Public domain
The work and displayed translations are recorded as public domain or from an open transcription.
Dio Chrysostom
Dio Chrysostom’s Diogenic Orations Testimony 9
Testimony 4 of 5
Canonical reference 9
Ancient Greek
Hans von Arnim, editor · dio-grc
Ἰσθμίων ὄντων κατέβη Διογένης εἰς τὸν Ἰσθμόν, ὡς ἔοικεν, ἐν Κορίνθῳ διατρίβων. παρετύγχανε δὲ ταῖς πανηγύρεσιν οὐχ ὧνπερ οἱ πολλοὶ ἕνεκα, βουλόμενοι θεάσασθαι τοὺς ἀθλητὰς καὶ ἵνα ἐμπλησθῶσιν, ἀλλʼ ἐπισκοπῶν οἶμαι τοὺς ἀνθρώπους καὶ τὴν ἄνοιαν αὐτῶν. ᾔδει γὰρ ὅτι φανερώτατοί εἰσιν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσιν· ἐν δὲ πολέμῳ καὶ στρατοπέδῳ λανθάνουσι μᾶλλον διὰ τὸ κινδυνεύειν καὶ φοβεῖσθαι. καὶ μέντοι ἐνόμιζε τότε εὐιατοτέρους εἶναι· καὶ γὰρ τὰ νοσήματα τοῦ σώματος, ὅταν ἔκδηλα ᾖ, ῥᾷον θεραπεύεσθαι ὑπὸ τῶν ἰατρῶν ἢ μέχρι ὑποστέλλεται· τοὺς μέντοι ἀμελουμένους τῶν ἀνθρώπων ἐν ταῖς τοιαύταις διατριβαῖς τάχιστα ἀπόλλυσθαι. διὰ ταῦτα παρέβαλλεν εἰς τὰς πανηγύρεις. ἔλεγε δὲ ἐπισκώπτων, ὅτι ἐπιπλήττοι τὸ τοῦ κυνός· διὰ τὴν χαλεπότητα καὶ τὸ λοιδορεῖσθαι κύνα αὐτὸν ἀπεκάλουν· τοὺς γὰρ κύνας ἕπεσθαι μὲν εἰς τὰς πανηγύρεις, μηδένα δὲ ἀδικεῖν τῶν ἐκεῖ γιγνομένων, ὑλακτεῖν δὲ καὶ μάχεσθαι τοῖς κακούργοις καὶ λῃσταῖς, καὶ ὅταν οἱ ἄνθρωποι μεθυσθέντες καθεύδωσιν, αὐτοὺς ἐγρηγορότας φυλάττειν. ὡς δὲ ἐφάνη ἐν τῇ πανηγύρει, Κορινθίων μὲν οὐδεὶς αὐτῷ προσεῖχε τὸν νοῦν, ὅτι πολλάκις αὐτὸν ἑώρων ἐν τῇ πόλει καὶ περὶ τὸ Κράνειον. οἱ γὰρ ἄνθρωποι οὓς ἂν ἀεὶ βλέπωσι καὶ οἷς νομίζουσιν εἶναι ὁπότε βούλονται προσελθεῖν, τούτων οὐ πάνυ φροντίζουσιν· οὓς δʼ ἂν διὰ χρόνου ἴδωσιν ἢ μηδεπώποτε ἑωρακότες, πρὸς ἐκείνους τρέπονται. ὅθεν ἥκιστα ὠφελοῦντο ὑπὸ τοῦ Διογένους Κορίνθιοι, καθάπερ ἂν εἰ νοσοῦντες ἐπιδημοῦντος ἰατροῦ μὴ προσῄεσαν ἀλλʼ ἐνόμιζον ἱκανὸν εἶναι καὶ τὸ ὁρᾶν αὐτὸν ἐν τῇ πόλει. τῶν δὲ ἄλλων οἱ μακρόθεν μάλιστα προσῄεσαν πρὸς αὐτόν, ἀπὸ τῆς Ἰωνίας τε καὶ Σικελίας καὶ Ἰταλίας ὅσοι παρῆσαν καὶ τῶν ἐκ Λιβύης τινὲς καὶ τῶν ἐκ Μασσαλίας καὶ ἀπὸ Βορυσθένους, οὗτοι δὴ πάντες ἰδεῖν βουλόμενοι μᾶλλον αὐτὸν καὶ βραχύ τι ἀκοῦσαι λέγοντος, ὡς ἔχοιεν ἀπαγγέλλειν ἑτέροις, ἢ βελτίους γενέσθαι. ἐδόκει γὰρ ἱκανὸς εἶναι λοιδορῆσαι καὶ τοῖσἐρωτῶσιν ἀποκρίνασθαι πρὸς ἔπος. ὥσπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύεσθαι ἐπιχειροῦσιν οἱ ἄπειροι, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν δυσχεράναντες, ὅτι πικρόν ἐστι καὶ ἀηδές, οὕτως καὶ τοῦ Διογένους ἀποπειρᾶσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἔφευγον. καὶ ἄλλων μὲν ἥδοντολοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέν τε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν· καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖς γενναίοις κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷδέει τέθνηκε. καὶ τότε ἐκεῖνος ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενος οὐδὲ φροντίζων, εἴτε ἐπαινοίη τις αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐδὲ εἰ τῶν πλουσίων τε καὶ ἐνδόξων ἢ στρατηγὸς ἢ δυνάστης διαλέγοιτο προσελθὼν ἢ τῶν πάνυ φαύλων τε καὶ πενήτων· ἀλλὰ τῶν μὲν τοιούτων ληρούντων ἐνίοτε κατεφρόνει, τοὺσδὲ σεμνοὺς εἶναι βουλομένους καὶ μέγα φρονοῦντας ἐφʼ αὑτοῖς διὰ πλοῦτον ἢ γένος ἢ ἄλλην τινὰ δύναμιν, τούτους μάλιστα ἐπίεζε καὶ ἐκόλαζε πάντα τρόπον. τινὲς μὲν οὖν αὐτὸν ἐθαύμαζον ὡς σοφώτατον πάντων, τισὶ δὲ μαίνεσθαι ἐδόκει, πολλοὶ δὲ κατεφρόνουν ὡς πτωχοῦ τε καὶ οὐδενὸς ἀξίου, τινὲς δʼ ἐλοιδόρουν, οἱ δὲπροπηλακίζειν ἐπεχείρουν, ὀστᾶ ῥιπτοῦντες πρὸ τῶν ποδῶν, ὥσπερ τοῖς κυσίν, οἱ δὲ καὶ τοῦ τρίβωνος ἥπτοντο προσιόντες, πολλοὶ δὲ οὐκ εἴων, ἀλλʼ ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας, κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν· ὁ δὲ ὅμοιος ἦν ἐν ἅπαντι· τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοις τε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας. ὅμως δὲ οἵ τε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο, κατʼ ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος, πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν. ὁ δὲ ἤρετο αὐτοὺς διὰ τί παράνομόν ἐστιν αὐτὸν ἐστεφανῶσθαι τῆς πίτυος, ἄλλους δὲ οὐ παράνομον. εἶπεν οὖν τις αὐτῶν, Ὅτι οὐ νενίκηκας, ὦ Διόγενες. ὁ δέ, Πολλούς γε, εἶπεν, ἀνταγωνιστὰς καὶ μεγάλους, οὐχ οἷα ταῦτά ἐστι τὰ ἀνδράποδα τὰ νῦν ἐνταῦθα παλαίοντα καὶ δισκεύοντα καὶ τρέχοντα, τῷ παντὶ δὲ χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἔτι δὲ ὀργήν τε καὶ λύπην καὶ ἐπιθυμίαν καὶ φόβον καὶ τὸ πάντων ἀμαχώτατον θηρίον, ὕπουλον καὶ μαλθακόν, ἡδονήν· ᾗ οὐδεὶς οὔτε τῶν Ἑλλήνων οὔτε τῶν βαρβάρων ἀξιοῖ μάχεσθαι καὶ περιεῖναι τῇ ψυχῇ κρατήσας, ἀλλὰ πάντες ἥττηνται καὶ ἀπειρήκασι πρὸς τὸν ἀγῶνα τοῦτον, Πέρσαι καὶ Μῆδοι καὶ Σύροι καὶ Μακεδόνες καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, πλὴν ἐμοῦ. πότερον ὑμῖν ἄξιος δοκῶ τῆς πίτυος, ἢ λαβόντες αὐτὴν δώσετε τῷ πλείστων κρεῶν γέμοντι; ταῦτα οὖν ἀπαγγέλλετε τοῖς πέμψασι καὶ ὅτι αὐτοὶ παρανομοῦσιν· οὐ γὰρ νικήσαντες οὐδένα ἀγῶνα περιέρχονται στεφάνους ἔχοντες· καὶ ὅτι ἐνδοξότερα πεποίηκε τὰ Ἴσθμια κατακρατήσας αὐτὸς τὸν στέφανον, καὶ ὅτι οὐ τοῖς ἀνθρώποις, ἀλλὰ ταῖς αἰξὶ δηλαδὴ περιμάχητον αὐτὸν εἶναι δεῖ. μετὰ δὲ τοῦτο ἰδών τινα ἐκ τοῦ σταδίου βαδίζοντα μετὰ πολλοῦ πλήθους καὶ μηδὲ ἐπιβαίνοντα τῆς γῆς, ἀλλὰ ὑψηλὸν φερόμενον ὑπὸ τοῦ ὄχλου, τοὺς δέ τινας ἐπακολουθοῦντας καὶ βοῶντας, ἄλλους δὲ πηδῶντας ὑπὸ χαρᾶς καὶ τὰς χεῖρας αἴροντας πρὸς τὸν οὐρανόν, τοὺς δὲ ἐπιβάλλοντας αὐτῷ στεφάνους καὶ ταινίας, ὅτε ἐδυνήθη προσελθεῖν ἤρετο τίς ἐστιν ὁ θόρυβος ὁ περὶ αὐτὸν καὶ τί συνέβη. ὁ δὲ ἔφη, Νικῶμεν, Διόγενες, βέλτιστε ἀνδρῶν, τὸ στάδιον. τοῦτο δὲ τί ἐστιν; εἶπεν· οὐ γὰρ δὴ φρονιμώτερος γέγονας οὐδὲ μικρὸν, ὅτι ἔφθασας τοὺς συντρέχοντας, οὐδὲ σωφρονέστερος νῦν ἢ πρότερον οὐδὲ δειλὸς ἧττον, οὐδʼ ἔλαττον ἀλγεῖς οὐδʼ ἐλαττόνων δεήσῃ τὸ λοιπὸν οὐδὲ ἀλυπότερον βιώσῃ. μὰ Δία, εἶπεν, ἀλλὰ τῶν ἄλλων Ἑλλήνων ταχύτατός εἰμι πάντων. ἀλλʼ οὐ τῶν λαγῶν, ἔφη ὁ Διογένης, οὐδὲ τῶν ἐλάφων· καίτοι ταῦτα τὰ θηρία πάντων ἐστὶ τάχιστα καὶ δειλότατα, καὶ τοὺς ἀνθρώπους καὶ τοὺς κύνας καὶ τοὺς ἀετοὺς φοβεῖται, καὶ ζῇ βίον ἄθλιον. οὐκ οἶσθα, ἔφη, ὅτι τὸ τάχος δειλίας σημεῖόν ἐστι; τοῖσγὰρ αὐτοῖς ζῴοις συμβέβηκε ταχίστοις τε εἶναι καὶ ἀνανδροτάτοις. ὁ γοῦν Ἡρακλῆς διὰ τὸ βραδύτερος εἶναι πολλῶν καὶ μὴ δύνασθαι κατὰ πόδας αἱρεῖν τοὺς κακούργους, διὰ τοῦτο ἐφόρει τόξα καὶ τούτοις ἐχρῆτο ἐπὶ τοὺς φεύγοντας. καὶ ὅς, Ἀλλὰ τὸν Ἀχιλλέα, ἔφη, ταχὺν ὄντα, φησὶν ὁ ποιητὴς ἀνδρειότατον εἶναι. καὶ πῶς,ἔφη, οἶσθα ὅτι ταχὺς ἦν ὁ Ἀχιλλεύς; τὸν μὲν γὰρ Ἕκτορα ἑλεῖν οὐκ ἐδύνατο κατὰ τὴν ἡμέραν ὅλην διώκων. οὐκ αἰσχύνῃ, ἔφη, ἐπὶ πράγματι σεμνυνόμενος, ἐν ᾧ τῶν φαυλοτάτων θηρίων χείρων πέφυκας; οἶμαι γάρ σε μηδὲ ἀλώπεκα δύνασθαι φθάσαι. πόσον δέ τι καὶ ἔφθασας; παρʼ ὀλίγον, εἶπεν, ὦ Διόγενες. τοῦτο γάρτοι καὶ τὸ θαυμαστὸν ἐγένετο τῆς νίκης. ὥστε, ἔφη, παρʼ ἓν βῆμα εὐδαίμων γέγονας. ἅπαντες γὰρ οἱ κράτιστοι ἦμεν οἱ τρέχοντες. οἱ δὲ κόρυδοι οὐ πολλῷ τινι θᾶττον ὑμῶν διέρχονται τὸ στάδιον; πτηνοὶ γάρ εἰσιν, εἶπεν. οὐκοῦν, ἔφη ὁ Διογένης, εἴπερ τὸ ταχύτατον εἶναι κράτιστόν ἐστι, πολὺ βέλτιον κόρυδον εἶναι σχεδὸνἢ ἄνθρωπον· ὥστε τὰς ἀηδόνας οὐδέν τι δεῖ οἰκτίρειν οὐδὲ τοὺς ἔποπας, ὅτι ὄρνιθες ἐγένοντο ἐξ ἀνθρώπων, ὡς ὑπὸ τοῦ μύθου λέλεκται. ἀλλʼ ἐγώ, ἔφη, ἄνθρωπος ὢν ἀνθρώπων ταχύτατός εἰμι. τί δέ; οὐχὶ καὶ ἐν τοῖς μύρμηξιν, εἶπεν, εἰκὸς ἄλλον ἄλλου ταχύτερον εἶναι; μὴ οὖν θαυμάζουσιν αὐτόν; ἢ οὐ δοκεῖ σοι γελοῖον εἶναι, εἴ τις ἐθαύμαζε μύρμηκα ἐπὶ τάχει; τί δέ; εἰ χωλοὶ πάντες ἦσαν οἱ τρέχοντες, ἐχρῆν σε μέγα φρονεῖν, ὅτι χωλοὺς οὐ χωλὸς ἔφθης; τοιαῦτα δὲ πρὸς τὸν ἄνθρωπον διαλεγόμενος πολλοὺς ἐποίησε τῶν παρόντων καταφρονῆσαι τοῦ πράγματος, κἀκεῖνον αὐτὸν λυπούμενον ἀπελθεῖν καὶ πολὺ ταπεινότερον. τοῦτο δὲ οὐ μικρὸν παρεῖχε τοῖς ἀνθρώποις, ὁπότε ἴδοι τινὰ μάτην ἐπαιρόμενον καὶ διὰ πρᾶγμα οὐδενὸς ἄξιον ἔξω τοῦ φρονεῖν, συστείλας ἐπὶ βραχὺ καὶ ἀφελὼν μικρόν τι τῆς ἀνοίας, ὥσπερ οἱ τὰ πεφυσημένα καὶ οἰδοῦντα νύξαντες ἢ σείσαντες. ἐν δὲ τούτῳ θεασάμενος ἵππους ἐν τῷ αὐτῷ δεδεμένους, ἔπειτα μαχομένους τε καὶ λακτίζοντας αὑτούς, καὶ πολὺν ὄχλον περιεστῶτας καὶ θεωμένους, ἕως καμὼν ὁ ἕτερος ἔφυγεν ἀπορρήξας προσελθὼν ἐστεφάνωσε τὸν μένοντα καὶ ἀνεκήρυττεν ὡς Ἰσθμιονίκην, ὅτι λακτίζων ἐνίκησεν. ἐπὶ τούτῳ γέλως καὶ θόρυβος ἦν ἁπάντων, καὶ τὸν Διογένην πολλοὶ ἐθαύμαζον καὶ τῶν ἀθλητῶν κατεγέλων, καί τινας ἀπελθεῖν φασιν οὐκ ἰδόντας αὐτούς ; ὅσοι κακῶς ἐσκήνουν ἢ καὶ τούτου ἠπόρουν.
English
J. W. Cohoon · dio-9-en
LacusCurtius • Dio Chrysostom ; Discourse 9 mail: Bill Thayer Ἑλληνική Help Up Home previous: Discourse 8 This webpage reproduces one of the Discourses by Dio Chrysostom published in the Loeb Classical Library, 1932 The text is in the public domain. This page has been carefully proofread and I believe it to be free of errors. If you find a mistake though, please let me know! next: Discourse 10 Dio Chrysostom Discourses The Ninth or Isthmian Discourse In the ninth Discourse, as in the eighth, we find Diogenes attending the Isthmian games, and in both Discourses there is the same reference to the importance of the great public gatherings for Diogenes' purpose, the same references to physicians and to dogs. These similarities have led to the inference that the two Discourses were prepared at about the same time; but while in the preceding Discourse we are given the subject-matter of Diogenes' teaching, in this one it is rather his method of teaching that is shown. The Ninth or Isthmian Discourse When the Isthmian games were in progress, Diogenes, who probably was sojourning at Corinth, went down to the Isthmus. He did not attend the great public gatherings, however, with the same motives as the majority, who wished to see the athletes and to gormandize. No, I warrant he came as an observer of mankind and of men's folly. He knew that men show their real character most clearly at public festivals and large gatherings, while in war and in camp it is more concealed owing to the presence of peril and fear. 2 Moreover, he thought they were more easily healed here (for bodily diseases are more readily treated by the physician when they are plain to be seen than while the trouble remains hidden), but that those who are neglected when engaged in such pursuits most speedily perish. Therefore he used to attend the public gatherings. 3 And he would jestingly remark when taxed for his currish manners, "Well, dogs follow along to the festivals, but they do no wrong to any of those attending; they bark and attack rogues and thieves, and when their masters are in a drunken sleep, they stay awake and guard them." 4 No Corinthian, however, paid any attention to him when he appeared at the gathering, because they often saw him in the city and around the Craneion.1 For men do not pay much attention to those whom they are constantly seeing and whom they think they can approach whenever they wish, but they turn to those whom they only see at intervals or have never seen before. So the Corinthians derived the least profit from Diogenes, precisely as if sick people would not consult a physician resident in their midst but thought the bare sight of him in the city sufficient. 5 As regards other persons, it was those from a distance who visited him chiefly, all who came to the festival from Ionia, Sicily, and Italy, and some of those who came from Libya, Massilia,2 and Borysthenes,3 and the motive of all those was to see and hear him speak for even a short time so as to have something to tell others rather than to get improvement for themselves. 6 For he had the reputation of having a sharp tongue and being instantly ready with an answer for his interrogators. Accordingly, just as those who know nothing of the Pontic honey4 try a taste of it and then quickly spit it out because it is bitter and unpleasant in taste, so people in their idle curiosity wished to make trial of Diogenes, but on being put to confusion by him would turn on their heels and flee. 7 They were amused, of course, when others were railed at, but on their own account they were afraid and so would withdraw out of his way. Again, when he jested and joked, as was his wont at times, they were pleased beyond measure; but when he warmed up and became serious, they could not stand his frankness. The situation was the same, I fancy, as when children delight to play with well-bred dogs but are terrified and scared to death when they show anger and bark more loudly. At these meetings also he held to the same line of conduct, not changing his ways nor caring whether anyone of his audience commended or criticized him; no, not even if it was some wealthy and prominent person such as a general or ruler who approached and conversed with him, or some very humble and poor individual. 8 When such people talked nonsense, he usually scorned them merely, but those that assumed airs and prided themselves on their wealth or family or some other distinction he would make the especial object of his attack and castigate thoroughly. Some admired him, therefore, as the wisest man in the world, to others he seemed crazy, many scorned him as a beggar and a poor good-for‑nothing, some jeered at him, 9 others tried to insult him grossly by throwing bones at his feet as they would to dogs, yet others would approach him and pluck at his cloak, but many could not tolerate him and were indignant. It was just like the way in which Homer says the suitors made sport of Odysseus; he too endured their riotous conduct and insolence for a few days, and Diogenes was like him in every respect. For he really resembled a king and lord who in the guise of a beggar moved among the slaves and menials while they caroused in ignorance of his identity, and yet was patient with them, drunken as they were and crazed by reason of ignorance and stupidity. 10 Generally the managers of the Isthmian games and other honourable and influential men were sorely troubled and held themselves aloof whenever they came his way, and passed on, all of them, in silence and with scowling glances. But when he went so far as to put the crown of pine5 upon his head, the Corinthians sent some of their servants to bid him lay aside the crown and do nothing unlawful. 11 He, however, asked them why it was unlawful for him to wear the crown of pine and not so for others. Whereupon one of them said, "Because you have won no victory, Diogenes." To which he replied, "Many and mighty antagonists have I vanquished, not like these slaves who are now wrestling here, hurling the discus and running, 12 but more difficult in every way ; I mean poverty, exile, and disrepute; yes, and anger, pain, desire, fear, and the most redoubtable beast of all, treacherous and cowardly, I mean pleasure, which no Greek or barbarian can claim he fights and conquers by the strength of his soul, but all alike have succumbed to her and have failed in this contest ; Persians, Medes, Syrians, Macedonians, Athenians, Lacedaemonians ; all, that is, save myself. 13 Is it I, then, think you, that am worthy of the pine, or will you take and bestow it upon the one who is stuffed with the most meat? Take this answer, then, to those who sent you and say that it is they who break the law; for they go about wearing crowns and yet have won in no contest; and add that I have lent a great lustre to the Isthmian games by having myself taken the crown, which ought to be a thing for goats, forsooth, to fight over, not for men." 14 And on a later occasion when he saw a person leaving the race-track surrounded by a great mob and not even walking on the earth, but carried shoulder high by the throng, with some following after and shouting, others leaping for joy and lifting their hands towards heaven, and still others throwing garlands and ribbons upon him, he asked, when he was able to get near, what was the meaning of the tumult about him, and what had happened. 15 The victor replied, "I have won the two hundred yards dash for men, Diogenes." "And what does that amount to?" he inquired; "for you certainly have not become one whit more intelligent for having outstripped your competitors, nor more temperate than you were, nor less cowardly, nor are you less discontented, nor will your wants be less in the future or your life freer from grief and pain." 16 "No, by heavens," said he, "but I am the fastest on foot of all the Greeks." "But not faster than rabbits," said Diogenes, "nor deer; and yet these animals, the swiftest of all, are also the most cowardly. They are afraid of men and dogs and eagles and lead a wretched life. Do you not know," he added, "that speed is a mark of cowardice? It is in the order of things that the swiftest animals are likewise the most timid. 17 Heracles, for instance, on account of being slower than many and unable to catch evil-doers by running, used to carry a bow and arrows and to employ them against those who ran from him." "But," was the reply, "the poet states that Achilles, who was very swift-footed, was, nevertheless, very brave." "And how," exclaimed Diogenes, "do you know that Achilles was swift-footed? For he was unable to overtake Hector although he pursued him all day.6 18 "Are you not ashamed," he continued, "to take pride in an accomplishment in which you are naturally outclassed by the meanest beasts? I do not believe that you can outstrip even a fox. And by how much did you beat the man after all?" "By just a little, Diogenes," said he; "for you know that is what made the victory so marvellous." "So," replied Diogenes, "you are fortunate by just one stride." "Yes, for all of us who ran were first-rate runners." "How much more quickly, however, does a crested lark get over the course than you?" "Ah, but it has wings," he said. 19 "Well," replied Diogenes, "if the swiftest thing is the best, it is much better, perhaps, to be a lark than to be a man. So then we need not pity the nightingale7 or the hoopoe8 because they were changed from human beings into birds according to the myth." "But," replied he, "I, a man, am the fleetest of men." "What of it? Is it not probable that among ants too," Diogenes rejoined, "one is swifter than another? Yet they do not admire it, do they? Or would it not seem absurd to you if one admired an ant for its speed? 20 Then again, if all the runners had been lame, would it have been right for you to take on airs because, being lame yourself, you had outstripped lame men?" As he spoke to the man in this vein, he made the business of foot-racing seem cheap in the eyes of many of the bystanders and caused the winner himself to go away sorrowing and much meeker. 21 And this was no small service which he rendered to mankind whenever he discovered anyone who was foolishly puffed up and lost to all reason on account of some worthless thing; for he would humble the man a little and relieve him of some small part of his folly, even as one pricks or punctures inflated and swollen parts. 22 On this occasion he saw two horses that were hitched together fall to fighting and kicking each other, with a large crowd standing by and looking on, until one of the animals, becoming exhausted, broke loose and ran off. Then Diogenes came up and placed a crown upon the head of the horse that had stood its ground and proclaimed it winner of an Isthmian prize, because it had "won in kicking." At this there was a general laugh and uproar, while many applauded Diogenes and derided the athletes. They say, too, that some persons actually left without witnessing their performances ; those who had poor lodgings or none. The Loeb Editor's Notes: 1 See note on p378. ❦ 2 The modern Marseilles. ❦ 3 The most important Greek city north of the Euxine or Black Sea. It was situated at the confluence of the Borysthenes and Hypanis (Dnieper and Bug) rivers. Thayer's Note: Dio himself is one of our chief sources of information on the town; see the first part of his Borysthenitic Discourse. ❦ 4 Diogenes came from Pontus. Pliny (Natural History 21, c. 13) speaks of most poisonous honey produced in Pontus. ❦ 5 Cf. Discourse 8.16: page 385, note 4. ❦ 6 Achilles, desiring to avenge the death of his friend Patroclus, whom Hector had slain, pursued him three times around the walls of Troy but was unable to overtake him. See Homer, Iliad 22.21. ❦ 7 Procne, wife of Tereus, was turned into a nightingale. ❦ 8 Tereus was turned into a hoopoe. See Index. ◂ previous next ▸ Images with borders lead to more information. The thicker the border, the more information. (Details here.) UP TO: Dio Chrysostom Classical Texts LacusCurtius Home A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. Page updated: 23 Mar 08 Accessibility
French AI-generated translation, non-official
Codex gpt-5.6-sol · Non-official working translation · 2026-09-11
LacusCurtius • Dion Chrysostome ; Discours 9 courrier : Bill Thayer Ἑλληνική Aide Haut Accueil précédent : Discours 8 Cette page web reproduit l’un des Discours de Dion Chrysostome publiés dans la Loeb Classical Library, 1932. Le texte appartient au domaine public. Cette page a été soigneusement relue et je crois qu’elle est exempte d’erreurs. Si toutefois vous trouvez une faute, veuillez me la signaler ! suivant : Discours 10 Dion Chrysostome Discours Le neuvième Discours, ou Discours isthmique
Dans le neuvième Discours, comme dans le huitième, nous trouvons Diogène assistant aux jeux Isthmiques, et les deux Discours font également référence à l’importance des grands rassemblements publics pour le dessein de Diogène, ainsi qu’aux médecins et aux chiens. Ces ressemblances ont conduit à penser que les deux Discours furent préparés à peu près à la même époque ; mais tandis que le Discours précédent nous présente la matière de l’enseignement de Diogène, celui-ci nous en montre plutôt la méthode.
Le neuvième Discours, ou Discours isthmique
Alors que les jeux Isthmiques étaient en cours, Diogène, qui séjournait probablement à Corinthe, descendit à l’Isthme. Il ne fréquentait cependant pas les grands rassemblements publics avec les mêmes motifs que la plupart des gens, qui désiraient voir les athlètes et se gorger de nourriture. Non, je gage qu’il y venait en observateur de l’humanité et de la folie des hommes. Il savait que les hommes révèlent le plus clairement leur véritable caractère dans les fêtes publiques et les grands rassemblements, tandis qu’à la guerre et au camp celui-ci est davantage dissimulé par la présence du péril et de la peur.
2 En outre, il pensait qu’ils étaient plus faciles à guérir en ces lieux (car les maladies du corps sont plus aisément traitées par le médecin lorsqu’elles sont manifestes que lorsque le mal demeure caché), mais que ceux qu’on néglige lorsqu’ils se livrent à de telles occupations périssent très rapidement. C’est pourquoi il avait coutume de fréquenter les rassemblements publics.
3 Et lorsqu’on lui reprochait ses manières de chien, il répondait en plaisantant : « Eh bien, les chiens suivent les gens aux fêtes, mais ils ne font de tort à aucun de ceux qui y assistent ; ils aboient après les fripons et les voleurs et les attaquent, et lorsque leurs maîtres dorment du sommeil de l’ivresse, ils restent éveillés et montent la garde. »
4 Aucun Corinthien, toutefois, ne lui prêtait attention lorsqu’il paraissait au rassemblement, parce qu’ils le voyaient souvent dans la ville et aux environs du Cranéion.1 Car les hommes n’accordent guère d’attention à ceux qu’ils voient constamment et qu’ils pensent pouvoir approcher quand bon leur semble ; ils se tournent plutôt vers ceux qu’ils ne voient que par intervalles ou qu’ils n’ont jamais vus auparavant. Aussi les Corinthiens tiraient-ils le moins de profit de Diogène, exactement comme si des malades refusaient de consulter un médecin résidant parmi eux et estimaient qu’il suffisait de l’apercevoir en ville.
5 Quant aux autres, c’étaient surtout ceux qui venaient de loin qui lui rendaient visite : tous ceux qui arrivaient à la fête depuis l’Ionie, la Sicile et l’Italie, ainsi que certains de ceux qui venaient de Libye, de Massilia2 et de Borysthène3 ; et tous avaient pour motif de le voir et de l’entendre parler, ne fût-ce qu’un bref instant, afin d’avoir quelque chose à raconter aux autres, plutôt que de s’améliorer eux-mêmes.
6 Car il avait la réputation d’avoir la langue acérée et de toujours tenir une réponse prête pour ceux qui l’interrogeaient. Ainsi, de même que ceux qui ne connaissent rien au miel du Pont4 en goûtent un peu puis le recrachent rapidement parce qu’il est amer et désagréable au goût, les gens, dans leur vaine curiosité, souhaitaient mettre Diogène à l’épreuve ; mais, confondus par lui, ils tournaient les talons et s’enfuyaient.
7 Ils s’amusaient, bien sûr, lorsque d’autres étaient pris à partie, mais ils avaient peur pour leur propre compte et se retiraient donc de son chemin. D’autre part, lorsqu’il lançait des traits d’esprit et plaisantait, comme il en avait parfois l’habitude, ils étaient ravis au-delà de toute mesure ; mais lorsqu’il s’animait et devenait sérieux, ils ne pouvaient supporter sa franchise. La situation était, j’imagine, la même que lorsque des enfants se plaisent à jouer avec des chiens bien élevés, mais sont terrifiés et morts de peur quand ceux-ci manifestent leur colère et aboient plus fort. Dans ces réunions également, il s’en tenait à la même ligne de conduite, sans changer ses manières ni se soucier qu’un membre de son auditoire l’approuvât ou le critiquât, même si celui qui l’abordait et s’entretenait avec lui était quelque personnage riche et éminent, tel un général ou un gouvernant, ou quelque individu très humble et pauvre.
8 Lorsque de telles personnes disaient des sottises, il se contentait généralement de les dédaigner ; mais ceux qui se donnaient des airs et s’enorgueillissaient de leur richesse, de leur famille ou de quelque autre distinction, il les prenait tout particulièrement pour cibles de ses attaques et les châtiait sans ménagement. Certains l’admiraient donc comme l’homme le plus sage du monde ; à d’autres il semblait fou ; beaucoup le méprisaient comme un mendiant et un pauvre bon à rien ; certains se moquaient de lui,
9 d’autres cherchaient à l’insulter grossièrement en jetant des os à ses pieds comme on en jette aux chiens ; d’autres encore s’approchaient de lui et tiraient sur son manteau ; mais beaucoup ne pouvaient le tolérer et s’indignaient. C’était exactement comme lorsque, selon Homère, les prétendants se jouaient d’Ulysse ; lui aussi supporta pendant quelques jours leur conduite tumultueuse et leur insolence, et Diogène lui ressemblait à tous égards. Car il avait véritablement l’air d’un roi et d’un seigneur qui, sous les dehors d’un mendiant, circulait parmi les esclaves et les serviteurs tandis qu’ils festoyaient sans connaître son identité, et qui pourtant les supportait patiemment, tout ivres qu’ils étaient et rendus fous par leur ignorance et leur stupidité.
10 En général, les organisateurs des jeux Isthmiques et les autres hommes honorables et influents étaient fort troublés et se tenaient à l’écart chaque fois qu’ils le rencontraient ; tous passaient leur chemin en silence, le regard sombre. Mais lorsqu’il alla jusqu’à poser sur sa tête la couronne de pin5, les Corinthiens envoyèrent quelques-uns de leurs serviteurs lui ordonner de déposer la couronne et de ne rien faire d’illégal.
11 Il leur demanda cependant pourquoi il était illégal pour lui de porter la couronne de pin, mais non pour les autres. Sur quoi l’un d’eux répondit : « Parce que tu n’as remporté aucune victoire, Diogène. » À cela il répliqua : « Nombreux et puissants sont les adversaires que j’ai vaincus, et non pas comme ces esclaves qui luttent maintenant ici, lancent le disque et courent,
12 mais des adversaires à tous égards plus difficiles : je veux parler de la pauvreté, de l’exil et du discrédit ; oui, et aussi de la colère, de la douleur, du désir, de la peur, et de la bête la plus redoutable de toutes, perfide et lâche, je veux parler du plaisir. Aucun Grec ni aucun barbare ne peut prétendre qu’il le combat et le vainc par la force de son âme ; tous sans distinction lui ont succombé et ont échoué dans cette épreuve : Perses, Mèdes, Syriens, Macédoniens, Athéniens, Lacédémoniens ; tous, dis-je, sauf moi.
13 Est-ce donc moi, à votre avis, qui suis digne du pin, ou bien allez-vous le prendre et le décerner à celui qui s’est rempli de la plus grande quantité de viande ? Portez donc cette réponse à ceux qui vous ont envoyés, et dites que ce sont eux qui enfreignent la loi ; car ils circulent couronnés sans avoir remporté aucune épreuve ; ajoutez que j’ai conféré un grand éclat aux jeux Isthmiques en prenant moi-même la couronne, laquelle devrait, en vérité, être l’objet d’une lutte entre des boucs, non entre des hommes. »
14 Une autre fois, plus tard, voyant quelqu’un quitter la piste de course entouré d’une foule immense, sans même marcher sur le sol, mais porté sur les épaules par la multitude, les uns le suivant en criant, les autres bondissant de joie et levant les mains vers le ciel, d’autres encore jetant sur lui des guirlandes et des rubans, il demanda, lorsqu’il put s’approcher, ce que signifiait ce tumulte autour de lui et ce qui était arrivé.
15 Le vainqueur répondit : « J’ai remporté la course de deux cents yards pour hommes, Diogène. » « Et à quoi cela revient-il ? » demanda-t-il ; « car tu n’es assurément pas devenu d’un rien plus intelligent pour avoir devancé tes concurrents, ni plus tempérant que tu ne l’étais, ni moins lâche ; tu n’es pas davantage moins mécontent, tes besoins ne seront pas moindres à l’avenir, et ta vie ne sera pas plus exempte de chagrin et de douleur. »
16 « Non, par les dieux, dit-il, mais je suis le plus rapide à la course de tous les Grecs. » « Mais tu n’es pas plus rapide que les lièvres, dit Diogène, ni que les cerfs ; et pourtant ces animaux, les plus rapides de tous, sont aussi les plus lâches. Ils ont peur des hommes, des chiens et des aigles, et mènent une vie misérable. Ne sais-tu pas, ajouta-t-il, que la vitesse est une marque de lâcheté ? Il est dans l’ordre des choses que les animaux les plus rapides soient également les plus craintifs.
17 Héraclès, par exemple, parce qu’il était plus lent que beaucoup d’autres et incapable de rattraper les malfaiteurs à la course, avait coutume de porter un arc et des flèches et de les employer contre ceux qui fuyaient devant lui. » « Mais, répondit l’homme, le poète affirme qu’Achille, qui avait les pieds très rapides, était néanmoins très courageux. » « Et comment sais-tu, s’exclama Diogène, qu’Achille avait les pieds rapides ? Car il fut incapable de rattraper Hector, bien qu’il l’eût poursuivi toute la journée.6
18 N’as-tu pas honte, poursuivit-il, de tirer fierté d’un talent dans lequel les plus méprisables bêtes te surpassent par nature ? Je ne crois pas que tu puisses même distancer un renard. Et de combien as-tu finalement battu cet homme ? » « De très peu, Diogène, répondit-il ; car tu sais que c’est précisément ce qui rendait la victoire si merveilleuse. » « Ainsi, répliqua Diogène, ta bonne fortune ne tient qu’à une enjambée. » « Oui, car nous tous qui courions étions des coureurs de premier ordre. » « Mais combien plus vite qu’une alouette huppée parcours-tu la piste ? » « Ah, mais elle a des ailes », dit-il.
19 « Eh bien, répondit Diogène, si ce qui est le plus rapide est aussi ce qui est le meilleur, il vaut peut-être beaucoup mieux être une alouette qu’un homme. Nous n’avons donc pas à plaindre le rossignol7 ni la huppe8 parce que, selon le mythe, ils furent changés d’êtres humains en oiseaux. » « Mais, répondit-il, moi qui suis un homme, je suis le plus rapide des hommes. » « Et alors ? N’est-il pas probable que parmi les fourmis aussi, reprit Diogène, l’une soit plus rapide qu’une autre ? Pourtant elles ne l’admirent pas, n’est-ce pas ? Ou bien ne te semblerait-il pas absurde que quelqu’un admirât une fourmi pour sa vitesse ?
20 D’autre part, si tous les coureurs avaient été boiteux, aurait-il été juste que tu prennes de grands airs parce que, boiteux toi-même, tu avais distancé des boiteux ? » En parlant ainsi à cet homme, il avilit aux yeux de nombreux spectateurs l’activité de la course à pied et amena le vainqueur lui-même à repartir affligé et beaucoup plus humble.
21 Et ce n’était pas un mince service qu’il rendait à l’humanité chaque fois qu’il découvrait quelqu’un sottement gonflé d’orgueil et ayant perdu toute raison à cause de quelque chose sans valeur ; car il humiliait un peu cet homme et le soulageait d’une petite part de sa folie, comme on pique ou perce les parties gonflées et tuméfiées.
22 À cette occasion, il vit deux chevaux attelés ensemble se mettre à se battre et à se donner des coups de pied, tandis qu’une foule nombreuse se tenait là et regardait, jusqu’à ce que l’un des animaux, épuisé, rompît ses liens et s’enfuît. Alors Diogène s’approcha, posa une couronne sur la tête du cheval qui avait tenu bon et le proclama vainqueur d’un prix isthmique, parce qu’il avait « remporté le concours de ruades ». Il s’ensuivit un rire et un vacarme général, tandis que beaucoup applaudissaient Diogène et tournaient les athlètes en dérision. On dit aussi que certaines personnes partirent réellement sans assister à leurs performances ; celles dont le logement était médiocre ou qui n’en avaient aucun.
Notes de l’éditeur de la Loeb : 1 Voir la note à la p. 378. ❦ 2 La Marseille moderne. ❦ 3 La plus importante cité grecque au nord de l’Euxin, ou mer Noire. Elle était située au confluent du Borysthène et de l’Hypanis (le Dniepr et le Boug). Note de Thayer : Dion lui-même est l’une de nos principales sources d’information sur la ville ; voir la première partie de son Discours borysthénitique. ❦ 4 Diogène venait du Pont. Pline (Histoire naturelle 21, ch. 13) parle d’un miel extrêmement toxique produit dans le Pont. ❦ 5 Cf. Discours 8.16 : page 385, note 4. ❦ 6 Achille, désirant venger la mort de son ami Patrocle, qu’Hector avait tué, le poursuivit trois fois autour des murailles de Troie sans parvenir à le rattraper. Voir Homère, Iliade 22.21. ❦ 7 Procné, épouse de Térée, fut changée en rossignol. ❦ 8 Térée fut changé en huppe. Voir l’Index. ◂ précédent suivant ▸ Les images bordées conduisent à davantage d’informations. Plus la bordure est épaisse, plus il y a d’informations. (Détails ici.) RETOUR À : Dion Chrysostome Textes classiques Accueil LacusCurtius Une page ou une image de ce site appartient au domaine public UNIQUEMENT si son URL comporte au total un seul *astérisque. Si l’URL comporte deux **astérisques, l’élément est protégé par le droit d’auteur de quelqu’un d’autre et utilisé avec autorisation ou au titre de l’usage loyal. Si l’URL n’en comporte aucun, l’élément est © Bill Thayer. Voir ma page sur le droit d’auteur pour les détails et les coordonnées. Page mise à jour : 23 mars 08 Accessibilité
Concepts in this passage
Anger
View detailed page
Filter the library
Aporia
View detailed page
Filter the library
Care of the soul
View detailed page
Filter the library
Courage
View detailed page
Filter the library
Death
View detailed page
Filter the library
Desire
View detailed page
Filter the library
Education
View detailed page
Filter the library
Elenchus
View detailed page
Filter the library
Ether and field
View detailed page
Filter the library
Exile
View detailed page
Filter the library
Faith
View detailed page
Filter the library
Family
View detailed page
Filter the library
Fear
View detailed page
Filter the library
Intelligible forms
View detailed page
Filter the library
Fortune
View detailed page
Filter the library
Freedom
View detailed page
Filter the library
Friendship
View detailed page
Filter the library
God
View detailed page
Filter the library
Human wisdom
View detailed page
Filter the library
Humility
View detailed page
Filter the library
Justice
View detailed page
Filter the library
Law
View detailed page
Filter the library
Mindfulness
View detailed page
Filter the library
Mode
View detailed page
Filter the library
Nature
View detailed page
Filter the library
Steadfast patience
View detailed page
Filter the library
Philosophical eros
View detailed page
Filter the library
Pleasure
View detailed page
Filter the library
Poverty and wealth
View detailed page
Filter the library
Probable judgment
View detailed page
Filter the library
Reason
View detailed page
Filter the library
Salvation
View detailed page
Filter the library
Self-governance
View detailed page
Filter the library
Service
View detailed page
Filter the library
Simple living
View detailed page
Filter the library
Sin
View detailed page
Filter the library
Slavery
View detailed page
Filter the library
Suffering
View detailed page
Filter the library
Time
View detailed page
Filter the library
Virtue
View detailed page
Filter the library
War and peace
View detailed page
Filter the library
Wisdom
View detailed page
Filter the library