Passage potentiellement protégé
En consultant ce texte, vous reconnaissez disposer du droit de l’utiliser à titre personnel et éducatif. Ne reproduisez pas son contenu. Si ce livre vous accompagne, achetez-le pour soutenir l’auteur ou ses ayants droit.
Plutarque
Propos de table Section 3
Section 94 sur 260
Référence canonique 4.1.3
Grec ancien
τοῦ δὲ Φιλίνου ταῦτʼ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν διιστάντας ἀπὸ τῆς ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δʼ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τἀλλότριον . ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθʼ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα δἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρʼ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτʼ ἄλλα κύτισὸν τʼ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν λύφυλλον, κότινον, σχῖνον , μελίαν, λεύκην , ἀρίαν , δρῦν, κιττόν, ἐρίκην , πρόμαλον, ῥάμνον, φλόμον , ἀνθέρικον, κισθόν, φηγόν, θύμα , θύμβραν. τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δʼ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην , ἃ δὴ παμφάγα τʼ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς ; ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους ὡς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δʼ ἐπὶ πικρὸν ὄρουσεν, ὀξὺ δʼ ἐπʼ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω δὲ καὶ ἄλλου ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. εἴτε μὴ τοῦτʼ ἐστίν, ἀλλʼ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δʼ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας. εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ γῆς καὶ θαλάττης εἰς ταὐτὸ συγκεραννύντος καλὸν γὰρ ταῦτʼ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον , ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δʼ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δʼ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδʼ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγʼ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν· · ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθʼ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον , ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δʼ ἣδιον εὐορεκτότερον ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς ·; ης· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δʼ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπʼ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.
Anglais
Thomas Creech, 1874
Philinus having ended his discourse, Marcion said: In my opinion, not only those that separate profit from honesty are obnoxious to Socrates’s curse, but those also that separate pleasure from health, as if it were its enemy and opposite, and not its great friend and promoter. Pain we use but seldom and unwillingly, as the most violent instrument. But from all things else, none, though he would willingly, can remove pleasure. It still attends when we eat, sleep, bathe, or anoint, and takes care of and nurses the diseased; dissipating all that is hurtful and disagreeable, by applying that which is proper, pleasing, and natural. For what pain, what want, what poison so quickly and so easily cures a disease as seasonable bathing? A glass of wine, when a man wants it, or a dish of palatable meat, presently frees us from all disturbing particles, and settles nature in its proper state, there being as it were a calm and serenity spread over the troubled humors. But those remedies that are painful do hardly and only by little and little promote the cure, every difficulty pushing on and forcing Nature. And therefore let not Philinus blame us, if we do not make all the sail we can to fly from pleasure, but more diligently endeavor to make pleasure and health, than other philosophers do to make pleasure and honesty, agree. Now, in my opinion, Philinus, you seem to be out in your first argument, where you suppose the beasts use more simple food and are more healthy than men; neither of which is true. The first the goats in Eupolis confute, for they extol their pasture as full of variety and all sorts of herbs, in this manner, We feed almost on every kind of trees, Young firs, the ilex, and the oak we crop: Sweet trefoil, fragrant juniper, and yew, Wild olives, thyme, - all freely yield their store. These that I have mentioned are very different in taste, smell, and other qualities, and he reckons more sorts which I have omitted. The second Homer skilfully refutes, when he tells us that the plague first began amongst the beasts. Besides, the shortness of their lives proves that they are very subject to diseases; for there is scarce any irrational creature long lived, besides the crow and the chough; and those two every one knows do not confine themselves to simple food, but eat any thing. Besides, you take no good rule to judge what is easy and what is hard of digestion from the diet of those that are sick; for labor and exercise, and even to chew our meat well, contribute very much to digestion, neither of which can agree with a man in a fever. Again, that the variety of meats, by reason of the different qualities of the particulars, should disagree and spoil one another, you have no reason to fear. For if Nature chooses from dissimilar bodies what is fit and agree able, the diverse nourishment transmits many and sundry qualities into the mass and bulk of the body, applying to every part that which is meet and fit; so that, as Empedocles words it, The sweet runs to the sweet, the sour combines With sour, the sharp with sharp, the hot with hot; and after the mixture is spread through the mass by the heat which is in the spirit, the proper parts are separated and applied to the proper members. Indeed, it is very probable that such bodies as ours, consisting of parts of different natures, should be nourished and built up rather of various than of simple matter. But if by concoction there is an alteration made in the food, this will be more easily performed when there are different sorts of meat, than when there is only one, in the stomach; for similars cannot work upon similars, and the very contrariety in the mixture considerably promotes the alteration of the enfeebled qualities. But if, Philinus, you are against all mixture, do not chide Philo only for the variety of his dishes and sauces, but also for using mixture in his sovereign antidotes, which Erasistratus calls the Gods’ hands. Convince him of absurdity and vanity, when he mixes things vegetable, mineral, and animal, and things from sea and land, in one potion; and advise him to let these alone, and to confine all physic to barley-broth, gourds, and oil mixed with water. But you urge farther, that variety enticeth the appetite that hath no command over itself. That is, good sir, cleanly, wholesome, sweet, palatable, pleasing diet makes us eat and drink more than ordinary. Why then, instead of fine flour, do not we thicken our broth with coarse bran? And instead of asparagus, why do we not dress nettle-tops and thistles; and leaving this fragrant and pleasant wine, drink sour harsh liquor that gnats have been buzzing about a long while? Because, perhaps you may reply, wholesome feeding doth not consist in a perfect avoiding of all that is pleasing, but in moderating the appetite in that respect, and making it prefer profit before pleasure. But, sir, as a mariner has a thousand ways to avoid a stiff gale of wind, but when it is clear down and a perfect calm, cannot raise it again; thus to correct and restrain our extravagant appetite is no hard matter, but when it grows weak and faint, when it fails as to its proper objects, then to raise it and make it vigorous and active again is, sir, a very difficult and hard task. And therefore variety of viands is as much better than simple food, which is apt to satisfy by being but of one sort, as it is easier to stop Nature when she makes too much speed, than to force her on when languishing and faint. Beside, what some say, that fulness is more to be avoided than emptiness, is not true; but, on the contrary, fulness then only hurts when it ends in a surfeit or disease; but emptiness, though it doth no other mischief, is of itself unnatural. And let this suffice as an answer to what you proposed. But you who stick to salt and cummin have forgot, that variety is sweeter and more desired by the appetite, unless too sweet. For, the sight preparing the way, it is soon assimilated to the eager receiving body; but that which is not desirable Nature either throws off again, or keeps it in for mere want. But pray observe this, that I do not plead for variety in tarts, cakes, or sauces; - those are vain, insignificant, and superfluous things; - but even Plato allowed variety to those fine citizens of his, setting before them onions, olives, leeks, cheese, and all sorts of meat and fish, and besides these, allowed them some dried fruits.
Français Traduction générée par IA, non officielle
Codex gpt-5.6-sol · Traduction de travail non officielle · 2026-09-13
Philinus ayant achevé son discours, Marcion dit : À mon avis, la malédiction de Socrate ne frappe pas seulement ceux qui séparent l'utile de l'honnête, mais aussi ceux qui séparent le plaisir de la santé, comme s'il en était l'ennemi et le contraire, et non le grand ami et le promoteur. Nous n'usons de la douleur que rarement et à contrecœur, comme de l'instrument le plus violent. Mais de toutes les autres choses, nul ne peut, même s'il le voulait, retrancher le plaisir. Il nous accompagne toujours lorsque nous mangeons, dormons, nous baignons ou nous oignons d'huile ; il prend soin des malades et les réconforte, dissipant tout ce qui est nuisible et désagréable par l'application de ce qui est approprié, plaisant et naturel. Quelle douleur, quelle privation, quel poison guérit donc une maladie aussi vite et aussi aisément qu'un bain pris au moment opportun ? Un verre de vin, lorsqu'un homme en a besoin, ou un plat savoureux le délivre aussitôt de toutes les particules qui le troublent et rétablit la nature dans son état propre, comme si le calme et la sérénité se répandaient sur les humeurs agitées. Les remèdes douloureux, eux, ne favorisent la guérison qu'avec peine et peu à peu, chaque difficulté pressant et contraignant la Nature. Que Philinus ne nous reproche donc pas de ne pas déployer toutes nos voiles pour fuir le plaisir, mais de nous employer plus soigneusement à accorder le plaisir avec la santé que d'autres philosophes ne le font pour accorder le plaisir avec l'honnêteté.
À présent, Philinus, il me semble que tu te trompes dans ton premier argument, lorsque tu supposes que les bêtes ont une nourriture plus simple et jouissent d'une meilleure santé que les hommes ; ni l'un ni l'autre n'est vrai. Sur le premier point, les chèvres d'Eupolis te réfutent, car elles célèbrent leur pâture, riche d'une grande variété et de toutes sortes d'herbes, en ces termes :
Nous nous nourrissons de presque toute espèce d'arbres,
Nous broutons les jeunes sapins, l'yeuse et le chêne ;
Le doux trèfle, le genévrier odorant et l'if,
Les oliviers sauvages, le thym, tous livrent librement leurs richesses.
Les aliments que je viens de mentionner diffèrent beaucoup par le goût, l'odeur et leurs autres qualités, et le poète en énumère encore d'autres que j'ai omis. Sur le second point, Homère le réfute habilement lorsqu'il nous dit que la peste commença par les bêtes. En outre, la brièveté de leur vie prouve qu'elles sont très sujettes aux maladies ; car il n'est presque aucun animal privé de raison qui vive longtemps, hormis la corneille et le choucas, et chacun sait que ces deux-là ne s'en tiennent pas à une nourriture simple, mais mangent de tout. D'ailleurs, le régime des malades ne te fournit pas une bonne règle pour juger de ce qui se digère facilement ou difficilement ; car le travail, l'exercice et même le soin de bien mâcher nos aliments contribuent beaucoup à la digestion, et rien de cela ne convient à un homme qui a la fièvre.
Tu n'as pas davantage de raison de craindre que la variété des aliments, à cause des qualités différentes de chacun, ne les rende incompatibles et ne les gâte mutuellement. Car si la Nature choisit dans des corps dissemblables ce qui est approprié et compatible, cette nourriture diverse transmet de multiples qualités à la masse et au volume du corps, appliquant à chaque partie ce qui lui convient ; de sorte que, selon les mots d'Empédocle :
Le doux court vers le doux, l'aigre s'unit
À l'aigre, l'âpre à l'âpre, le chaud au chaud.
Après que la chaleur présente dans le souffle a répandu le mélange à travers toute la masse, les parties appropriées sont séparées et appliquées aux membres qui leur correspondent. Il est en effet très probable que des corps tels que les nôtres, composés de parties de natures différentes, soient nourris et constitués de matières variées plutôt que d'une matière simple. Mais si la coction produit une altération des aliments, celle-ci s'accomplira plus aisément lorsqu'il se trouve dans l'estomac différentes sortes de nourriture que lorsqu'il n'y en a qu'une ; car les semblables ne peuvent agir sur les semblables, tandis que l'opposition même des éléments mêlés contribue considérablement à l'altération de leurs qualités affaiblies.
Mais si, Philinus, tu es hostile à tout mélange, ne blâme pas seulement Philon pour la variété de ses plats et de ses sauces ; blâme-le aussi de recourir aux mélanges dans ses antidotes souverains, qu'Érasistrate appelle les mains des dieux. Convaincs-le d'absurdité et de vanité lorsqu'il réunit dans une même potion des substances végétales, minérales et animales, venues de la mer et de la terre ; conseille-lui de les laisser de côté et de réduire toute la médecine à la tisane d'orge, aux courges et à l'huile mêlée d'eau.
Mais tu insistes encore : la variété excite l'appétit, qui n'a aucune maîtrise de lui-même. Autrement dit, mon bon monsieur, une nourriture propre, saine, douce, savoureuse et plaisante nous fait manger et boire plus qu'à l'ordinaire. Pourquoi donc ne pas épaissir notre bouillon avec du gros son plutôt qu'avec de la fine farine ? Pourquoi ne pas apprêter des pousses d'ortie et des chardons au lieu d'asperges ? Et pourquoi, délaissant ce vin parfumé et agréable, ne pas boire une piquette aigre et âpre autour de laquelle les moucherons bourdonnent depuis longtemps ? Peut-être répondras-tu qu'une alimentation saine ne consiste pas à éviter absolument tout ce qui plaît, mais à modérer l'appétit à cet égard et à lui faire préférer l'utile au plaisir.
Mais, monsieur, de même qu'un marin dispose de mille moyens pour éviter un fort coup de vent, mais ne peut le faire renaître lorsque le ciel est tout à fait serein et le calme parfait, de même il n'est pas difficile de corriger et de contenir notre appétit lorsqu'il est excessif ; mais lorsqu'il s'affaiblit et languit, lorsqu'il délaisse ses objets propres, le ranimer et lui rendre force et activité est une tâche fort difficile et pénible. La variété des mets vaut donc d'autant mieux qu'une nourriture simple, laquelle rassasie aisément parce qu'elle ne présente qu'une seule sorte, qu'il est plus facile d'arrêter la Nature lorsqu'elle va trop vite que de la contraindre à avancer lorsqu'elle languit et défaille. En outre, ce que disent certains, à savoir qu'il faut davantage éviter la satiété que le manque, n'est pas vrai. Au contraire, la satiété ne nuit que lorsqu'elle aboutit à l'indigestion ou à la maladie ; le manque, même s'il ne cause aucun autre mal, est en lui-même contraire à la nature.
Que cela suffise pour répondre à ce que tu as avancé. Mais vous qui vous en tenez au sel et au cumin, vous oubliez que la variété est plus douce et plus recherchée par l'appétit, pourvu qu'elle ne soit pas excessivement douce. La vue lui ayant préparé la voie, elle est bientôt assimilée par le corps empressé à la recevoir ; mais ce qui n'est pas désirable, la Nature le rejette ou ne le conserve que par pure nécessité. Remarquez toutefois que je ne plaide pas pour la variété dans les tartes, les gâteaux ou les sauces : ce sont choses vaines, insignifiantes et superflues. Mais Platon lui-même accordait de la variété à ses beaux citoyens, en plaçant devant eux des oignons, des olives, des poireaux, du fromage, toutes sortes de viandes et de poissons, et en leur permettant encore quelques fruits secs.
Concepts de ce passage
Colère
Voir la fiche détaillée
Filtrer la bibliothèque
Angoisse
Voir la fiche détaillée
Filtrer la bibliothèque
Soin de l’âme
Voir la fiche détaillée
Filtrer la bibliothèque
Comparaison des caractères
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mort
Voir la fiche détaillée
Filtrer la bibliothèque
Désir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Examen réfutatif
Voir la fiche détaillée
Filtrer la bibliothèque
Éther et champ
Voir la fiche détaillée
Filtrer la bibliothèque
Foi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Famille
Voir la fiche détaillée
Filtrer la bibliothèque
Crainte
Voir la fiche détaillée
Filtrer la bibliothèque
Formes intelligibles
Voir la fiche détaillée
Filtrer la bibliothèque
Liberté
Voir la fiche détaillée
Filtrer la bibliothèque
Amitié
Voir la fiche détaillée
Filtrer la bibliothèque
Dieu
Voir la fiche détaillée
Filtrer la bibliothèque
Jugement
Voir la fiche détaillée
Filtrer la bibliothèque
Loi
Voir la fiche détaillée
Filtrer la bibliothèque
Messie
Voir la fiche détaillée
Filtrer la bibliothèque
Attention
Voir la fiche détaillée
Filtrer la bibliothèque
Mode
Voir la fiche détaillée
Filtrer la bibliothèque
Nature
Voir la fiche détaillée
Filtrer la bibliothèque
Exercice philosophique
Voir la fiche détaillée
Filtrer la bibliothèque
Plaisir
Voir la fiche détaillée
Filtrer la bibliothèque
Prière
Voir la fiche détaillée
Filtrer la bibliothèque
Jugement probable
Voir la fiche détaillée
Filtrer la bibliothèque
Raison
Voir la fiche détaillée
Filtrer la bibliothèque
Service
Voir la fiche détaillée
Filtrer la bibliothèque
Suffisance simple
Voir la fiche détaillée
Filtrer la bibliothèque
Péché
Voir la fiche détaillée
Filtrer la bibliothèque
Esprit
Voir la fiche détaillée
Filtrer la bibliothèque
Souffrance
Voir la fiche détaillée
Filtrer la bibliothèque
Temps
Voir la fiche détaillée
Filtrer la bibliothèque
Sagesse
Voir la fiche détaillée
Filtrer la bibliothèque