Domaine public L’ouvrage et les traductions affichées sont signalées comme appartenant au domaine public ou issues d’une transcription ouverte.

Épictète

Entretiens d’Épictète, recueillis par Arrien Chapitre 1

Chapitre 57 sur 95

Référence canonique 3.1

Grec ancien

Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)

περὶ καλλωπισμοῦ. εἰσιόντος τινὸς πρὸς αὐτὸν νεανίσκου ῥητορικοῦ περιεργότερον ἡρμοσμένου τὴν κόμην καὶ τὴν ἄλλην περιβολὴν κατακοσμοῦντος Εἰπέ μοι, ἔφη, εἰ οὐ δοκοῦσίν σοι κύνες τʼ εἶναι καλοί τινες καὶ ἵπποι καὶ οὕτως τῶν ἄλλων ζῴων ἕκαστον; - δοκοῦσιν, ἔφη. - οὐκοῦν καὶ ἄνθρωποι οἱ μὲν καλοί, οἱ δʼ αἰσχροί; - πῶς γὰρ οὔ; - πότερον οὖν κατὰ τὸ αὐτὸ ἕκαστα τούτων ἐν τῷ αὐτῷ γένει καλὰ προσαγορεύομεν ἢ ἰδίως ἕκαστον; οὕτως δʼ ὄψει αὐτό. ἐπειδὴ πρὸς ἄλλο μὲν ὁρῶμεν κύνα πεφυκότα, πρὸς ἄλλο ν δʼ ἵππον, πρὸς ἄλλο δʼ εἰ οὕτως τύχοι ἀηδόνα, καθόλου μὲν οὐκ ἀτόπως ἀποφήναιτʼ ἄν τις ἕκαστον τηνικαῦτα καλὸν εἶναι, ὁπότε κατὰ τὴν αὑτοῦ φύσιν κράτιστʼ ἔχοι· ἐπεὶ δʼ ἡ φύσις ἑκάστου διάφορός ἐστιν, διαφόρως εἶναί μοι δοκεῖ ἕκαστον αὐτῶν καλόν· ἢ γὰρ οὔ; - ὡμολόγει. - οὐκ οὖν ὅπερ κύνα ποιεῖ καλόν, τοῦτο ἵππον αἰσχρόν, ὅπερ δʼ ἵππον καλόν, τοῦτο κύνα αἰσχρόν, εἴ γε διάφοροι αἱ φύσεις εἰσὶν αὐτῶν; - ἔοικεν. - καὶ γὰρ τὸ παγκρατιαστὴν οἶμαι ποιοῦν καλὸν τοῦτο παλαιστὴν οὐκ ἀγαθὸν ποιεῖ, δρομέα δὲ καὶ γελοιότατον· καὶ ὁ πρὸς πενταθλίαν καλὸς ὁ αὐτὸς οὗτος πρὸς πάλην αἴσχιστος; - οὕτως, ἔφη. - τί οὖν ποιεῖ ἄνθρωπον καλὸν ἢ ὅπερ τῷ γένει καὶ κύνα καὶ ἵππον; - τοῦτο, ἔφη. - τί οὖν ποιεῖ κύνα καλόν; ἡ ἀρετὴ ἡ κυνὸς παροῦσα. τί ἵππον; ἡ ἀρετὴ ἡ ἵππου παροῦσα. τί οὖν ἄνθρωπον; μή ποθʼ ἡ ἀρετὴ ἡ ἀνθρώπου παροῦσα; καὶ σὺ οὖν εἰ θέλεις καλὸς εἶναι, νεανίσκε, τοῦτο ἐκπόνει, τὴν ἀρετὴν τὴν ἀνθρωπικήν. - τίς δʼ ἐστὶν αὕτη; - ὅρα, τίνας αὐτὸς ἐπαινεῖς, ὅταν δίχα πάθους τινὰς ἐπαινῇς· πότερα τοὺς δικαίους ἢ τοὺς ἀδίκους; - τοὺς δικαίους. - πότερον τοὺς σώφρονας ἢ τοὺς ἀκολάστους; - τοὺς σώφρονας. - τοὺς ἐγκρατεῖς δʼ ἢ τοὺς ἀκρατεῖς; - τοὺς ἐγκρατεῖς. - οὐκοῦν τοιοῦτόν τινα ποιῶν σαυτὸν ἴσθι ὅτι καλὸν ποιήσεις· μέχρις δʼ ἂν τούτων ἀμελῇς, αἰσχρόν σʼ εἶναι ἀνάγκη, κἂν πάντα μηχανᾷ ὑπὲρ τοῦ φαίνεσθαί σε καλόν. ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω· ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδʼ εἰσελεύσῃ· ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐ ρ γὼ δʼ οὐκ ὠφελήσω σʼ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δʼ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος. πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθʼ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις· τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ; οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δʼ ἄλλοι νέοι ἐφʼ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν; τινά ποτʼ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι· τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με - τίνος εἴπω; - σχῆμα ἔχοντα ἐσιώπα. ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο· σὺ δʼ αὐτὸ ἐρεῖς τόθʼ, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι. τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί· ἀλλʼ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας; καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτʼ εἰ πεισθήσῃ μοι οὔτʼ εἰ μή· ἐκεῖνος δʼ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν. - διὰ τί δʼ εἶπεν; - διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δʼ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος; Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλʼ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει; ἄν μʼ ἀφῆτε, φησίν, ἐπὶ τούτοις, ἵνα μηκέτι ταῦτα πράσσω ἃ νῦν, οὐκ ἀνέξομαι οὐδʼ ἀνήσω· ἀλλὰ καὶ νέῳ καὶ πρεσβυτέρῳ καὶ ἁπλῶς ἀεὶ τῷ ἐντυγχάνοντι προσελθὼν πεύσομαι ταῦτα ἃ καὶ νῦν πυνθάνομαι, πολὺ δὲ μάλιστα ὑμῶν, φησί, τῶν πολιτῶν, ὅτι ἐγγυτέρω μου γένει ἐστέ. οὕτως περίεργος εἶ, ὦ Σώκρατες, καὶ πολυπράγμων; τί δέ σοι μέλει, τί ποιοῦμεν; οἷον καὶ λέγεις; κοινωνός μου ὢν καὶ συγγενὴς ἀμελεῖς σεαυτοῦ καὶ τῇ πόλει παρέχεις πολίτην κακὸν καὶ τοῖς συγγενέσι συγγενῆ καὶ τοῖς γείτοσι γείτονα. σὺ οὖν τίς εἶ; ἐνταῦθα μέγα ἐστὶ τὸ εἰπεῖν ὅτι οὗτός εἰμι, ᾧ δεῖ μέλειν ἀνθρώπων. οὐδὲ γὰρ λέοντι τὸ τυχὸν βοίδιον τολμᾷ ἀντιστῆναι αὐτῷ· ἂν δʼ ὁ ταῦρος προσελθὼν ἀνθίστηται, λέγε αὐτῷ, ἄν σοι δόξῃ ς , σὺ δὲ τίς εἶ; καὶ τί σοὶ μέλει; ἄνθρωπε, ἐν παντὶ γένει φύεταί τι ἐξαίρετον· ἐν βουσίν, ἐν κυσίν, ἐν μελίσσαις, ἐν ἵπποις. μὴ δὴ λέγε τῷ ἐξαιρέτῳ σὺ οὖν τί εἶ; εἰ δὲ μή, ἐρεῖ σοι φωνήν ποθεν λαβὸν ἐγώ εἰμι τοιοῦτον οἷον ἐν ἱματίῳ πορφύρα· μή μʼ ἀξίου ὅμοιον εἶναι τοῖς ἄλλοις ἢ τῇ φύσει μου μέμφου, ὅτι με διαφέροντα παρὰ τοὺς ἄλλους ἐποίησεν. τί οὖν; ἐγὼ τοιοῦτος; πόθεν; σὺ γὰρ τοιοῦτος οἷος ἀκούειν τἀληθῆ; ὤφελεν. ἀλλʼ ὅμως ἐπεί πως κατεκρίθην πώγωνα ἔχειν πολιὸν καὶ τρίβωνα καὶ σὺ εἰσέρχῃ πρὸς ἐμὲ ὡς πρὸς φιλόσοφον, οὐ χρήσομαί σοι ὠμῶς οὐδʼ ἀπογνωστικῶς, ἀλλʼ ἐρῶ· νεανίσκε, τίνα θέλεις καλὸν ποιεῖν; γνῶθι πρῶτον τίς εἶ καὶ οὕτως κόσμει σεαυτόν. ἄνθρωπος εἶ· τοῦτο δʼ ἐστὶ θνητὸν ζῷον χρηστικὸν φαντασίαις λογικῶς. τὸ δὲ λογικῶς τί ἐστιν; φύσει ὁμολογουμένως καὶ τελέως. τί οὖν ἐξαίρετον ἔχεις; τὸ ζῷον; οὔ. τὸ θνητόν; οὔ. τὸ χρηστικὸν φαντασίαις; οὔ. τὸ λογικὸν ἔχεις ἐξαίρετον· τοῦτο κόσμει καὶ καλλώπιζε· τὴν κόμην δʼ ἄφες τῷ πλάσαντι ὡς αὐτὸς ἠθέλησεν. ἄγε, τίνας ἄλλας ἔχεις προσηγορίας; ἀνὴρ εἶ ἢ γυνή; - ἀνήρ. - ἄνδρα οὖν καλλώπιζε, μὴ γυναῖκα. ἐκείνη φύσει λεία γέγονε καὶ τρυφερά· κἂν ἔχῃ τρίχας πολλάς, τέρας ἐστὶ καὶ ἐν τοῖς τέρασιν ἐν Ῥώμῃ δείκνυται. τοῦτο δʼ ἐπʼ ἀνδρός ἐστι τὸ μὴ ἔχειν· κἂν μὲν φύσει μὴ ἔχῃ, τέρας ἐστίν, ἂν δʼ αὐτὸς ἑαυτοῦ ἐκκόπτῃ καὶ ἀποτίλλῃ, τί αὐτὸν ποιήσωμεν; ποῦ αὐτὸν δείξωμεν καὶ τί προγράψωμεν; δείξω ὑμῖν ἄνδρα, ὃς θέλει μᾶλλον γυνὴ εἶναι ἢ ἀνήρ. ὦ δεινοῦ θεάματος· οὐδεὶς οὐχὶ θαυμάσει τὴν προγραφήν· νὴ τὸν Δία, οἶμαι ὅτι αὐτοὶ οἱ τιλλόμενοι οὐ παρακολουθοῦντες, ὅτι τοῦτʼ αὐτό ἐστιν, ὃ ποιοῦσιν, ποιοῦσιν. ἄνθρωπε, τί ἔχεις ἐγκαλέσαι σου τῇ φύσει; ὅτι σε ἄνδρα ἐγέννησεν; τί οὖν; πάσας ἔδει γυναῖκας γεννῆσαι; καὶ τί ἂν ὄφελος ἦν σοι τοῦ κοσμεῖσθαι; τίνι ἂν ἐκοσμοῦ, εἰ πάντες ἦσαν γυναῖκες; ἀλλʼ οὐκ ἀρέσκει σοι τὸ πραγμάτιον· ὅλον διʼ ὅλων αὐτὸ ποίησον· ἆρον - τί ποτʼ ἐκεῖνο; - τὸ αἴτιον τῶν τριχῶν· ποίησον εἰς ἅπαντα σαυτὸν γυναῖκα, ἵνα μὴ πλανώμεθα, μὴ τὸ μὲν ἥμισυ ἀνδρός, τὸ δʼ ἥμισυ γυναικός. τίνι θέλεις ἀρέσαι; τοῖς γυναικαρίοις; ὡς ἀνὴρ αὐτοῖς ἄρεσον. ναί· ἀλλὰ τοῖς λείοις χαίρουσιν. οὐκ ἀπάγξῃ; καὶ εἰ τοῖς κιναίδοις ἔχαιρον, ἐγένου ἂν κίναιδος; τοῦτό σοι τὸ ἔργον ἐστίν, ἐπὶ τοῦτο ἐγεννήθης, ἵνα σοι αἱ γυναῖκες αἱ ἀκόλαστοι χαίρωσιν; τοιοῦτόν σε θῶμεν πολίτην Κορινθίων, κἂν οὕτως τύχῃ, ἀστυνόμον ἢ ἐφήβαρχον ἢ στρατηγὸν ἢ ἀγωνοθέτην; ἄγε καὶ γαμήσας τίλλεσθαι μέλλεις; τίνι καὶ ἐπὶ τί; καὶ παιδία ποιήσας εἶτα κἀκεῖνα τιλλόμενα ἡμῖν εἰσάξεις εἰς τὸ πολίτευμα; καλὸς πολίτης καὶ βουλευτὴς καὶ ῥήτωρ. τοιούτους δεῖ νέους εὔχεσθαι ἡμῖν φύεσθαι καὶ ἀνατρέφεσθαι; μή, τοὺς θεούς σοι, νεανίσκε· ἀλλʼ ἅπαξ ἀκούσας τῶν λόγων τούτων ἀπελθὼν σαυτῷ εἰπὲ ταῦτά μοι Ἐπίκτητος οὐκ εἴρηκεν· πόθεν γὰρ ἐκείνῳ; ἀλλὰ θεός τίς ποτʼ εὐμενὴς διʼ ἐκείνου. οὐδὲ γὰρ ἂν ἐπῆλθεν Ἐπικτήτῳ ταῦτα εἰπεῖν οὐκ εἰωθότι λέγειν πρὸς οὐδένα. ἄγε οὖν τῷ θεῷ πεισθῶμεν, ἵνα μὴ θεοχόλωτοι ὦμεν. οὔ· ἀλλʼ ἂν μὲν κόραξ κραυγάζων σημαίνῃ σοί τι, οὐχ ὁ κόραξ ἐστὶν ὁ σημαίνων, ἀλλʼ ὁ θεὸς διʼ αὐτοῦ· ἂν δὲ διʼ ἀνθρωπίνης φωνῆς σημαίνῃ τι, τὸν ἄνθρωπον ποιήσει λέγειν σοι ταῦτα, ἵνʼ ἀγνοῇς τὴν δύναμιν τοῦ δαιμονίου, ὅτι τοῖς μὲν οὕτως, τοῖς δʼ ἐκείνως σημαίνει, περὶ δὲ τῶν μεγίστων καὶ κυριωτάτων διὰ καλλίστου ἀγγέλου σημαίνει; τί ἐστιν ἄλλο, ὃ λέγει ὁ ποιητής; ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες ἐύσκοπον ἀργειφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν. ὁ Ἑρμῆς καταβὰς ἔμελλεν αὐτῷ λέγειν ταῦτα καὶ σοὶ νῦν λέγουσιν οἱ θεοὶ ταῦτα Ἑρμείαν πέμψαντες διάκτορον ἀργειφόντην μὴ ἐκστρέφειν τὰ καλῶς ἔχοντα μηδὲ περιεργάζεσθαι, ἀλλʼ ἀφεῖναι τὸν ἄνδρα ἄνδρα, τὴν γυναῖκα γυναῖκα, τὸν καλὸν ἄνθρωπον ὡς καλὸν ἄνθρωπον, τὸν αἰσχρὸν ὡς ἄνθρωπον αἰσχρόν. ὅτι οὐκ εἶ κρέας οὐδὲ τρίχες, ἀλλὰ προαίρεσις· ταύτην ἂν σχῇς καλήν, τότʼ ἔστι καλός. μέχρι δὲ νῦν οὐ τολμῶ σοι λέγειν, ὅτι αἰσχρὸς εἶ· δοκεῖς γάρ μοι πάντα θέλειν ἀκοῦσαι ἢ τοῦτο. ἀλλʼ ὅρα, τί λέγει Σωκράτης τῷ καλλίστῳ πάντων καὶ ὡραιοτάτῳ Ἀλκιβιάδῃ· πειρῶ οὖν καλὸς εἶναι. τί αὐτῷ λέγει; πλάσσε σου τὴν κόμην καὶ τίλλε σου τὰ σκέλη; μὴ γένοιτο· ἀλλὰ κόσμει σου τὴν προαίρεσιν, ἔξαιρε τὰ φαῦλα δόγματα. τὸ σωμάτιον οὖν πῶς; ὡς πέφυκεν. ἄλλῳ τούτων ἐμέλησεν· ἐκείνῳ ἐπί σ τρεψον. - τί οὖν; ἀκάθαρτον δεῖ εἶναι; - μὴ γένοιτο· ἀλλʼ ὃς εἶ καὶ πέφυκας, τοῦτον κάθαιρε, ἄνδρα ὡς ἄνδρα καθάριον εἶναι, γυναῖκα ὡς γυναῖκα, παιδίον ὡς παιδίον. οὔ· ἀλλὰ καὶ τοῦ λέοντος ἐκτίλωμεν τὴν κόμην, ἵνα μὴ ἀκάθαρτος ᾖ, καὶ τοῦ ἀλεκτρυόνος τὸν λόφον· δεῖ γὰρ καὶ τοῦτον καθάριον εἶναι. ἀλλʼ ὡς ἀλεκτρυόνα καὶ ἐκεῖνον ὡς λέοντα καὶ τὸν κυνηγετικὸν κύνα ὡς κυνηγετικόν.

Anglais

George Long · George Long, The Discourses of Epictetus (1877)

A certain young man a rhetorician came to see Epictetus, with his hair dressed more carefully than was usual and his attire in an ornamental style; whereupon Epictetus said, Tell me if you do not think that some dogs are beautiful and some horses, and so of all other animals. I do think so, the youth replied. Are not then some men also beautiful and others ugly? Certainly. Do we then for the same reason call each of them in the same kind beautiful, or each beautiful for something peculiar? And you will judge of this matter thus. Since we see a dog naturally formed for one thing, and a horse for another, and for another still, as an example, a nightingale, we may generally and not improperly declare each of them to be beautiful then when it is most excellent according to its nature; but since the nature of each is different, each of them seems to me to be beautiful in a different way. Is it not so? He admitted that it was. That then which makes a dog beautiful, makes a horse ugly; and that which makes a horse beautiful, makes a dog ugly, if it is true that their natures are different. It seems to be so. For I think that what makes a Pancratiast beautiful, makes a wrestler to be not good, and a runner to be most ridiculous; and he who is beautiful for the Pentathlon, is very ugly for wrestling. It is so said he. What then makes a man beautiful? Is it that which in its kind makes both a dog and a horse beautiful? It is, he said. What then makes a dog beautiful? The possession of the excellence of a dog. And what makes a horse beautiful? The possession of the excellence of a horse. What then makes a man beautiful? Is it not the possession of the excellence of a man? And do you then, if you wish to be beautiful, young man, labour at this, the acquisition of human excellence. But what is this? Observe whom you yourself praise, when you praise many persons without partiality: do you praise the just or the unjust? The just. Whether do you praise the moderate or the immoderate? The moderate. And the temperate or the intemperate? The temperate. If then you make yourself such a person, you will know that you will make yourself beautiful: but so long as you neglect these things, you must be ugly ( αἰσχρόν ), even though you contrive all you can to appear beautiful.

Further I do not know what to say to you: for if I say to you what I think, I shall offend you, and you will perhaps leave the school and not return to it: and if I do not say what I think, see how I shall be acting, if you come to me to be improved, and I shall not improve you at all, and if you come to me as to a philosopher, and I shall say nothing to you as a philosopher. And how cruel it is to you to leave you uncorrected. If at any time afterwards you shall acquire sense, you will with good reason blame me and say, What did Epictetus observe in me that when he saw me in such a plight coming to him in such a scandalous condition, he neglected me and never said a word? did he so much despair of me? was I not young? was I not able to listen to reason? and how many other young men at this age commit many like errors? I hear that a certain Polemon from being a most dissolute youth underwent such a great change. Well, suppose that he did not think that I should be a Polemon; yet he might have set my hair right, he might have stripped off my decorations, he might have stopped me from plucking the hair out of my body; but when he saw me dressed like - what shall I say? - he kept silent. I do not say like what; but you will say when you come to your senses, and shall know what it is, and what persons use such a dress.

If you bring this charge against me hereafter, what defence shall I make? Why, shall I say that the man will not be persuaded by me? Was Laius persuaded by Apollo? Did he not go away and get drunk and show no care for the oracle? Well then for this reason did Apollo refuse to tell him the truth? I indeed do not know, whether you will be persuaded by me or not; but Apollo knew most certainly that Laius would not be persuaded and yet he spoke. But why did he speak? I say in reply, But why is he Apollo, and why does he deliver oracles, and why has he fixed himself in this place as a prophet and source of truth and for the inhabitants of the world to resort to him? and why are the words Know yourself written in front of the temple, though no person takes any notice of them?

Did Socrates persuade all his hearers to take care of themselves? Not the thousandth part. But however, after he had been placed in this position by the deity, as he himself says, he never left it. But what does he say even to his judges? "If you acquit me on these conditions that I no longer do that which I do now, I will not consent and I will not desist; but I will go up both to young and to old, and, to speak plainly, to every man whom I meet, and I will ask the questions which I ask now; and most particularly will I do this to you my fellow citizens, because you are more nearly related to me." - Are you so curious, Socrates, and such a busy-body? and how does it concern you how we act? and what is it that you say? Being of the same community and of the same kin, you neglect yourself, and show yourself a bad citizen to the state, and a bad kinsman to your kinsmen, and a bad neighbour to your neighbours. Who then are you? - Here it is a great thing to say, "I am he whose duty it is to take care of men; for it is not every little heifer which dares to resist a lion; but if the bull comes up and resists him, say to the bull, if you choose, 'and who are you, and what business have you here?'" Man, in every kind there is produced something which excels; in oxen, in dogs, in bees, in horses. Do not then say to that which excels, Who then are you? If you do, it will find a voice in some way and say, I am such a thing as the purple in a garment: do not expect me to be like the others, or blame my nature that it has made me different from the rest of men.

What then? am I such a man? Certainly not. And are you such a man as can listen to the truth? I wish you were. But however since in a manner I have been condemned to wear a white beard and a cloak, and you come to me as to a philosopher, I will not treat you in a cruel way nor yet as if I despaired of you, but I will say, Young man, whom do you wish to make beautiful? In the first place, know who you are and then adorn yourself appropriately. You are a human being; and this is a mortal animal which has the power of using appearances rationally. But what is meant by 'rationally'? Conformably to nature and completely. What then do you possess which is peculiar? Is it the animal part? No. Is it the condition of mortality? No. Is it the power of using appearances? No. You possess the rational faculty as a peculiar thing: adorn and beautify this; but leave your hair to him who made it as he chose. Come, what other appellations have you? Are you man or woman? Man. Adorn yourself then as man, not as woman. Woman is naturally smooth and delicate; and if she has much hair (on her body), she is a monster and is exhibited at Rome among monsters. And in a man it is monstrous not to have hair; and if he has no hair, he is a monster; but if he cuts off his hairs and plucks them out, what shall we do with him? where shall we exhibit him? and under what name shall we show him? I will exhibit to you a man who chooses to be a woman rather than a man. What a terrible sight! There is no man who will not wonder at such a notice. Indeed I think that the men who pluck out their hairs do what they do without knowing what they do. Man what fault have you to find with your nature? That it made you a man? What then? was it fit that nature should make all human creatures women? and what advantage in that case would you have had in being adorned? for whom would you have adorned yourself, if all human creatures were women? But you are not pleased with the matter: set to work then upon the whole business. Take away - what is its name? - that which is the cause of the hairs: make yourself a woman in all respects, that we may not be mistaken: do not make one half man, and the other half woman. Whom do you wish to please? The women? Please them as a man. Well; but they like smooth men. Will you not hang yourself? and if women took delight in catamites, would you become one? Is this Is this your business? were you born for this purpose, that dissolute women should delight in you? Shall we make such a one as you a citizen of Corinth and perchance a praefect of the city, or chief of the youth, or general or superintendent of the games? Well, and when you have taken a wife, do you intend to have your hairs plucked out? To please whom and for what purpose? And when you have begotten children, will you introduce them also into the state with the habit of plucking their hairs? A beautiful citizen, and senator and rhetorician. We ought to pray that such young men be born among us and brought up.

Do not so, I intreat you by the Gods, young man: but when you have once heard these words, go away and say to yourself, 'Epictetus has not said this to me; for how could he? but some propitious God through him: for it would never have come into his thoughts to say this, since he is not accustomed to talk thus with any person. Come then let us obey God, that we may not be subject to his anger.' You say, No. But (I say), if a crow by his croaking signifies any thing to you, it is not the crow which signifies, but God through the crow; and if he signifies any thing through a human voice, will he not cause the man to say this to you, that you may know the power of the divinity, that he signifies to some in this way, and to others in that way, and concerning the greatest things and the chief he signifies through the noblest messenger? What else is it which the poet says:

For we ourselves have warned him, and have sent. Hermes the careful watcher, Argus' slayer, The husband not to kill nor wed the wife.

Was Hermes going to descend from heaven to say this to him (Aegisthus)? And now the Gods say this to you and send the messenger, the slayer of Argus, to warn you not to pervert that which is well arranged, nor to busy yourself about it, but to allow a man to be a man, and a woman to be a woman, a beautiful man to be as a beautiful man, and an ugly man as an ugly man, for you are not flesh and hair, but you are will ( προαίρεσις ); and if your will is beautiful, then you will be beautiful. But up to the present time I dare not tell you that you are ugly, for I think that you are readier to hear anything than this. But see what Socrates says to the most beautiful and blooming of men Alcibiades: Try then to be beautiful. What does he say to him? Dress your hair and pluck the hairs from your legs? Nothing of that kind. But adorn your will, take away bad opinions. How with the body? Leave it as it is by nature. Another has looked after these things: intrust them to him. What then, must a man be uncleaned? Certainly not; but what you are and are made by nature, cleanse this. A man should be cleanly as a man, a woman as a woman, a child as a child. You say no: but let us also pluck out the lion's mane, that he may not be uncleaned, and the cock's comb for he also ought to be cleaned. Granted, but as a cock, and the lion as a lion, and the hunting dog as a hunting dog.

Français

Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)

Un jeune homme qui étudiait la rhétorique s’était présenté à lui ; ses cheveux étaient arrangés avec un grand art, et toute sa toilette était recherchée. Réponds-moi, lui dit-il : N’y a-t-il pas des chiens et des chevaux qui te semblent beaux ? D’autres qui te semblent laids ? Et n’en est-il pas de même dans toutes les autres espèces d’animaux ? - Je le trouve, dit l’étudiant. - N’y a-t-il pas aussi des hommes qui te semblent beaux, et d’autres qui te semblent laids ? - Et comment ne serait-ce pas ? - Est-ce donc pour la même cause que nous appelons chacun de ces êtres beau dans son genre, ou chacun d’eux l’est-il pour une cause particulière ? Voici qui te fera voir ce qu’il en est. Nous voyons que le chien est né pour une certaine fin, le cheval pour une autre, et le rossignol, je le prends au hasard, pour une autre encore. On a donc le droit de dire d’une manière générale que chaque être est beau, quand il a les perfections qui sont dans sa nature ; et, comme la nature de chaque espèce d’êtres est différente, il me semble aussi que chacune d’elles a sa beauté différente. Cela n’est-il pas vrai ? - Oui. - Ce qui fait donc la beauté du chien, fait la laideur du cheval ; et ce qui fait la beauté du cheval, fait la laideur du chien, puisque leurs natures sont différentes. - Cela me semble. - Ce qui fait la beauté de l’athlète au Pancrace, ne fait pas le bon lutteur, et ferait un coureur ridicule ; et le même homme qui est beau dans le Pentathle, est fort laid dans la lutte. - Cela est vrai. - Qu’est-ce donc qui fait la beauté de l’homme, si ce n’est ce qui fait la beauté du chien et du cheval, chacun dans leur genre ? - C’est cela même. - Qu’est-ce donc qui fait la beauté d’un chien ? La présence de ce qui est la perfection du chien. Et la beauté d’un cheval ? La présence de ce qui est la perfection du cheval. Qui fera donc celle d’un homme, si ce n’est la présence de la perfection humaine ? Si donc, jeune homme, tu veux être beau, cherche à acquérir la perfection humaine. Mais quelle est-elle ? Vois quels sont ceux-que tu loues lorsque tu loues impartialement. Sont-ce les hommes justes ou les hommes injustes ? - Les justes. - Les hommes chastes ou les libertins ? - Les hommes chastes. - Ceux qui sont maîtres d’eux-mêmes ou ceux qui ne le sont pas ? - Ceux qui en sont maîtres. - Te rendre tel, sache-le donc, c’est te faire beau ; si tu y manques, tu, seras laid inévitablement, alors même que tu emploierais tous les moyens pour être beau en apparence.

Je ne sais plus que te dire après cela ; car, si je te dis ce que je pense, je te fâcherai, et tu me quitteras, peut-être pour ne plus revenir ; et, si je ne te le dis pas, vois un peu ce que j’aurai fait : tu seras venu vers moi, pour que je te serve à quelque chose, et je ne t’aurai servi à rien ; tu seras venu à moi comme à un philosophe, et je ne t’aurai pas parlé comme un philosophe. N’est-ce pas de la cruauté à ton égard que de te laisser sans te corriger ? Si plus tard tu devenais raisonnable, tu aurais le droit de me faire des reproches. « Qu’est-ce qu’Épictète a donc aperçu en moi (pourrais-tu dire), pour que, me voyant venir à lui tel que j’étais, il m’ait ainsi laissé avec mes défauts, sans jamais me dire même un seul mot ? A-t-il donc tant désespéré de moi ? N’étais-je pas jeune ? N’écoutais-je pas ce qu’on me disait ? Combien n’y a-t-il pas d’autres jeunes gens à qui l’âge fait faire souvent les mêmes fautes qu’à moi ? J’ai entendu dire qu’un certain Polémon, de jeune libertin qu’il était, s’était converti ainsi. Admettons qu’Épictète n’ait pas cru que je pouvais être un Polémon, mais du moins il pouvait corriger ma façon de me coiffer ; il pouvait m’enlever mes colliers, me faire renoncer à m’épiler ; et il s’est tu, quand il me voyait, dirai-je avec quel accoutrement ?

Je ne te dis pas, moi, à qui convient cet accoutrement ; mais tu le diras, toi, quand tu seras revenu à toi-même ; tu sauras alors ce qu’il est, et ce que sont les gens qui se le donnent.

Si tu me faisais plus tard ces reproches, que pourrais-je dire pour ma défense ? « Que, si j’avais parlé, tu n’aurais pas suivi mes avis ? » Mais est-ce que Laïus suivit ceux d’Apollon ? Est-ce que, en le quittant, il ne s’enivra pas, et n’envoya pas promener l’oracle ? Eh bien ! cela empêcha-t-il Apollon de lui dire la vérité ? Et certes, moi, je ne sais pas si tu suivras ou non mes avis, tandis qu’Apollon savait très-bien que Laïus ne suivrait pas les. siens ; et il lui dit vrai, pourtant ! Et pourquoi le lui dit-il ? Mais pourquoi aussi est-il Apollon ? Pour quoi rend-il des oracles ? Pourquoi a-t-il pris pour lui ce rôle de prophète ? Pourquoi est-il une source de vérité, vers laquelle on se rend de toutes les parties de la terre habitée ? Pourquoi porte-t-il écrit sur le fronton de son temple : « Connais-toi toi-même ? » Ce que personne ne songe à faire.

Est-ce que Socrate persuadait à tous ceux qui venaient le trouver, de s’occuper d’eux-mêmes ? Pas à un sur mille. Et cependant, comme c’était là le rôle qui lui avait été assigné par Dieu, ainsi qu’il le dit lui-même, y manqua-t-il jamais ? Au contraire, que dit-il à ses juges ? « Si vous me renvoyez, à la condition de ne plus faire ce que je fais, je ne vous obéirai pas, et je ne changerai pas de conduite. J’accosterai les jeunes gens, les vieillards, tous ceux en un mot qui se trouveront sur ma route, et je leur demanderai ce que je leur demande maintenant ; et ce sera à vous surtout, mes concitoyens, que je le demanderai, parce que vous m’appartenez de plus près par le sang. - As-tu donc tant le loisir, ô Socrate (lui répond-on), de t’occuper des affaires des autres et de ce qui ne te regarde pas ? Que t’importe ce que nous faisons ? Et qu’as-tu à venir nous dire : Toi qui es mon camarade et mon parent, tu ne t’occupes pas de toi, et tu deviens pour la ville un mauvais citoyen, pour tes parents un mauvais parent, pour tes voisins un mauvais voisin ? Toi, de ton côté, qui donc es-tu ? » C’est alors qu’il est beau de dire : « Je suis celui qui doit s’occuper des hommes. » Ce n’est pas le premier bouvillon venu qui ose tenir tête au lion ; mais, quand il se présente un taureau pour lui tenir tête, avise-toi donc de dire à ce taureau : « Qui es-tu ? Et de quoi t’occupes-tu ? » O homme, dans toutes les espèces il y a des individus d’élite : il y en a parmi les bœufs, parmi les chiens, parmi les abeilles, parmi les chevaux. Ne va pas dire à l’individu d’élite : « Qui donc es-tu ? » Sinon, il trouvera quelque part une voix pour te dire : « Moi, je suis ce qu’est la pourpre dans le manteau. Ne me demande donc pas de ressembler aux autres ; ou bien prends-t-en à ma nature, qui m’a fait différent des autres. »

Est-ce donc là ce que je suis, moi Épictète ? Mais comment puis-je l’être ? Et toi, es-tu donc capable d’écouter la vérité ? Plût au ciel que tu le fusses ! Mais cependant, puisque j’ai été pour ainsi dire condamné à porter la barbe blanche et le vieux manteau, et que tu es venu vers moi comme vers un philosophe, je ne te traiterai pas avec rigueur, ni comme un incurable, et je te dirai : « Jeune homme, qui veux-tu rendre beau ? Sache d’abord qui tu es, et ne songe à te parer qu’après cela. Tu es un homme, c’est-à-dire un être animé, destiné à mourir, et qui doit faire un usage raisonnable de tout ce que ses sens lui présentent. Qu’est-ce qui est donc raisonnable ? Ce qui est conforme à la nature, et parfait (en son genre). Or, qu’y a-t-il de plus excellent en toi ? L’animal ? Non. L’être mortel ? Non. L’être pourvu des sens ? Non. Ce que tu as de plus excellent en toi, c’est ta raison. Voilà ce qu’il te faut embellir et parer. Quant à ta chevelure, laisse-la au gré de celui qui l’a disposée comme il l’a voulu. Voyons ; quels différents noms portes-tu encore ? Es-tu un homme ou une femme ? - Un homme. - Pare donc un homme en toi et non pas une femme. Celle-ci est née avec une peau lisse et douce : si elle a beaucoup de poils, elle est un phénomène, et on la montre à Rome parmi les phénomènes. Mais chez l’homme ceci arrive précisément quand il n’a pas de poils. Si c’est naturellement qu’il n’en a pas, il est un simple phénomène ; mais, s’il se les est ôtés et enlevés lui-même, que ferons-nous de lui ? Où le montrerons-nous ? Quelle affiche lui composerons-nous ? « Je vous ferai voir un homme qui aime mieux être une femme qu’un homme. » O le merveilleux spectacle ! Tout le monde s’extasiera devant une pareille affiche. Par Jupiter ! je crois que ceux qui s’épilent ne le font que parce qu’ils ne comprennent pas que c’est là ce qu’ils font. O homme, que peux-tu reprocher à la nature pour ton compte ? De t’avoir fait homme ? Quoi donc ! ne devait-elle faire que des femmes ? À quoi te servirait alors de te parer ? Et pour qui te parerais-tu, si tout le monde était femme ? Mais les poils te déplaisent ! Eh bien ! enlève-toi les tous et complètement. Enlève ce… (Quel nom lui donner ?) qui est la cause des poils. Fais-toi femme de tout point, pour que nous ne nous y trompions pas. Ne sois pas moitié homme et moitié femme. À qui veux-tu plaire ? À ces dames. Plais-leur comme un homme. - Oui, mais elles aiment les peaux lisses. - Puisses-tu te faire pendre ! Si elles aimaient les hommes qui se prostituent, irais-tu te prostituer ? Est-ce donc là ton rôle ? N’es-tu né que pour être aimé des femmes sans mœurs ? Est-ce de toi alors que nous ferons un citoyen de Corinthe, et, au besoin, un préfet de la ville, un directeur de la jeunesse, un préteur, un président des jeux ? Voyons ; quand tu seras marié, voudras-tu encore te faire épiler ? Pour qui le ferais-tu, et dans quel but ? Puis, quand tu auras des enfants, nous les présenteras-tu épilés, pour les faire admettre au nombre des citoyens ? O le bon citoyen ! O le bon sénateur ! O le bon orateur ! Sont-ce là les jeunes gens qu’il nous faut souhaiter d’avoir et d’élever ? »

Non pas, jeune homme, par tous les Dieux ! Mais, après m’avoir entendu te parler ainsi, dis-toi en me quittant : « Ce n’est pas Épictète qui m’a dit cela (car d’où l’aurait-il tiré ?) ; c’est un Dieu bienveillant qui me l’a dit par sa bouche. Autrement, il ne serait pas venu à la pensée d’Épictète de me tenir ce langage, lui qui n’a l’habitude de parler ainsi à personne. Allons donc, et obéissons au Dieu, pour ne pas nous exposer à sa colère ? » N’est-ce pas là ce que tu dois te dire ? Si un corbeau t’avertit par ses croassements, tu crois que ce n’est pas lui qui t’avertit, mais Dieu par lui : diras-tu donc, lorsque Dieu t’avertit par la voix d’un homme, que ce n’est pas lui qui a fait parler ainsi cet homme, pour que tu connusses la puissance de la divinité, qui avertit les uns d’une façon, les autres d’une autre, mais qui fait toujours passer ses avis les plus graves et les plus importants par la bouche de son meilleur messager ? N’est-ce pas, en effet, ce que dit le poète ?

« Car nous lui avons dit d’avance, en lui envoyant Mercure, le vigilant meurtrier d’Argus, de ne pas le tuer, et de ne pas épouser sa femme. » N’était-ce pas là ce que Mercure devait descendre lui dire ? Aujourd’hui, de même, les dieux te disent, en t’envoyant Mercure, leur messager et le meurtrier d’Argus : « Ne perds pas ton temps à changer ce qui est bien ; laisse l’homme être un homme, la femme être une femme, la beauté de l’homme être la beauté de l’homme, et sa laideur aussi être la laideur de l’homme. » C’est qu’en effet ta chair et tes poils ne sont pas toi ; ce qui est toi, c’est ta faculté de juger et de vouloir. Fais la belle, et tu seras beau. Pour le moment, je n’ose pas te dire que tu es laid ; car c’est, je crois, le mot que tu voudrais le moins entendre. Mais vois ce que dit Socrate au plus beau et au plus élégant de tous les hommes, à Alcibiade : « Tâche donc d’être beau. » Et que lui dit-il pour cela ? Lui dit-il : « Arrange ta chevelure, et fais épiler tes jambes ? » À Dieu ne plaise ! Il lui dit : « Donne tes soins à ta faculté de juger et de vouloir. Débarrasse-toi de tes faux jugements. » Comment faut-il donc traiter le corps ? Suivant sa nature. Mais c’est un autre que ce soin regarde ; laisse-le lui. - Faut-il donc être sale ? - À Dieu ne plaise ! Mais ce que tu dois tenir propre, c’est l’être que tu es par ta nature : si tu es homme, maintiens-toi propre comme un homme ; si tu es femme, comme une femme ; si tu es enfant, comme un enfant. - Non, dis-tu ; mais enlevons aussi au lion sa crinière, pour qu’il ne soit pas sale ; et au coq sa crête, car lui aussi doit être propre. - Oui, mais comme un coq ; et cet autre, comme un lion ; et le chien de chasse, comme un chien de chasse.

Concepts de ce passage

Avant de lire

Ce que vous allez apprendre

Voir la fiche complète