Public domain The work and displayed translations are recorded as public domain or from an open transcription.

Xenophon

Socrates in Xenophon’s Memorabilia Passage 4

Passage 35 of 39

Canonical reference 4.4

Ancient Greek

perseus-xenophon-memorabilia-grc

ἀλλὰ μὴν καὶ περὶ τοῦ δικαίου γε οὐκ ἀπεκρύπτετο ἣν εἶχε γνώμην, ἀλλὰ καὶ ἔργῳ ἀπεδείκνυτο, ἰδίᾳ τε πᾶσι νομίμως τε καὶ ὠφελίμως χρώμενος καὶ κοινῇ ἄρχουσί τε ἃ οἱ νόμοι προστάττοιεν πειθόμενος καὶ κατὰ πόλιν καὶ ἐν ταῖς στρατείαις οὕτως ὥστε διάδηλος εἶναι παρὰ τοὺς ἄλλους εὐτακτῶν, καὶ ὅτε ἐν ταῖς ἐκκλησίαις ἐπιστάτης γενόμενος οὐκ ἐπέτρεψε τῷ δήμῳ παρὰ τοὺς νόμους ψηφίσασθαι, ἀλλὰ σὺν τοῖς νόμοις ἠναντιώθη τοιαύτῃ ὁρμῇ τοῦ δήμου ἣν οὐκ ἂν οἶμαι ἄλλον οὐδένα ἄνθρωπον ὑπομεῖναι· καὶ ὅτε οἱ τριάκοντα προσέταττον αὐτῷ παρὰ τοὺς νόμους τι, οὐκ ἐπείθετο· τοῖς τε γὰρ νέοις ἀπαγορευόντων αὐτῶν μὴ διαλέγεσθαι καὶ προσταξάντων ἐκείνῳ τε καὶ ἄλλοις τισὶ τῶν πολιτῶν ἀγαγεῖν τινα ἐπὶ θανάτῳ, μόνος οὐκ ἐπείσθη, διὰ τὸ παρὰ τοὺς νόμους αὐτῷ προστάττεσθαι· καὶ ὅτε τὴν ὑπὸ Μελήτου γραφὴν ἔφευγε, τῶν ἄλλων εἰωθότων ἐν τοῖς δικαστηρίοις πρὸς χάριν τε τοῖς δικασταῖς διαλέγεσθαι καὶ κολακεύειν καὶ δεῖσθαι παρὰ τοὺς νόμους, καὶ διὰ τὰ τοιαῦτα πολλῶν πολλάκις ὑπὸ τῶν δικαστῶν ἀφιεμένων, ἐκεῖνος οὐδὲν ἠθέλησε τῶν εἰωθότων ἐν τῷ δικαστηρίῳ παρὰ τοὺς νόμους ποιῆσαι, ἀλλὰ ῥᾳδίως ἂν ἀφεθεὶς ὑπὸ τῶν δικαστῶν, εἰ καὶ μετρίως τι τούτων ἐποίησε, προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν ζῆν. καὶ ἔλεγε δὲ οὕτως καὶ πρὸς ἄλλους μὲν πολλάκις, οἶδα δέ ποτε αὐτὸν καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. διὰ χρόνου γὰρ ἀφικόμενος ὁ Ἱππίας Ἀθήναζε παρεγένετο τῷ Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν ὅποι ἂν πέμψας τούτου τύχοι, φασὶ δέ τινες καὶ ἵππον καὶ βοῦν τῷ βουλομένῳ δικαίους ποιήσασθαι πάντα μεστὰ εἶναι τῶν διδαξόντων· ἐὰν δέ τις βούληται ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου. καὶ ὁ μὲν Ἱππίας ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν, ἔτι γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα; καὶ ὁ Σωκράτης, ὃ δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν· σὺ δʼ ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις. ἀμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν ἀεί. πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾷ λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἃ καὶ πρότερον ἀποκρίνει; περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ, καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἃ οὔτε σὺ οὔτʼ ἂν ἄλλος οὐδεὶς δύναιτʼ ἀντειπεῖν. νὴ τὴν Ἥραν, ἔφη, μέγα λέγεις ἀγαθὸν ηὑρηκέναι, εἰ παύσονται μὲν οἱ δικασταὶ δίχα ψηφιζόμενοι, παύσονται δʼ οἱ πολῖται περὶ τῶν δικαίων ἀντιλέγοντές τε καὶ ἀντιδικοῦντες καὶ στασιάζοντες, παύσονται δʼ αἱ πόλεις διαφερόμεναι περὶ τῶν δικαίων καὶ πολεμοῦσαι. καὶ ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἂν ἀπολειφθείην σου πρὸ τοῦ ἀκοῦσαι τηλικοῦτον ἀγαθὸν ηὑρηκότος. ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἀκούσῃ, πρίν γʼ ἂν αὐτὸς ἀποφήνῃ, ὅ τι νομίζεις τὸ δίκαιον εἶναι. ἀρκεῖ γὰρ ὅτι τῶν ἄλλων καταγελᾷς ἐρωτῶν μὲν καὶ ἐλέγχων πάντας, αὐτὸς δʼ οὐδενὶ θέλων ὑπέχειν λόγον οὐδὲ γνώμην ἀποφαίνεσθαι περὶ οὐδενός. τί δέ, ὦ Ἱππία; ἔφη, οὐκ ᾔσθησαι ὅτι ἐγὼ ἃ δοκεῖ μοι δίκαια εἶναι οὐδὲν παύομαι ἀποδεικνύμενος; καὶ ποῖος δή σοι, ἔφη, οὗτος ὁ λόγος ἐστίν; εἰ δὲ μὴ λόγῳ, ἔφη, ἀλλʼ ἔργῳ ἀποδείκνυμαι· ἢ οὐ δοκεῖ σοι ἀξιοτεκμαρτότερον τοῦ λόγου τὸ ἔργον εἶναι; πολύ γε νὴ Δίʼ, ἔφη· δίκαια μὲν γὰρ λέγοντες πολλοὶ ἄδικα ποιοῦσι, δίκαια δὲ πράττων οὐδʼ ἂν εἷς ἄδικος εἴη. ᾔσθησαι οὖν πώποτέ μου ἢ ψευδομαρτυροῦντος ἢ συκοφαντοῦντος ἢ φίλους ἢ πόλιν εἰς στάσιν ἐμβάλλοντος ἢ ἄλλο τι ἄδικον πράττοντος; οὐκ ἔγωγʼ, ἔφη. τὸ δὲ τῶν ἀδίκων ἀπέχεσθαι οὐ δίκαιον ἡγῇ; δῆλος εἶ, ἔφη, ὦ Σώκρατες, καὶ νῦν διαφεύγειν ἐγχειρῶν τὸ ἀποδείκνυσθαι γνώμην, ὅ τι νομίζεις τὸ δίκαιον· οὐ γὰρ ἃ πράττουσιν οἱ δίκαιοι, ἀλλʼ ἃ μὴ πράττουσι, ταῦτα λέγεις. ἀλλʼ ᾤμην ἔγωγʼ, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν ἱκανὸν δικαιοσύνης ἐπίδειγμα εἶναι. εἰ δέ σοι μὴ δοκεῖ, σκέψαι ἐὰν τόδε σοι μᾶλλον ἀρέσκῃ· φημὶ γὰρ ἐγὼ τὸ νόμιμον δίκαιον εἶναι. ἆρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες, νόμιμόν τε καὶ δίκαιον εἶναι; ἔγωγε, ἔφη. οὐ γὰρ αἰσθάνομαί σου ὁποῖον νόμιμον ἢ ποῖον δίκαιον λέγεις. νόμους δὲ πόλεως, ἔφη, γιγνώσκεις; ἔγωγε, ἔφη. καὶ τίνας τούτους νομίζεις; ἃ οἱ πολῖται, ἔφη, συνθέμενοι ἅ τε δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι ἐγράψαντο. οὐκοῦν, ἔφη, νόμιμος μὲν ἂν εἴη ὁ κατὰ ταῦτα πολιτευόμενος, ἄνομος δὲ ὁ ταῦτα παραβαίνων; πάνυ μὲν οὖν, ἔφη. οὐκοῦν καὶ δίκαια μὲν ἂν πράττοι ὁ τούτοις πειθόμενος, ἄδικα δʼ ὁ τούτοις ἀπειθῶν; πάνυ μὲν οὖν. οὐκοῦν ὁ μὲν τὰ δίκαια πράττων δίκαιος, ὁ δὲ τὰ ἄδικα ἄδικος; πῶς γὰρ οὔ; ὁ μὲν ἄρα νόμιμος δίκαιός ἐστιν, ὁ δὲ ἄνομος ἄδικος. καὶ ὁ Ἱππίας, νόμους δʼ, ἔφη, ὦ Σώκρατες, πῶς ἄν τις ἡγήσαιτο σπουδαῖον πρᾶγμα εἶναι ἢ τὸ πείθεσθαι αὐτοῖς, οὕς γε πολλάκις αὐτοὶ οἱ θέμενοι ἀποδοκιμάσαντες μετατίθενται; καὶ γὰρ πόλεμον, ἔφη ὁ Σωκράτης, πολλάκις ἀράμεναι πόλεις πάλιν εἰρήνην ποιοῦνται. καὶ μάλα, ἔφη. διάφορον οὖν τι οἴει ποιεῖν, ἔφη, τοὺς τοῖς νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις εὐτακτοῦντας ψέγοις, ὅτι γένοιτʼ ἂν εἰρήνη; ἢ καὶ τοὺς ἐν τοῖς πολέμοις ταῖς πατρίσι προθύμως βοηθοῦντας μέμφῃ; μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφη. Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον, ἔφη ὁ Σωκράτης, καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων τὴν Σπάρτην ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις μάλιστα ἐνειργάσατο αὐτῇ; τῶν δὲ ἀρχόντων ἐν ταῖς πόλεσιν οὐκ οἶσθα ὅτι, οἵτινες ἂν τοῖς πολίταις αἰτιώτατοι ὦσι τοῦ τοῖς νόμοις πείθεσθαι, οὗτοι ἄριστοί εἰσι, καὶ πόλις, ἐν ᾗ μάλιστα οἱ πολῖται τοῖς νόμοις πείθονται, ἐν εἰρήνῃ τε ἄριστα διάγει καὶ ἐν πολέμῳ ἀνυπόστατός ἐστιν; ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δʼ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδʼ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδʼ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδʼ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλʼ ἵνα τοῖς νόμοις πείθωνται. τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτʼ ἂν πόλις εὖ πολιτευθείη οὔτʼ οἶκος καλῶς οἰκηθείη. ἰδίᾳ δὲ πῶς μὲν ἄν τις ἧττον ὑπὸ πόλεως ζημιοῖτο, πῶς δʼ ἂν μᾶλλον τιμῷτο, ἢ εἰ τοῖς νόμοις πείθοιτο; πῶς δʼ ἂν ἧττον ἐν τοῖς δικαστηρίοις ἡττῷτο ἢ πῶς ἂν μᾶλλον νικῴη; τίνι δʼ ἄν τις μᾶλλον πιστεύσειε παρακαταθέσθαι ἢ χρήματα ἢ υἱοὺς ἢ θυγατέρας; τίνα δʼ ἂν ἡ πόλις ὅλη ἀξιοπιστότερον ἡγήσαιτο τοῦ νομίμου; παρὰ τίνος δʼ ἂν μᾶλλον τῶν δικαίων τύχοιεν ἢ γονεῖς ἢ οἰκεῖοι ἢ οἰκέται ἢ φίλοι ἢ πολῖται ἢ ξένοι; τίνι δʼ ἂν μᾶλλον πολέμιοι πιστεύσειαν ἢ ἀνοχὰς ἢ σπονδὰς ἢ συνθήκας περὶ εἰρήνης; τίνι δʼ ἂν μᾶλλον ἢ τῷ νομίμῳ σύμμαχοι ἐθέλοιεν γίγνεσθαι; τῷ δʼ ἂν μᾶλλον οἱ σύμμαχοι πιστεύσειαν ἢ ἡγεμονίαν ἢ φρουραρχίαν ἢ πόλεις; τίνα δʼ ἄν τις εὐεργετήσας ὑπολάβοι χάριν κομιεῖσθαι μᾶλλον ἢ τὸν νόμιμον; ἢ τίνα μᾶλλον ἄν τις εὐεργετήσειεν ἢ παρʼ οὗ χάριν ἀπολήψεσθαι νομίζει; τῷ δʼ ἄν τις βούλοιτο μᾶλλον φίλος εἶναι ἢ τῷ τοιούτῳ, ἢ τῷ ἧττον ἐχθρός; τῷ δʼ ἄν τις ἧττον πολεμήσειεν ἢ ᾧ μάλιστα μὲν φίλος εἶναι βούλοιτο, ἥκιστα δʼ ἐχθρός, καὶ ᾧ πλεῖστοι μὲν φίλοι καὶ σύμμαχοι βούλοιντο εἶναι, ἐλάχιστοι δʼ ἐχθροὶ καὶ πολέμιοι; ἐγὼ μὲν οὖν, ὦ Ἱππία, τὸ αὐτὸ ἀποδείκνυμαι νόμιμόν τε καὶ δίκαιον εἶναι· σὺ δʼ εἰ τἀναντία γιγνώσκεις, δίδασκε. καὶ ὁ Ἱππίας, ἀλλὰ μὰ τὸν Δίʼ, ἔφη, ὦ Σώκρατες, οὔ μοι δοκῶ τἀναντία γιγνώσκειν οἷς εἴρηκας περὶ τοῦ δικαίου. ἀγράφους δέ τινας οἶσθα, ἔφη, ὦ Ἱππία, νόμους; τούς γʼ ἐν πάσῃ, ἔφη, χώρᾳ κατὰ ταὐτὰ νομιζομένους. ἔχοις ἂν οὖν εἰπεῖν, ἔφη, ὅτι οἱ ἄνθρωποι αὐτοὺς ἔθεντο; καὶ πῶς ἄν, ἔφη, οἵ γε οὔτε συνελθεῖν ἅπαντες ἂν δυνηθεῖεν οὔτε ὁμόφωνοί εἰσι; τίνας οὖν, ἔφη, νομίζεις τεθεικέναι τοὺς νόμους τούτους; ἐγὼ μέν, ἔφη, θεοὺς οἶμαι τοὺς νόμους τούτους τοῖς ἀνθρώποις θεῖναι· καὶ γὰρ παρὰ πᾶσιν ἀνθρώποις πρῶτον νομίζεται θεοὺς σέβειν. οὐκοῦν καὶ γονέας τιμᾶν πανταχοῦ νομίζεται; καὶ τοῦτο, ἔφη. οὐκοῦν καὶ μήτε γονέας παισὶ μίγνυσθαι μήτε παῖδας γονεῦσιν; οὐκέτι μοι δοκεῖ, ἔφη, ὦ Σώκρατες, οὗτος θεοῦ νόμος εἶναι. τί δή; ἔφη. ὅτι, ἔφη, αἰσθάνομαί τινας παραβαίνοντας αὐτόν. καὶ γὰρ ἄλλα πολλά, ἔφη, παρανομοῦσιν· ἀλλὰ δίκην γέ τοι διδόασιν οἱ παραβαίνοντες τοὺς ὑπὸ τῶν θεῶν κειμένους νόμους, ἣν οὐδενὶ τρόπῳ δυνατὸν ἀνθρώπῳ διαφυγεῖν, ὥσπερ τοὺς ὑπʼ ἀνθρώπων κειμένους νόμους ἔνιοι παραβαίνοντες διαφεύγουσι τὸ δίκην διδόναι, οἱ μὲν λανθάνοντες, οἱ δὲ βιαζόμενοι. καὶ ποίαν, ἔφη, δίκην, ὦ Σώκρατες, οὐ δύνανται διαφεύγειν γονεῖς τε παισὶ καὶ παῖδες γονεῦσι μιγνύμενοι; τὴν μεγίστην νὴ Δίʼ, ἔφη· τί γὰρ ἂν μεῖζον πάθοιεν ἄνθρωποι τεκνοποιούμενοι τοῦ κακῶς τεκνοποιεῖσθαι; πῶς οὖν, ἔφη, κακῶς οὗτοι τεκνοποιοῦνται, οὕς γε οὐδὲν κωλύει ἀγαθοὺς αὐτοὺς ὄντας ἐξ ἀγαθῶν παιδοποιεῖσθαι; ὅτι νὴ Δίʼ, ἔφη, οὐ μόνον ἀγαθοὺς δεῖ τοὺς ἐξ ἀλλήλων παιδοποιουμένους εἶναι, ἀλλὰ καὶ ἀκμάζοντας τοῖς σώμασιν. ἢ δοκεῖ σοι ὅμοια τὰ σπέρματα εἶναι τὰ τῶν ἀκμαζόντων τοῖς τῶν μήπω ἀκμαζόντων ἢ τῶν παρηκμακότων; ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ εἰκὸς ὅμοια εἶναι. πότερα οὖν, ἔφη, βελτίω; δῆλον ὅτι, ἔφη, τὰ τῶν ἀκμαζόντων. τὰ τῶν μὴ ἀκμαζόντων ἄρα οὐ σπουδαῖα; οὐκ εἰκὸς μὰ Δίʼ, ἔφη. οὐκοῦν οὕτω γε οὐ δεῖ παιδοποιεῖσθαι; οὐ γὰρ οὖν, ἔφη. οὐκοῦν οἵ γε οὕτω παιδοποιούμενοι ὡς οὐ δεῖ παιδοποιοῦνται; ἔμοιγε δοκεῖ, ἔφη. τίνες οὖν ἄλλοι, ἔφη, κακῶς ἂν παιδοποιοῖντο, εἴ γε μὴ οὗτοι; ὁμογνωμονῶ σοι, ἔφη, καὶ τοῦτο. τί δέ; τοὺς εὖ ποιοῦντας ἀντευεργετεῖν οὐ πανταχοῦ νόμιμόν ἐστι; νόμιμον, ἔφη· παραβαίνεται δὲ καὶ τοῦτο. οὐκοῦν καὶ οἱ τοῦτο παραβαίνοντες δίκην διδόασι, φίλων μὲν ἀγαθῶν ἔρημοι γιγνόμενοι, τοὺς δὲ μισοῦντας ἑαυτοὺς ἀναγκαζόμενοι διώκειν; ἢ οὐχ οἱ μὲν εὖ ποιοῦντες τοὺς χρωμένους ἑαυτοῖς ἀγαθοὶ φίλοι εἰσίν, οἱ δὲ μὴ ἀντευεργετοῦντες τοὺς τοιούτους διὰ μὲν τὴν ἀχαριστίαν μισοῦνται ὑπʼ αὐτῶν, διὰ δὲ τὸ μάλιστα λυσιτελεῖν τοῖς τοιούτοις χρῆσθαι τούτους μάλιστα διώκουσι; νὴ τὸν Δίʼ, ὦ Σώκρατες, ἔφη, θεοῖς ταῦτα πάντα ἔοικε· τὸ γὰρ τοὺς νόμους αὐτοὺς τοῖς παραβαίνουσι τὰς τιμωρίας ἔχειν βελτίονος ἢ κατʼ ἄνθρωπον νομοθέτου δοκεῖ μοι εἶναι. πότερον οὖν, ὦ Ἱππία, τοὺς θεοὺς ἡγῇ τὰ δίκαια νομοθετεῖν ἢ ἄλλα τῶν δικαίων; οὐκ ἄλλα μὰ Δίʼ, ἔφη· σχολῇ γὰρ ἂν ἄλλος γέ τις τὰ δίκαια νομοθετήσειεν, εἰ μὴ θεός. καὶ τοῖς θεοῖς ἄρα, ὦ Ἱππία, τὸ αὐτὸ δίκαιόν τε καὶ νόμιμον εἶναι ἀρέσκει. τοιαῦτα λέγων τε καὶ πράττων δικαιοτέρους ἐποίει τοὺς πλησιάζοντας.

English

H. G. Dakyns · perseus-xenophon-memorabilia-en

Again, concerning Justice he did not hide his opinion, but proclaimed it by his actions. All his private conduct was lawful and helpful: to public authority he rendered such scrupulous obedience in all that the laws required, both in civil life and in military service, that he was a pattern of good discipline to all. When chairman in the Assemblies he would not permit the people to record an illegal vote, but, upholding the laws, resisted a popular impulse that might even have overborne any but himself. And when the Thirty laid a command on him that was illegal, he refused to obey. Thus he disregarded their repeated injunction not to talk with young men; and when they commanded him and certain other citizens to arrest a man on a capital charge, he alone refused, because the command laid on him was illegal. Again, when he was tried on the charge brought by Meletus, whereas it is the custom of defendants to curry favour with the jury and to indulge in flattery and illegal appeals, and many by such means have been known to gain a verdict of acquittal, he rejected utterly the familiar chicanery of the courts; and though he might easily have gained a favourable verdict by even a moderate indulgence in such stratagems, he chose to die through his loyalty to the laws rather than to live through violating them. Such views frequently found expression in his conversations with different persons; I recollect the substance of one that he had with Hippias of Elis concerning Justice. Hippias, who had not been in Athens for a considerable time, found Socrates talking: he was saying that if you want to have a man taught cobbling or building or smithing or riding, you know where to send him to learn the craft: some indeed declare that if you want to train up a horse or an ox in the way he should go, teachers abound. And yet, strangely enough, if you want to learn Justice yourself, or to have your son or servant taught it, you know not where to go for a teacher. When Hippias heard this, How now? he cried in a tone of raillery, still the same old sentiments, Socrates , that I heard from you so long ago? Yes, Hippias, he replied, always the same, and - what is more astonishing - on the same topics too! You are so learned that I daresay you never say the same thing on the same subjects. I certainly try to say something fresh every time. Do you mean, about what you know? For example, in answer to the question, How many letters are there in Socrates and how do you spell it? do you try to say something different now from what you said before? Or take figures: suppose you are asked if twice five are ten, don’t you give the same answer now as you gave before? About letters and figures, Socrates , I always say the same thing, just like you. As for Justice, I feel confident that I can now say that which neither you nor anyone else can contradict. Upon my word, you mean to say that you have made a great discovery, if jurymen are to cease from voting different ways, citizens from disputing and litigation, and wrangling about the justice of their claims, cities from quarrelling about their rights and making war; and for my part, I don’t see how to tear myself away from you till I have heard about your great discovery. But I vow you shall not hear unless you first declare your own opinion about the nature of Justice; for it’s enough that you mock at others, questioning and examining everybody, and never willing to render an account yourself or to state an opinion about anything. Indeed, Hippias! Haven’t you noticed that I never cease to declare my notions of what is just? And how can you call that an account? I declare them by my deeds, anyhow, if not by my words. Don’t you think that deeds are better evidence than words? Yes, much better, of course; for many say what is just and do what is unjust; but no one who does what is just can be unjust. Then have you ever found me dealing in perjury or calumny, or stirring up strife between friends or fellow-citizens, or doing any other unjust act? I have not. To abstain from what is unjust is just, don’t you think? Even now, Socrates , you are clearly endeavouring to avoid stating what you think Justice to be. You are saying not what the just do, but what they don’t do. Well, I thought that unwillingness to do injustice was sufficient proof of Justice. But, if you don’t think so, see whether you like this better: I say that what is lawful is just. Do you mean, Socrates , that lawful and just are the same thing? I do. Because I don’t see what you mean by lawful or what you mean by just. Does the expression laws of a state convey a meaning to you? It does. And what do you think they are? Covenants made by the citizens whereby they have enacted what ought to be done and what ought to be avoided. Then would not that citizen who acts in accordance with these act lawfully, and he who transgresses them act unlawfully? Yes, certainly. And would not he who obeys them do what is just, and he who disobeys them do what is unjust? Certainly. Then would not he who does what is just be just, and he who does what is unjust be unjust? Of course. Consequently he who acts lawfully is just, and he who acts unlawfully is unjust. Laws, said Hippias, can hardly be thought of much account, Socrates , or observance of them, seeing that the very men who passed them often reject and amend them. Yes, said Socrates , and after going to war, cities often make peace again. To be sure. Then is there any difference, do you think, between belittling those who obey the laws on the ground that the laws may be annulled, and blaming those who behave well in the wars on the ground that peace may be made? Or do you really censure those who are eager to help their fatherland in the wars? No, of course not. Lycurgus the Lacedaemonian now - have you realised that he would not have made Sparta to differ from other cities in any respect, had he not established obedience to the laws most securely in her? Among rulers in cities, are you not aware that those who do most to make the citizens obey the laws are the best, and that the city in which the citizens are most obedient to the laws has the best time in peace and is irresistible in war? And again, agreement is deemed the greatest blessing for cities: their senates and their best men constantly exhort the citizens to agree, and everywhere in Greece there is a law that the citizens shall promise under oath to agree, and everywhere they take this oath. The object of this, in my opinion, is not that the citizens may vote for the same choirs, not that they may praise the same flute-players, not that they may select the same poets, not that they may like the same things, but that they may obey the laws. For those cities whose citizens abide by them prove strongest and enjoy most happiness; but without agreement no city can be made a good city, no house can be made a prosperous house. And how is the individual citizen less likely to incur penalties from the state, and more certain to gain honour than by obeying the laws? How less likely to be defeated in the courts or more certain to win? Whom would anyone rather trust as guardian of his money or sons or daughters? Whom would the whole city think more trustworthy than the man of lawful conduct? From whom would parents or kinsfolk or servants or friends or fellow-citizens or strangers more surely get their just rights? Whom would enemies rather trust in the matter of a truce or treaty or terms of peace? Whom would men rather choose for an ally? And to whom would allies rather entrust leadership or command of a garrison, or cities? Whom would anyone more confidently expect to show gratitude for benefits received? Or whom would one rather benefit than him from whom he thinks he will receive due gratitude? Whose friendship would anyone desire, or whose enmity would he avoid more earnestly? Whom would anyone less willingly make war on than him whose friendship he covets and whose enmity he is fain to avoid, who attracts the most friends and allies, and the fewest opponents and enemies? So, Hippias, I declare lawful and just to be the same thing. If you are of the contrary opinion, tell me. Upon my word, Socrates , answered Hippias, I don’t think my opinion is contrary to what you have said about Justice. Do you know what is meant by unwritten laws, Hippias? Yes, those that are uniformly observed in every country. Could you say that men made them? Nay, how could that be, seeing that they cannot all meet together and do not speak the same language? Then by whom have these laws been made, do you suppose? I think that the gods made these laws for men. For among all men the first law is to fear the gods. Is not the duty of honouring parents another universal law? Yes, that is another. And that parents shall not have sexual intercourse with their children nor children with their parents? No, I don’t think that is a law of God. Why so? Because I notice that some transgress it. Yes, and they do many other things contrary to the laws. But surely the transgressors of the laws ordained by the gods pay a penalty that a man can in no wise escape, as some, when they transgress the laws ordained by man, escape punishment, either by concealment or by violence. And pray what sort of penalty is it, Socrates , that may not be avoided by parents and children who have intercourse with one another? The greatest, of course. For what greater penalty can men incur when they beget children than begetting them badly? How do they beget children badly then, if, as may well happen, the fathers are good men and the mothers good women? Surely because it is not enough that the two parents should be good. They must also be in full bodily vigour: unless you suppose that those who are in full vigour are no more efficient as parents than those who have not yet reached that condition or have passed it. Of course that is unlikely. Which are the better then? Those who are in full vigour, clearly. Consequently those who are not in full vigour are not competent to become parents? It is improbable, of course. In that case then, they ought not to have children? Certainly not. Therefore those who produce children in such circumstances produce them wrongly? I think so. Who then will be bad fathers and mothers, if not they? I agree with you there too. Again, is not the duty of requiting benefits universally recognised by law? Yes, but this law too is broken. Then does not a man pay forfeit for the breach of that law too, in the gradual loss of good friends and the necessity of hunting those who hate him? Or is it not true that, whereas those who benefit an acquaintance are good friends to him, he is hated by them for his ingratitude, if he makes no return, and then, because it is most profitable to enjoy the acquaintance of such men, he hunts them most assiduously? Assuredly, Socrates , all this does suggest the work of the gods. For laws that involve in themselves punishment meet for those who break them, must, I think, be framed by a better legislator than man. Then, Hippias, do you think that the gods ordain what is just or what is otherwise? Not what is otherwise - of course not; for if a god ordains not that which is just, surely no other legislator can do so. Consequently, Hippias, the gods too accept the identification of just and lawful. By such words and actions he encouraged Justice in those who resorted to his company.

French

Eugène Talbot · wikisource-talbot-memorabilia-fr

Respect de Socrate pour les lois de son pays. La justice consiste dans l’obéissance à la loi civile et à la loi naturelle. Au sujet de la justice, loin de cacher son opinion, il la manifestait par des actes ; se montrant envers tous, dans son particulier, plein d’équité et de bienveillance, et, comme citoyen, obéissant aux magistrats dans tout ce que la loi commande, soit à la ville, soit dans les armées, où il se faisait remarquer par sa soumission à la discipline. Présidant, en qualité d’épistate, les assemblées du peuple, il ne lui permit pas de voter contre les lois, mais, d’accord avec elles, il résista à la fougue populaire, qu’aucun autre, excepté lui, n’aurait osé braver. Lorsque les Trente lui donnèrent des ordres contraires aux lois, il ne leur obéit pas ; ils lui défendirent de s’entretenir avec les jeunes gens, et lui enjoignirent, en même temps qu’à d’autres citoyens, d’amener un homme qu’ils voulaient faire périr ; seul il refusa d’obéir, parce que ces ordres étaient illégaux. Appelé devant les tribunaux par Mélétus, loin de suivre la coutume des accusés, qui prennent la parole pour gagner la faveur des juges, qui flattent et prient malgré la défense des lois, et se font souvent absoudre par de tels moyens, il ne voulut pas blesser les lois en agissant ainsi dans les tribunaux, et, lorsqu’il lui eût été facile de se faire renvoyer par les juges, en faisant le moindre effort, il aima mieux mourir en respectant la loi que vivre en cessant de l’observer. Il tint plus d’une fois ce langage à différentes personnes, et je me rappelle la conversation qu’il eut sur la justice avec Hippias d’Élée. Hippias, de retour à Athènes après une longue absence, rencontra Socrate qui s’entretenait avec quelques disciples sur l’étrangeté de ce fait que, si l’on veut faire de quelqu’un un cordonnier, un maçon, un forgeron, un écuyer, on n’hésite point à l’envoyer auprès d’un maître capable de l’instruire : on dit même qu’on trouve partout des hommes qui ont juste ce qu’il faut pour se charger de dresser un cheval ou un bœuf ; mais si quelqu’un veut apprendre la justice, ou la faire apprendre à son fils ou à son esclave, il ne sait où aller pour trouver son affaire. Hippias, qui l’avait écouté, lui dit en se raillant : « Quoi, Socrate, tu répètes ici ce que je t’ai entendu dire il y a déjà longtemps ? » Alors Socrate : « Oui, et ce qu’il y a de plus étrange, Hippias, c’est que, non content de répéter les mêmes paroles, je les répète sur les mêmes sujets ; tandis que toi, peut-être, vu ta grande science, tu ne dis pas toujours les mêmes paroles sur les mêmes choses. - Sans doute, je tâche toujours de dire du nouveau. - Est-ce que, si l’on t’interroge sur ce que tu sais, par exemple sur les lettres, et qu’on te demande combien il y en a dans le nom de Socrate et quelles elles sont, tu cherches à répondre aujourd’hui autrement qu’autrefois ? Si l’on te demande, à propos d’arithmétique, si deux fois cinq font dix, ne réponds-tu pas aujourd’hui ce que tu as répondu naguère ? - Sur ces questions, Socrate, je fais comme toi, je réponds toujours de même ; mais sur la justice, je crois pouvoir dire à présent des choses auxquelles ni toi ni personne ne saurait rien objecter. - Par Junon ! tu parles là d’une grande découverte ; ainsi les juges cesseront de diviser leurs suffrages, les citoyens de contester au sujet de leurs droits, de s’intenter des procès, de soulever des séditions : les nations mêmes n’auront plus de querelles au sujet de leurs droits et ne se feront plus la guerre : je ne vois pas trop comment je pourrais te quitter avant que tu m’aies expliqué cette admirable invention. - Oui ; mais, par Jupiter, tu n’en sauras rien, que tu ne m’aies découvert toi-même ce que tu penses sur la justice : il y a assez longtemps que tu te moques des autres, interrogeant et réfutant toujours, sans vouloir jamais rendre de compte à personne, ni exposer sur rien ton opinion. - Comment, Hippias ? n’as-tu pas remarqué que je ne cesse de bien mettre en évidence ce que je crois être le juste ? - Mais enfin, quelles sont les paroles que tu emploies ? - À défaut de la parole, c’est par mes actes que je le mets en évidence ; et ne trouves-tu pas que l’action est plus convaincante que la parole ? - Beaucoup plus, par Jupiter ; car bien des gens disent des choses justes et font des injustices, tandis qu’en agissant selon la justice, on ne saurait être injuste. - As-tu donc jamais appris que j’aie prêté un faux témoignage, calomnié, semé la dissension entre amis ou concitoyens, que j’aie commis enfin quelque autre injustice ? - Non certes. - S’abstenir de l’injustice n’est-ce pas, à ton avis, être juste ? - Tu m’as bien l’air, Socrate, en ce moment même, d’éviter encore de dire ton sentiment sur ce que tu crois le juste ; car ce n’est pas de ce que font les hommes justes, mais de ce qu’ils ne font pas que je t’entends parler. - Moi, reprit Socrate, je croyais que ne pas vouloir être injuste est une preuve suffisante de justice ; si tu n’es pas de cet avis, vois si ceci te convient mieux : je dis que ce qui est légal est juste. - Veux-tu dire, Socrate, que ce qui est légal et ce qui est juste sont une seule et même chose ? - Oui. - Je ne saisis pas bien ce que tu appelles légal et ce que tu appelles juste. - Tu connais les lois de l’État ? - Je les connais. - Et quelles sont-elles à ton avis ? - C’est ce que les citoyens ont décrété, en établissant ce qu’il faut faire et ce dont il faut s’abstenir. - Donc, celui-là est dans la légalité, qui se conforme à ces règlements politiques, et celui-là dans l’illégalité, qui les transgresse. - Très-bien. - Donc c’est être juste que de leur obéir, et injuste de leur désobéir. - Parfaitement. - Donc celui qui agit justement est juste, et injuste celui qui agit injustement ? - Comment le contraire serait-il vrai ? - En conséquence, celui qui est dans la légalité est juste, et injuste celui qui est dans l’illégalité ? » Alors Hippias : « Mais les lois, Socrate, comment peut-on y attacher quelque valeur ou croire qu’on doit y obéir, quand souvent ceux-mêmes qui les ont établies ne les trouvent plus bonnes et les abrogent ? - C’est comme la guerre, dit Socrate ; souvent des villes l’entreprennent et font ensuite la paix. - Sans doute. - Quelle est donc la différence que tu crois faire en blâmant ceux qui obéissent aux lois, parce qu’elles peuvent être rapportées, et en condamnant les soldats qui se conduisent bien à la guerre, parce qu’on peut conclure la paix ? Blâmes-tu les citoyens qui, dans les guerres, défendent courageusement leur patrie ? - Non, par Jupiter ; je n’en fais rien. - N’as-tu pas remarqué que le Lacédémonien Lycurgue n’aurait pas rendu Sparte différente des autres cités, s’il ne lui eût inspiré le plus profond respect pour les lois ? Parmi les magistrats d’une ville, ne sais-tu pas que ceux qui inspirent le mieux aux citoyens l’obéissance aux lois, sont de tout point les meilleurs ; qu’un État où les citoyens sont les plus soumis aux lois est aussi le plus heureux pendant la paix et le plus invincible à la guerre ? D’ailleurs, la concorde paraît être pour les cités le plus grand des biens ; aussi, très-souvent dans les États, les sénateurs et les hommes les plus éminents recommandent-ils aux citoyens de rester d’accord ; c’est même une loi établie dans toute la Grèce, que les citoyens jurent de demeurer d’accord ; et partout ils font ce serment. Or, je ne crois pas que cela se fasse pour que les citoyens s’accordent à décerner la victoire aux mêmes chœurs, qu’ils applaudissent les mêmes joueurs de flûte, qu’ils choisissent les mêmes poètes, qu’ils aient les mêmes goûts, mais pour qu’ils obéissent aux lois : car, tant que les citoyens y demeurent fidèles, les villes sont très-puissantes et très-heureuses ; mais sans la concorde, il n’y a ni ville bien gouvernée, ni maison bien administrée. « Dans l’état privé, quel moyen plus sûr de ne pas encourir de châtiments publics, quelle voie plus prompte vers les honneurs que l’obéissance aux lois ? Comment s’assurer mieux de ne pas être vaincu dans les tribunaux, mais de triompher dans ses procès ? À qui confiera-t-on plus volontiers sa fortune, ses fils, ses filles ; qui obtiendra plutôt la confiance d’une ville tout entière qu’un homme qui respecte les lois ? De quel autre peuvent attendre plus d’équité un père, des parents, des serviteurs, des amis, des concitoyens, des étrangers ? Avec qui des ennemis aimeront-ils mieux régler une suspension d’armes, une trêve, des conditions de paix ? À qui, plutôt qu’à l’homme fidèle aux lois, viendront s’unir des alliés ? À qui ces mêmes alliés remettront-ils plus volontiers un commandement de troupes, une garde de places fortes ou de villes ? De qui un bienfaiteur espérera-t-il plus de reconnaissance que de celui qui respecte les lois ? et qui aimera-t-on mieux obliger que celui dont on est sûr d’avoir la gratitude ? De qui aimerait-on mieux être l’ami et voudrait-on moins devenir l’ennemi ? Quel est l’homme à qui l’on voudrait le moins faire la guerre, si ce n’est celui dont on désirerait le plus être l’ami, et le moins être l’ennemi, dont tout le monde recherche l’amitié et l’alliance, et dont personne ne voudrait encourir la haine et l’inimitié ? Je te prouve donc, Hippias, que ce qui est légal et ce qui est juste sont une seule et même chose ; si tu as un avis différent, fais-le moi savoir. » Alors Hippias : « Ma foi, Socrate, dit-il, je ne crois pas avoir d’opinion contraire à ce que tu viens de dire sur la justice. - Connais-tu, Hippias, reprit Socrate, des lois qui ne sont pas écrites ? - Oui, celles qui sont les mêmes dans tous les pays et qui ont le même objet. - Pourrais-tu dire que ce sont les hommes qui les ont établies ? - Comment cela serait-il, puisqu’ils n’ont pu se réunir tous et qu’ils ne parlent pas la même langue ? - Qui donc, à ton avis, a établi ces lois ? - Moi, je crois que ce sont les dieux qui les ont inspirées aux hommes ; car chez tous les hommes la première loi est de respecter les dieux. - Le respect des parents n’est-il pas aussi une loi universelle ? - Sans doute. - Et les mêmes lois ne défendent-elles pas la promiscuité des parents avec les enfants et des enfants avec les parents ? - Pour cette loi, Socrate, je ne la crois pas émanée d’un dieu. - Pourquoi donc ? - Parce que j’en vois certains qui la transgressent. - On en transgresse bien d’autres ; mais ceux qui violent les lois établies par les dieux subissent un châtiment auquel il est impossible à l’homme de se soustraire, tandis que ceux qui foulent aux pieds les lois humaines échappent quelquefois à la peine, soit en se cachant, soit en employant la violence. - Et quelle est donc la punition que ne peuvent éluder les parents qui vivent en promiscuité avec leurs enfants, les enfants qui vivent avec leurs parents ? - La plus grande de toutes, par Jupiter ; car qu’y a-t-il de plus triste pour les hommes qui procréent des enfants que d’en avoir de mal venus ? - Mais pourquoi leur postérité est-elle mal venue ? rien n’empêche, s’ils sont bons, qu’il ne sorte d’eux des enfants également bons. - C’est que, par Jupiter, il ne suffit pas que le couple générateur soit bon, il faut qu’il soit dans la vigueur de l’âge. Crois-tu donc que la liqueur prolifique soit la même chez ceux qui sont dans la force de l’âge, et chez ceux qui n’ont pas atteint ou qui ont dépassé la jeunesse ? - Par Jupiter, elle ne peut être la même. - Quel moment est donc le plus favorable ? - Évidemment celui de la vigueur. - Ceux qui n’y sont pas ne se trouvent donc point dans une condition favorable ? - Non, par Jupiter. - Ainsi, à cette époque, il ne faut pas songer à procréer ? - Non, certes. - Ceux donc qui essayent alors de procréer, le font contrairement à la nature ? - Je le pense. - Qu’appellerons-nous donc des enfants mal venus, sinon ceux-là ? - Je suis encore de ton avis sur ce point. - Dis-moi, partout la loi ne veut-elle pas qu’on témoigne de la reconnaissance aux bienfaiteurs ? - Elle le veut, mais on la transgresse. - Eh bien ! ceux qui la transgressent n’en portent-ils pas la peine, abandonnés qu’ils sont de bons amis et forcés de courir après des gens qui les détestent ? N’est-il pas vrai, en effet, que ceux qui font du bien à qui les recherche sont de bons amis ; que, si on ne leur rend pas les services qu’on en a reçus, cette ingratitude provoque leur haine, et que le grand intérêt qu’on a à les fréquenter fait qu’on ne cesse de les poursuivre ? - Par Jupiter, Socrate, tout cela m’a bien l’air de venir des dieux ; ces lois qui portent avec elles le châtiment de celui qui les transgresse me semblent l’œuvre d’un législateur supérieur aux hommes. - Crois-tu donc, Hippias, que les dieux établissent des lois justes, ou qu’ils puissent en établir de contraires à la justice ? - Non, par Jupiter ; car personne ne pourrait établir des lois justes, si un dieu ne le faisait pas. - Donc, Hippias, les dieux eux-mêmes veulent que ce qui est juste soit la même chose que ce qui est légal. » C’est ainsi que par ses discours et par ses actes Socrate rendait plus justes ceux qui l’approchaient.

Concepts in this passage

Before reading

What you will learn

Open the full record