments, t’occuper tout ensemble de tes esclaves et de toi-même. Si tu veux avoir ce qui n’est pas à toi, tu perds ce qui est à toi. Telle est la nature de la chose ; et rien ne s’obtient pour rien. Et qu’y a-t-il là d’étonnant ? Si tu veux être consul, il te faut veiller, courir à droite et à gau che, baiser certaines mains, pourrir aux portes d’autrui, dire et faire bien des choses indignes d’un homme libre, envoyer des présents à un bon nombre d’individus, et même à quelques-uns des cadeaux tous les jours. Et à quoi arrives-tu par là ? À avoir douze faisceaux de verges, à siéger trois ou quatre fois dans un tribunal, à donner des jeux dans le Cirque, à servir des repas dans des corbeilles. Montre-moi à quoi tu arrives en plus ? Eh bien ! pour être exempt de troubles et d’agitations, pour dormir réellement quand tu dors, pour être vraiment éveillé quand tu veilles, pour ne rien redouter et ne te tourmenter de rien, ne consentiras-tu à perdre quelque chose, à te donner quelque peine ? Et, si quelque chose chez toi se perd ou se dépense mal, tandis que tu es ainsi occupé, ou si quelque autre obtient ce que tu devais obtenir, te chagrineras-tu bien vite de ce qui sera arrivé ? Ne mettras-tu pas ce que tu gagnes en regard de ce que tu perds ? le prix de l’un en regard du prix de l’autre ? Voudrais-tu gagner de si grands biens, sans qu’il t’en coutât rien ? Ces deux choses ne vont pas l’une avec l’autre. Tu ne peux pas t’occuper tout à la fois des objets extérieurs et de ton âme. Si tu veux les premiers, renonce à la seconde ; autrement tu n’auras ni eux ni elle, partagé que tu seras entre les deux partis. Si tu veux ton âme, il te faut renoncer aux objets extérieurs. Mon huile se trouvera répandue, et mes meubles détruits ; mais moi je serai sans trouble. Le feu prendra en mon absence, et mes livres seront détruits, mais moi je ferai des idées un usage conforme à la nature. - « Mais je n’aurai pas de quoi manger (dit-on) ! » - Si je suis aussi malheureux, j’ai un port : c’est la mort. La mort ! voilà le port, voilà le refuge de tous. C’est pour cela que rien de ce qui est dans la vie n’est pénible : lorsque tu le veux, tu pars, et la fumée ne te gêne plus. Pourquoi donc te tourmentes-tu ? Pourquoi restes-tu sans dormir ? Pourquoi ne dis-tu pas tout de suite, en considérant où sont tes biens et tes maux : « Les uns et les autres dépendent de moi. Personne ne peut m’enlever ceux-là ; personne ne peut me jeter malgré moi dans ceux-ci. Qui m’empêche donc de m’étendre à terre et de ronfler ? Ce qui est à moi est en sûreté. Quant aux choses qui ne sont pas à moi, leur soin regarde qui les a obtenues, selon que les distribue celui au pouvoir de qui elles sont. Qui suis-je donc, moi, pour vouloir qu’elles soient de cette façon-ci ou de cette façon-là ? Est-ce que le choix m’en a été donné ? Est-ce que quelqu’un m’en a fait l’administrateur ? Il me suffit de ce qui est en ma puissance. Voilà ce qu’il me faut arranger le mieux possible. Mais pour le reste, à la volonté de celui qui en est le maître ! »
Quand on a tout cela devant les yeux, reste-t-on sans dormir, à se retourner de çà, de là ? En vue de quoi le ferait-on ? Ou dans le désir de quoi ? Dans le désir de posséder Patrocle, Antiloque ou Ménélas ? Mais quand a-t-on cru ses amis immortels ? Quand n’a-t-on pas eu devant les yeux que, demain ou après-demain, il nous faudra mourir, nous ou notre ami ? « Oui, dit Achille ; mais je pensais qu’il me survivrait, et qu’il élèverait mon fils. » C’est que tu étais un sot, et que tu croyais ce qui n’était nullement évident. Pourquoi ne pas t’en prendre à toi-même, au lieu de rester assis à pleurer, comme une femmelette ? - « Mais c’était lui qui m’apportait ma nourriture ! » - C’est qu’il vivait alors, sot que tu es ! Maintenant il ne peut plus te l’apporter ; mais Automédon le fera ; et, si Automédon meurt, tu trouveras qui le remplace. Si la marmite, où cuisait ta viande, est venue à se briser, te faut-il mourir de faim, parce que tu n’as plus ta marmite habituelle ? Pourquoi n’envoies-tu pas en acheter une nouvelle ? - « Mais, dit Achille, il ne pouvait rien m’arriver de plus fâcheux. » - Est-ce que c’est là un mal pour toi ? Vas-tu donc, loin d’écarter tes regrets, reprocher à ta mère de ne pas t’avoir averti, et passer désormais ta vie dans les larmes ?
Que vous en semble ? Homère n’a-t-il pas composé ce morceau tout exprès pour que nous vissions que les plus nobles, les plus forts, les plus riches, les plus beaux, quand ils n’ont pas les principes qu’ils doivent avoir, n’ont rien qui les préserve d’être très-malheureux et très-misérables ?
Concepts de ce passage
Affects
Voir la fiche détaillée
Filtrer la bibliothèque
Colère
Voir la fiche détaillée
Filtrer la bibliothèque
Aponie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Aporie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Ataraxie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Bienfait
Voir la fiche détaillée
Filtrer la bibliothèque
Soin de l’âme
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mort
Voir la fiche détaillée
Filtrer la bibliothèque
Désir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dukkha
Voir la fiche détaillée
Filtrer la bibliothèque
Devoir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éducation
Voir la fiche détaillée
Filtrer la bibliothèque
Foi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Famille
Voir la fiche détaillée
Filtrer la bibliothèque
Crainte
Voir la fiche détaillée
Filtrer la bibliothèque
Fortune
Voir la fiche détaillée
Filtrer la bibliothèque
Liberté
Voir la fiche détaillée
Filtrer la bibliothèque
Amitié
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dieu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Honnête et utile
Voir la fiche détaillée
Filtrer la bibliothèque
Impressions et assentiment
Voir la fiche détaillée
Filtrer la bibliothèque
Jugement
Voir la fiche détaillée
Filtrer la bibliothèque
Loi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Libération
Voir la fiche détaillée
Filtrer la bibliothèque
Amour
Voir la fiche détaillée
Filtrer la bibliothèque
Attention
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nature
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nécessité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éros philosophique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Exercice philosophique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Pauvreté et richesse
Voir la fiche détaillée
Filtrer la bibliothèque
Choix moral
Voir la fiche détaillée
Filtrer la bibliothèque
Raison
Voir la fiche détaillée
Filtrer la bibliothèque
Rôles et relations
Voir la fiche détaillée
Filtrer la bibliothèque
Service
Voir la fiche détaillée
Filtrer la bibliothèque
Péché
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esclavage
Voir la fiche détaillée
Filtrer la bibliothèque
Souffrance
Voir la fiche détaillée
Filtrer la bibliothèque
Temps
Voir la fiche détaillée
Filtrer la bibliothèque
Tranquillité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Vérité
Voir la fiche détaillée
Filtrer la bibliothèque
Vertu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Guerre et paix
Voir la fiche détaillée
Filtrer la bibliothèque
Sagesse
Voir la fiche détaillée
Filtrer la bibliothèque