Public domain The work and displayed translations are recorded as public domain or from an open transcription.

Xenophon

Socrates in Xenophon’s Symposium Passage 8

Passage 8 of 9

Canonical reference 8

Ancient Greek

perseus-xenophon-symposium-grc

ὁ μὲν δὴ Συρακόσιος ἐξελθὼν συνεκροτεῖτο· ὁ δὲ Σωκράτης πάλιν αὖ καινοῦ λόγου κατῆρχεν. ἆρʼ, ἔφη, ὦ ἄνδρες, εἰκὸς ἡμᾶς παρόντος δαίμονος μεγάλου καὶ τῷ μὲν χρόνῳ ἰσήλικος τοῖς ἀειγενέσι θεοῖς, τῇ δὲ μορφῇ νεωτάτου, καὶ μεγέθει πάντα ἐπέχοντος, ψυχῇ δὲ ἀνθρώπου ἱδρυμένου, Ἔρωτος, μὴ [;ἂν]; ἀμνημονῆσαι, ἄλλως τε καὶ ἐπειδὴ πάντες ἐσμὲν τοῦ θεοῦ τούτου θιασῶται; ἐγώ τε γὰρ οὐκ ἔχω χρόνον εἰπεῖν ἐν ᾧ οὐκ ἐρῶν τινος διατελῶ, Χαρμίδην δὲ τόνδε οἶδα πολλοὺς μὲν ἐραστὰς κτησάμενον, ἔστι δὲ ὧν καὶ αὐτὸν ἐπιθυμήσαντα· Κριτόβουλός γε μὴν ἔτι καὶ νῦν ἐρώμενος ὢν ἤδη ἄλλων ἐπιθυμεῖ. ἀλλὰ μὴν καὶ ὁ Νικήρατος, ὡς ἐγὼ ἀκούω, ἐρῶν τῆς γυναικὸς ἀντερᾶται. Ἑρμογένη γε μὴν τίς ἡμῶν οὐκ οἶδεν ὡς, ὅ τι ποτʼ ἐστὶν ἡ καλοκἀγαθία, τῷ ταύτης ἔρωτι κατατήκεται; οὐχ ὁρᾶτε ὡς σπουδαῖαι μὲν αὐτοῦ αἱ ὀφρύες, ἀτρεμὲς δὲ τὸ ὄμμα, μέτριοι δὲ οἱ λόγοι, πραεῖα δὲ ἡ φωνή, ἱλαρὸν δὲ τὸ ἦθος; τοῖς δὲ σεμνοτάτοις θεοῖς φίλοις χρώμενος οὐδὲν ἡμᾶς τοὺς ἀνθρώπους ὑπερορᾷ; σὺ δὲ μόνος, ὦ Ἀντίσθενες, οὐδενὸς ἐρᾷς; ναὶ μὰ τοὺς θεούς, εἶπεν ἐκεῖνος, καὶ σφόδρα γε σοῦ. καὶ ὁ Σωκράτης ἐπισκώψας ὡς δὴ θρυπτόμενος εἶπε· μὴ νῦν μοι ἐν τῷ παρόντι ὄχλον πάρεχε· ὡς γὰρ ὁρᾷς, ἄλλα πράττω. καὶ ὁ Ἀντισθένης ἔλεξεν· ὡς σαφῶς μέντοι σὺ μαστροπὲ σαυτοῦ ἀεὶ τοιαῦτα ποιεῖς· τοτὲ μὲν τὸ δαιμόνιον προφασιζόμενος οὐ διαλέγῃ μοι, τοτὲ δʼ ἄλλου του ἐφιέμενος. καὶ ὁ Σωκράτης ἔφη· πρὸς τῶν θεῶν, ὦ Ἀντίσθενες, μόνον μὴ συγκόψῃς με· τὴν δʼ ἄλλην χαλεπότητα ἐγώ σου καὶ φέρω καὶ οἴσω φιλικῶς. ἀλλὰ γάρ, ἔφη, τὸν μὲν σὸν ἔρωτα κρύπτωμεν, ἐπειδὴ καὶ ἔστιν οὐ ψυχῆς ἀλλʼ εὐμορφίας τῆς ἐμῆς. ὅτι γε μὴν σύ, ὦ Καλλία, ἐρᾷς Αὐτολύκου πᾶσα μὲν ἡ πόλις οἶδε, πολλοὺς δʼ οἶμαι καὶ τῶν ξένων. τούτου δʼ αἴτιον τὸ πατέρων τε ὀνομαστῶν ἀμφοτέρους ὑμᾶς εἶναι καὶ αὐτοὺς ἐπιφανεῖς. ἀεὶ μὲν οὖν ἔγωγε ἠγάμην τὴν σὴν φύσιν, νῦν δὲ καὶ πολὺ μᾶλλον, ἐπεὶ ὁρῶ σε ἐρῶντα οὐχ ἁβρότητι χλιδαινομένου οὐδὲ μαλακίᾳ θρυπτομένου, ἀλλὰ πᾶσιν ἐπιδεικνυμένου ῥώμην τε καὶ καρτερίαν καὶ ἀνδρείαν καὶ σωφροσύνην. τὸ δὲ τοιούτων ἐπιθυμεῖν τεκμήριόν ἐστι τῆς τοῦ ἐραστοῦ φύσεως. εἰ μὲν οὖν μία ἐστὶν Ἀφροδίτη ἢ διτταί, Οὐρανία τε καὶ Πάνδημος, οὐκ οἶδα· καὶ γὰρ Ζεὺς ὁ αὐτὸς δοκῶν εἶναι πολλὰς ἐπωνυμίας ἔχει· ὅτι γε μέντοι χωρὶς ἑκατέρᾳ βωμοί τε καὶ ναοί εἰσι καὶ θυσίαι τῇ μὲν Πανδήμῳ ῥᾳδιουργότεραι, τῇ δὲ Οὐρανίᾳ ἁγνότεραι, οἶδα. εἰκάσαις δʼ ἂν καὶ τοὺς ἔρωτας τὴν μὲν Πάνδημον τῶν σωμάτων ἐπιπέμπειν, τὴν δʼ Οὐρανίαν τῆς ψυχῆς τε καὶ τῆς φιλίας καὶ τῶν καλῶν ἔργων. ὑφʼ οὗ δὴ καὶ σύ, ὦ Καλλία, κατέχεσθαι μοι δοκεῖς ἔρωτος. τεκμαίρομαι δὲ τῇ τοῦ ἐρωμένου καλοκἀγαθίᾳ καὶ ὅτι σε ὁρῶ τὸν πατέρα αὐτοῦ παραλαμβάνοντα εἰς τὰς πρὸς τοῦτον συνουσίας. οὐδὲν γὰρ τούτων ἐστὶν ἀπόκρυφον πατρὸς τῷ καλῷ τε κἀγαθῷ ἐραστῇ. καὶ ὁ Ἑρμογένης εἶπε· νὴ τὴν Ἥραν, ἔφη, ὦ Σώκρατες, ἄλλα τέ σου πολλὰ ἄγαμαι καὶ ὅτι νῦν ἅμα χαριζόμενος Καλλίᾳ καὶ παιδεύεις αὐτὸν οἷόνπερ χρὴ εἶναι. νὴ Δίʼ, ἔφη, ὅπως δὲ καὶ ἔτι μᾶλλον εὐφραίνηται, βούλομαι αὐτῷ μαρτυρῆσαι ὡς καὶ πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς ἢ ὁ τοῦ σώματος ἔρως. ὅτι μὲν γὰρ δὴ ἄνευ φιλίας συνουσία οὐδεμία ἀξιόλογος πάντες ἐπιστάμεθα. φιλεῖν γε μὴν τῶν μὲν τὸ ἦθος ἀγαμένων ἀνάγκη ἡδεῖα καὶ ἐθελουσία καλεῖται· τῶν δὲ τοῦ σώματος ἐπιθυμούντων πολλοὶ μὲν τοὺς τρόπους μέμφονται καὶ μισοῦσι τῶν ἐρωμένων· ἂν δὲ καὶ ἀμφότερα στέρξωσι, τὸ μὲν τῆς ὥρας ἄνθος ταχὺ δήπου παρακμάζει, ἀπολείποντος δὲ τούτου ἀνάγκη καὶ τὴν φιλίαν συναπομαραίνεσθαι, ἡ δὲ ψυχὴ ὅσονπερ ἂν χρόνον ἴῃ ἐπὶ τὸ φρονιμώτερον καὶ ἀξιεραστοτέρα γίγνεται. καὶ μὴν ἐν μὲν τῇ τῆς μορφῆς χρήσει ἔνεστί τις καὶ κόρος, ὥστε ἅπερ καὶ πρὸς τὰ σιτία διὰ πλησμονήν, ταῦτα ἀνάγκη καὶ πρὸς τὰ παιδικὰ πάσχειν· ἡ δὲ τῆς ψυχῆς φιλία διὰ τὸ ἁγνὴ εἶναι καὶ ἀκορεστοτέρα ἐστίν, οὐ μέντοι, ὥς γʼ ἄν τις οἰηθείη, διὰ τοῦτο καὶ ἀνεπαφροδιτοτέρα, ἀλλὰ σαφῶς καὶ ἀποτελεῖται ἡ εὐχὴ ἐν ᾗ αἰτούμεθα τὴν θεὸν ἐπαφρόδιτα καὶ ἔπη καὶ ἔργα διδόναι. ὡς μὲν γὰρ ἄγαταί τε καὶ φιλεῖ τὸν ἐρώμενον θάλλουσα μορφῇ τε ἐλευθερίᾳ καὶ ἤθει αἰδήμονί τε καὶ γενναίῳ ψυχὴ εὐθὺς ἐν τοῖς ἥλιξιν ἡγεμονική τε ἅμα καὶ φιλόφρων οὖσα οὐδὲν ἐπιδεῖται λόγου· ὅτι δὲ εἰκὸς καὶ ὑπὸ τῶν παιδικῶν τὸν τοιοῦτον ἐραστὴν ἀντιφιλεῖσθαι, καὶ τοῦτο διδάξω. πρῶτον μὲν γὰρ τίς μισεῖν δύναιτʼ ἂν ὑφʼ οὗ εἰδείη καλός τε καὶ ἀγαθὸς νομιζόμενος; ἔπειτα δὲ ὁρῴη αὐτὸν τὰ τοῦ παιδὸς καλὰ μᾶλλον ἢ τὰ ἑαυτοῦ ἡδέα σπουδάζοντα; πρὸς δὲ τούτοις πιστεύοι μήτʼ ἂν παρά τι ποιήσῃ μήτʼ ἂν καμὼν ἀμορφότερος γένηται, μειωθῆναι ἂν τὴν φιλίαν; οἷς γε μὴν κοινὸν τὸ φιλεῖσθαι, πῶς οὐκ ἀνάγκη τούτους ἡδέως μὲν προσορᾶν ἀλλήλους, εὐνοϊκῶς δὲ διαλέγεσθαι, πιστεύειν δὲ καὶ πιστεύεσθαι, καὶ προνοεῖν μὲν ἀλλήλων, συνήδεσθαι δʼ ἐπὶ ταῖς καλαῖς πράξεσι, συνάχθεσθαι δὲ ἄν τι σφάλμα προσπίπτῃ, τότε δʼ εὐφραινομένους διατελεῖν, ὅταν ὑγιαίνοντες συνῶσιν, ἂν δὲ κάμῃ ὁπότερος οὖν, πολὺ συνεχεστέραν τὴν συνουσίαν ἔχειν, καὶ ἀπόντων ἔτι μᾶλλον ἢ παρόντων ἐπιμελεῖσθαι; οὐ ταῦτα πάντα ἐπαφρόδιτα; διά γέ τοι τὰ τοιαῦτα ἔργα ἅμα ἐρῶντες τῆς φιλίας καὶ χρώμενοι αὐτῇ εἰς γῆρας διατελοῦσι. τὸν δὲ ἐκ τοῦ σώματος κρεμάμενον διὰ τί ἀντιφιλήσειεν ἂν ὁ παῖς; πότερον ὅτι ἑαυτῷ μὲν νέμει ὧν ἐπιθυμεῖ, τῷ δὲ παιδὶ τὰ ἐπονειδιστότατα; ἢ διότι ἃ σπεύδει πράττειν παρὰ τῶν παιδικῶν, εἴργει μάλιστα τοὺς οἰκείους ἀπὸ τούτων; καὶ μὴν ὅτι γε οὐ βιάζεται, ἀλλὰ πείθει, διὰ τοῦτο μᾶλλον μισητέος. ὁ μὲν γὰρ βιαζόμενος ἑαυτὸν πονηρὸν ἀποδεικνύει, ὁ δὲ πείθων τὴν τοῦ ἀναπειθομένου ψυχὴν διαφθείρει. ἀλλὰ μὴν καὶ ὁ χρημάτων γε ἀπεμπολῶν τὴν ὥραν τί μᾶλλον στέρξει τὸν πριάμενον ἢ ὁ ἐν ἀγορᾷ πωλῶν καὶ ἀποδιδόμενος; οὐ μὴν ὅτι γε ὡραῖος ἀώρῳ, οὐδὲ ὅτι γε καλὸς οὐκέτι καλῷ καὶ ἐρῶντι οὐκ ἐρῶν ὁμιλεῖ, φιλήσει αὐτόν. οὐδὲ γὰρ ὁ παῖς τῷ ἀνδρὶ ὥσπερ γυνὴ κοινωνεῖ τῶν ἐν τοῖς ἀφροδισίοις εὐφροσυνῶν, ἀλλὰ νήφων μεθύοντα ὑπὸ τῆς ἀφροδίτης θεᾶται. ἐξ ὧν οὐδὲν θαυμαστὸν εἰ καὶ τὸ ὑπερορᾶν ἐγγίγνεται αὐτῷ τοῦ ἐραστοῦ. καὶ σκοπῶν δʼ ἄν τις εὕροι ἐκ μὲν τῶν διὰ τοὺς τρόπους φιλουμένων οὐδὲν χαλεπὸν γεγενημένον, ἐκ δὲ τῆς ἀναιδοῦς ὁμιλίας πολλὰ ἤδη καὶ ἀνόσια πεπραγμένα. ὡς δὲ καὶ ἀνελεύθερος ἡ συνουσία τῷ τὸ σῶμα μᾶλλον ἢ τῷ τὴν ψυχὴν ἀγαπῶντι, νῦν τοῦτο δηλώσω. ὁ μὲν γὰρ παιδεύων λέγειν τε ἃ δεῖ καὶ πράττειν δικαίως ἂν ὥσπερ Χείρων καὶ Φοῖνιξ ὑπʼ Ἀχιλλέως τιμῷτο, ὁ δὲ τοῦ σώματος ὀρεγόμενος εἰκότως ἂν ὥσπερ πτωχὸς περιέποιτο. ἀεὶ γάρ τοι προσαιτῶν καὶ προσδεόμενος ἢ φιλήματος ἢ ἄλλου τινὸς ψηλαφήματος παρακολουθεῖ. εἰ δὲ λαμυρώτερον λέγω, μὴ θαυμάζετε· ὅ τε γὰρ οἶνος συνεπαίρει καὶ ὁ ἀεὶ σύνοικος ἐμοὶ ἔρως κεντρίζει εἰς τὸν ἀντίπαλον ἔρωτα αὐτῷ παρρησιάζεσθαι. καὶ γὰρ δὴ δοκεῖ μοι ὁ μὲν τῷ εἴδει τὸν νοῦν προσέχων μεμισθωμένῳ χῶρον ἐοικέναι. οὐ γὰρ ὅπως πλείονος ἄξιος γένηται ἐπιμελεῖται, ἀλλʼ ὅπως αὐτὸς ὅτι πλεῖστα ὡραῖα καρπώσεται. ὁ δὲ τῆς φιλίας ἐφιέμενος μᾶλλον ἔοικε τῷ τὸν οἰκεῖον ἀγρὸν κεκτημένῳ· πάντοθεν γοῦν φέρων ὅ τι ἂν δύνηται πλείονος ἄξιον ποιεῖ τὸν ἐρώμενον. καὶ μὴν καὶ τῶν παιδικῶν ὃς μὲν ἂν εἰδῇ ὅτι ὁ τοῦ εἴδους ἐπαρκῶν ἄρξει τοῦ ἐραστοῦ, εἰκὸς αὐτὸν τἆλλα ῥᾳδιουργεῖν· ὃς δʼ ἂν γιγνώσκῃ ὅτι ἂν μὴ καλὸς κἀγαθὸς ᾖ, οὐ καθέξει τὴν φιλίαν, τοῦτον προσήκει μᾶλλον ἀρετῆς ἐπιμελεῖσθαι. μέγιστον δʼ ἀγαθὸν τῷ ὀρεγομένῳ ἐκ παιδικῶν φίλον ἀγαθὸν ποιήσασθαι ὅτι ἀνάγκη καὶ αὐτὸν ἀσκεῖν ἀρετήν. οὐ γὰρ οἷόν τε πονηρὰ αὐτὸν ποιοῦντα ἀγαθὸν τὸν συνόντα ἀποδεῖξαι, οὐδέ γε ἀναισχυντίαν καὶ ἀκρασίαν παρεχόμενον ἐγκρατῆ καὶ αἰδούμενον τὸν ἐρώμενον ποιῆσαι. ἐπιθυμῶ δέ σοι, ἔφη, ὦ Καλλία, καὶ μυθολογῆσαι ὡς οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ θεοὶ καὶ ἥρωες τὴν τῆς ψυχῆς φιλίαν περὶ πλείονος ἢ τὴν τοῦ σώματος χρῆσιν ποιοῦνται. Ζεύς τε γὰρ ὅσων μὲν θνητῶν οὐσῶν μορφῆς ἠράσθη, συγγενόμενος εἴα αὐτὰς θνητὰς εἶναι· ὅσων δὲ ψυχαῖς ἀγαθαῖς ἀγασθείη, ἀθανάτους τούτους ἐποίει· ὧν Ἡρακλῆς μὲν καὶ Διόσκουροί εἰσι, λέγονται δὲ καὶ ἄλλοι· καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ καὶ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ γάνυται δέ τʼ ἀκούων. ηομ. τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που πυκινὰ φρεσὶ μήδεα εἰδώς. ηομ. τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. ἐξ οὖν συναμφοτέρων τούτων οὐχ ἡδυσώματος ὀνομασθεὶς ὁ Γανυμήδης ἀλλʼ ἡδυγνώμων ἐν θεοῖς τετίμηται. ἀλλὰ μήν, ὦ Νικήρατε, καὶ Ἀχιλλεὺς Ὁμήρῳ πεποίηται οὐχ ὡς παιδικοῖς Πατρόκλῳ ἀλλʼ ὡς ἑταίρῳ ἀποθανόντι ἐκπρεπέστατα τιμωρῆσαι. καὶ Ὀρέστης δὲ καὶ Πυλάδης καὶ Θησεὺς καὶ Πειρίθους καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡμιθέων οἱ ἄριστοι ὑμνοῦνται οὐ διὰ τὸ συγκαθεύδειν ἀλλὰ διὰ τὸ ἄγασθαι ἀλλήλους τὰ μέγιστα καὶ κάλλιστα κοινῇ διαπεπρᾶχθαι. τί δέ, τὰ νῦν καλὰ ἔργα οὐ πάντʼ ἂν εὕροι τις ἕνεκα ἐπαίνου ὑπὸ τῶν καὶ πονεῖν καὶ κινδυνεύειν ἐθελόντων πραττόμενα μᾶλλον ἢ ὑπὸ τῶν ἐθιζομένων ἡδονὴν ἀντʼ εὐκλείας αἱρεῖσθαι; καίτοι Παυσανίας γε ὁ Ἀγάθωνος τοῦ ποιητοῦ ἐραστὴς ἀπολογούμενος ὑπὲρ τῶν ἀκρασίᾳ ἐγκαλινδουμένων εἴρηκεν ὡς καὶ στράτευμα ἀλκιμώτατον ἂν γένοιτο ἐκ παιδικῶν τε καὶ ἐραστῶν. τούτους γὰρ ἂν ἔφη οἴεσθαι μάλιστα αἰδεῖσθαι ἀλλήλους ἀπολείπειν, θαυμαστὰ λέγων, εἴ γε οἱ ψόγου τε ἀφροντιστεῖν καὶ ἀναισχυντεῖν πρὸς ἀλλήλους ἐθιζόμενοι, οὗτοι μάλιστα αἰσχυνοῦνται αἰσχρόν τι ποιεῖν. καὶ μαρτύρια δὲ ἐπήγετο ὡς ταῦτα ἐγνωκότες εἶεν καὶ Θηβαῖοι καὶ Ἠλεῖοι· συγκαθεύδοντας γοῦν αὐτοῖς ὅμως παρατάττεσθαι ἔφη τὰ παιδικὰ εἰς τὸν ἀγῶνα, οὐδὲν τοῦτο σημεῖον λέγων ὅμοιον. ἐκείνοις μὲν γὰρ ταῦτα νόμιμα, ἡμῖν δʼ ἐπονείδιστα. δοκοῦσι δʼ ἔμοιγε οἱ μὲν παραταττόμενοι ἀπιστοῦσιν ἐοικέναι μὴ χωρὶς γενόμενοι οἱ ἐρώμενοι οὐκ ἀποτελῶσι τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἔργα. Λακεδαιμόνιοι δὲ οἱ νομίζοντες, ἐὰν καὶ ὀρεχθῇ τις σώματος, μηδενὸς ἂν ἔτι καλοῦ κἀγαθοῦ τοῦτον τυχεῖν, οὕτω τελέως τοὺς ἐρωμένους ἀγαθοὺς ἀπεργάζονται ὡς καὶ μετὰ ξένων κἂν μὴ ἐν τῇ αὐτῇ [;πόλει]; ταχθῶσι τῷ ἐραστῇ, ὁμοίως αἰδοῦνται τοὺς παρόντας ἀπολείπειν. θεὰν γὰρ οὐ τὴν Ἀναίδειαν ἀλλὰ τὴν Αἰδῶ νομίζουσι. δοκοῦμεν δʼ ἄν μοι πάντες ὁμόλογοι γενέσθαι περὶ ὧν λέγω, εἰ ὧδε ἐπισκοποῖμεν, τῷ ποτέρως παιδὶ φιληθέντι μᾶλλον ἄν τις πιστεύσειεν ἢ χρήματα ἢ τέκνα ἢ χάριτας παρακατατίθεσθαι. ἐγὼ μὲν γὰρ οἶμαι καὶ αὐτὸν τὸν τῷ εἴδει τοῦ ἐρωμένου χρώμενον μᾶλλον ἂν ταῦτα πάντα τῷ τὴν ψυχὴν ἐρασμίῳ πιστεῦσαι. σοί γε μήν, ὦ Καλλία, δοκεῖ μοι ἄξιον εἶναι καὶ θεοῖς χάριν εἰδέναι ὅτι σοι Αὐτολύκου ἔρωτα ἐνέβαλον. ὡς μὲν γὰρ φιλότιμός ἐστιν εὔδηλον, ὃς τοῦ κηρυχθῆναι ἕνεκα νικῶν παγκράτιον πολλοὺς μὲν πόνους, πολλὰ δʼ ἄλγη ἀνέχεται. εἰ δὲ οἴοιτο μὴ μόνον ἑαυτὸν καὶ τὸν πατέρα κοσμήσειν, ἀλλʼ ἱκανὸς γενήσεσθαι διʼ ἀνδραγαθίαν καὶ φίλους εὖ ποιεῖν καὶ τὴν πατρίδα αὔξειν τροπαῖα τῶν πολεμίων ἱστάμενος, καὶ διὰ ταῦτα περίβλεπτός τε καὶ ὀνομαστὸς ἔσεσθαι καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβάροις, πῶς οὐκ οἴει αὐτόν, ὅντινʼ ἡγοῖτο εἰς ταῦτα συνεργὸν εἶναι κράτιστον, τοῦτον ταῖς μεγίσταις ἂν τιμαῖς περιέπειν; εἰ οὖν βούλει τούτῳ ἀρέσκειν, σκεπτέον μέν σοι ποῖα ἐπιστάμενος Θεμιστοκλῆς ἱκανὸς ἐγένετο τὴν Ἑλλάδα ἐλευθεροῦν, σκεπτέον δὲ ποῖά ποτε εἰδὼς Περικλῆς κράτιστος ἐδόκει τῇ πατρίδι σύμβουλος εἶναι, ἀθρητέον δὲ καὶ πῶς ποτε Σόλων φιλοσοφήσας νόμους κρατίστους τῇ πόλει κατέθηκεν, ἐρευνητέον δὲ καὶ ποῖα Λακεδαιμόνιοι ἀσκοῦντες κράτιστοι δοκοῦσιν ἡγεμόνες εἶναι· προξενεῖς δὲ καὶ κατάγονται ἀεὶ παρὰ σοὶ οἱ κράτιστοι αὐτῶν. ὡς μὲν οὖν σοι ἡ πόλις ταχὺ ἂν ἐπιτρέψειεν αὑτήν, εἰ βούλει, εὖ ἴσθι. τὰ μέγιστα γάρ σοι ὑπάρχει· εὐπατρίδης εἶ, ἱερεὺς θεῶν τῶν ἀπʼ Ἐρεχθέως, οἳ καὶ ἐπὶ τὸν βάρβαρον σὺν Ἰάκχῳ ἐστράτευσαν, καὶ νῦν ἐν τῇ ἑορτῇ ἱεροπρεπέστατος δοκεῖς εἶναι τῶν προγεγενημένων, καὶ σῶμα ἀξιοπρεπέστατον μὲν ἰδεῖν τῆς πόλεως ἔχεις, ἱκανὸν δὲ μόχθους ὑποφέρειν. εἰ δʼ ὑμῖν δοκῶ σπουδαιολογῆσαι μᾶλλον ἢ παρὰ πότον πρέπει, μηδὲ τοῦτο θαυμάζετε. ἀγαθῶν γὰρ φύσει καὶ τῆς ἀρετῆς φιλοτίμως ἐφιεμένων ἀεί ποτε τῇ πόλει συνεραστὴς ὢν διατελῶ. οἱ μὲν δὴ ἄλλοι περὶ τῶν ῥηθέντων διελέγοντο, ὁ δʼ Αὐτόλυκος κατεθεᾶτο τὸν Καλλίαν. καὶ ὁ Καλλίας δὲ παρορῶν εἰς ἐκεῖνον εἶπεν· οὐκοῦν σύ με, ὦ Σώκρατες, μαστροπεύσεις πρὸς τὴν πόλιν, ὅπως πράττω τὰ πολιτικὰ καὶ ἀεὶ ἀρεστὸς ὦ αὐτῇ; ναὶ μὰ Δίʼ, ἔφη, ἂν ὁρῶσί γέ σε μὴ τῷ δοκεῖν ἀλλὰ τῷ ὄντι ἀρετῆς ἐπιμελούμενον. ἡ μὲν γὰρ ψευδὴς δόξα ταχὺ ἐλέγχεται ὑπὸ τῆς πείρας· ἡ δʼ ἀληθὴς ἀνδραγαθία, ἂν μὴ θεὸς βλάπτῃ, ἀεὶ ἐν ταῖς πράξεσι λαμπροτέραν τὴν εὔκλειαν συμπαρέχεται.

English

H. G. Dakyns · perseus-xenophon-symposium-en

So the Syracusan withdrew amid applause. Socrates now opened up another new topic for discussion. Gentlemen, said he, it is to be expected of us, is it not, when in the presence of a mighty deity that is coeval with the eternal gods, yet youngest of them all in appearance, in magnitude encompassing the universe, but enthroned in the heart of man, - I mean Love, - that we should not be unmindful of him, particularly in view of the fact that we are all of his following? For I cannot name a time when I was not in love with some one, and I know that Charmides here has gained many lovers and has in some instances felt the passion himself; and Critobulus, though even yet the object of love, is already beginning to feel this passion for others. Nay, Niceratus too, so I am told, is in love with his wife and finds his love reciprocated. And as for Hermogenes, who of us does not know that he is pining away with love for nobility of character, whatever that may be? Do you not observe how serious his brows are, how calm his gaze, how modest his words, how gentle his voice, how genial his demeanour? That though he enjoys the friendship of the most august gods, yet he does not disdain us mortals? Are you the only person, Antisthenes, in love with no one? No, by Heaven! replied he; I am madly in love - with you. And Socrates , banteringly, pretending to be coquettish, said: Don’t pester me just now; I am engaged in other business, as you see. How transparent you are, sir procurer of your own charms, Antisthenes rejoined, in always doing something like this; at one time you refuse me audience on the pretext of your divine sign, at another time because you have some other purpose in mind. In Heaven’s name, Antisthenes, implored Socrates , only refrain from beating me; any other manifestation of your bad temper I am wont to endure, and shall continue to do so, in a friendly spirit. But, he went on, let us keep your love a secret, because it is founded not on my spirit but on my physical beauty. But as for you, Callias, all the city knows that you are in love with Autolycus, and so, I think, do a great many men from abroad. The reason for this is the fact that you are both sons of distinguished fathers and are yourselves in the public eye. Now, I have always felt an admiration for your character, but at the present time I feel a much keener one, for I see that you are in love with a person who is not marked by dainty elegance nor wanton effeminacy, but shows to the world physical strength and stamina, virile courage and sobriety. Setting one’s heart on such traits gives an insight into the lover’s character. Now, whether there is one Aphrodite or two, Heavenly and Vulgar, I do not know; for even Zeus, though considered one and the same, yet has many by-names. I do know, however, that in the case of Aphrodite there are separate altars and temples for the two, and also rituals, those of the Vulgar Aphrodite excelling in looseness, those of the Heavenly in chastity. One might conjecture, also, that different types of love come from the different sources, carnal love from the Vulgar Aphrodite, and from the Heavenly spiritual love, love of friendship and of noble conduct. That is the sort of love, Callias, that seems to have you in its grip. I infer this from the noble nature of the one you love and because I see that you include his father in your meetings with him. For the virtuous lover does not make any of these matters a secret from the father of his beloved. Marry, quoth Hermogenes, you arouse my admiration in numerous ways, Socrates , but now more than ever, because in the very act of flattering Callias you are in fact educating him to conform to the ideal. True, he replied; and to add to his pleasure, I wish to bear testimony to him that spiritual love is far superior to carnal. For we all know that there is no converse worth the mention that does not comprise affection. Now affection on the part of those who feel admiration for character is commonly termed a pleasant and willing constraint; whereas many of those who have a merely physical concupiscence reprehend and detest the ways of those they love. But suppose they are satisfied on both scores; yet the bloom of youth soon passes its prime, and as this disappears, affection also inevitably fades away as fast; but the soul becomes more and more lovable the longer it progresses toward wisdom. Besides, in the enjoyment of physical beauty there is a point of surfeit, so that one cannot help feeling toward his favourite the same effect that he gets toward food by gratification of the appetite. But affection for the soul, being pure, is also less liable to satiety, though it does not follow, as one might suppose, that it is also less rich in the graces of Aphrodite; on the contrary, our prayer that the goddess will bestow her grace on our words and deeds is manifestly answered. Now, no further argument is necessary to show that a soul verdant with the beauty of freeborn men and with a disposition that is reverent and noble, a soul that from the very first displays its leadership among its own fellows and is kindly withal, feels an admiration and an affection for the object of its love; but I will go on to prove the reasonableness of the position that such a lover will have his affection returned. First, who could feel dislike for one by whom he knew himself to be regarded as the pattern of nobleness, and, in the next place, saw that he made his favourite’s honour of more account than his own pleasure, and beside this felt assured that this affection would not be lessened under any circumstances, no matter whether he suffered some reverse or lost his comeliness through the ravages of illness? Moreover, must not those who enjoy a mutual affection unavoidably take pleasure in looking into each other’s faces, converse in amity, and trust and be trusted, and not only take thought each for the other but also take a common joy in prosperity and feel a common distress if some ill fortune befall, and live in happiness when their society is attended by sound health, but be much more constantly together if one or the other become ill, and be even more solicitous, each for the other, when absent than when present? Are not all these things marked by Aphrodite’s grace? It is by conducting themselves thus that men continue mutually to love friendship and enjoy it clear down to old age. But what is there to induce a favourite to make a return of affection to a lover who bases his feeling solely on the flesh? Would it be the consideration that the lover allots to himself the joys he desires but gives the favourite only what excites the deepest contempt? Or that he conceals, as best he can, from the favourite’s relatives the ends that he is bent on attaining? As for his using entreaty rather than coercion, that is all the stronger reason for detestation. For any one who applies force merely discovers his rascality, but he who uses persuasion corrupts the soul of the one upon whom he prevails. Once more, how will he who traffics in his beauty feel greater affection toward the buyer than he who puts his produce up for sale and disposes of it in the open market? For assuredly he will not be moved to affection because he is a youthful companion to one who is not youthful, or because he is handsome when the other is no longer so, or because he is untouched by passion when the other is in its sway. For a youth does not share in the pleasure of the intercourse as a woman does, but looks on, sober, at another in love’s intoxication. Consequently, it need not excite any surprise if contempt for the lover is engendered in him. If one looked into the matter, also, he would descry no ill effect when people are loved for their personality, but that many shocking results have come from companionship lost to shame. I will now go on to show also that the union is servile when one’s regard is for the body rather than when it is for the soul. For he who inculcates right speech and conduct would merit the honour given by Achilles to Cheiron and Phoenix; but the man who lusts only after the flesh would with good reason be treated like a mendicant; for he is always dogging the footsteps of his favourite, begging and beseeching the favour of one more kiss or some other caress. Do not be surprised at my plain speaking; the wine helps to incite me, and the kind of love that ever dwells with me spurs me on to say what I think about its opposite. For, to my way of thinking, the man whose attention is attracted only by his beloved’s appearance is like one who has rented a farm; his aim is not to increase its value but to gain from it as much of a harvest as he can for himself. On the other hand, the man whose goal is friendship is more like one possessing a farm of his own; at any rate he utilizes all sources to enhance his loved one’s worth. Furthermore, the favourite who realizes that he who lavishes physical charms will be the lover’s sovereign will in all likelihood be loose in his general conduct; but the one who feels that he cannot keep his lover faithful without nobility of character will more probably give heed to virtue. But the greatest blessing that befalls the man who yearns to render his favourite a good friend is the necessity of himself making virtue his habitual practice. For one cannot produce goodness in his companion while his own conduct is evil, nor can he himself exhibit shamelessness and incontinence and at the same time render his beloved self-controlled and reverent. My heart is set on showing you, Callias, on the basis of olden tales, also, that not only humankind but also gods and demi-gods set higher value on the friendship of the spirit than on the enjoyment of the body. For in all cases where Zeus became enamoured of mortal women for their beauty, though he united with them he suffered them to remain mortal; but all those persons whom he delighted in for their souls’ sake he made immortal. Among the latter are Heracles and the Sons of Zeus; and tradition includes others also. And I aver that even in the case of Ganymede, it was not his person but his spiritual character that influenced Zeus to carry him up to Olympus . This is confirmed by his very name. Homer, you remember, has the words, He joys to hear; Perhaps Homeric Poems that is to say, he rejoices to hear ; and in another place, harbouring shrewd devices in his heart. Perhaps Iliad , 7.278, 17.325, 18.363, 24.88, 282, 674 or Odyssey , 2.38, 11.445, 19.353, 20.46. This, again, means harbouring wise counsels in his heart. So the name given Ganymede, compounded of the two foregoing elements, signifies not physically but mentally attractive; hence his honour among the gods. Or again, Niceratus, Homer pictures us Achilles looking upon Patroclus not as the object of his passion but as a comrade, and in this spirit signally avenging his death. So we have songs telling also how Orestes, Pylades, Theseus, Peirithous, and many other illustrious demi-gods wrought glorious deeds of valour side by side, not because they shared a common bed but because of mutual admiration and respect. Moreover, take the splendid feats of the present day; would not a person discover that they are all done for glory’s sake by persons willing to endure hardship and jeopardy, rather than by those who are drifting into the habit of preferring pleasure to a good name? Yet Pausanias, the lover of the poet Agathon, has said in his defence of those who wallow in lasciviousness that the most valiant army, even, would be one recruited of lovers and their favourites! For these, he said, would in his opinion be most likely to be prevented by shame from deserting one another, - a strange assertion, indeed, that persons acquiring an habitual indifference to censure and to abandoned conduct toward one another will be most likely to be deterred by shame from any infamous act. But he went further and adduced as evidence in support of his position both the Thebans and the Eleans, alleging that this was their policy; he stated, in fine, that though sharing common beds they nevertheless assigned to their favourites places alongside themselves in the battle-line. But this is a false analogy; for such practices, though normal among them, with us are banned by the severest reprobation. My own view is that those who assign these posts in battle suggest thereby that they are suspicious that the objects of their love, if left by themselves, will not perform the duties of brave men. In contrast to this, the Lacedaemonians, who hold that if a person so much as feels a carnal concupiscence he will never come to any good end, cause the objects of their love to be so consummately brave that even when arrayed with foreigners and even when not stationed in the same line with their lovers they just as surely feel ashamed to desert their comrades. For the goddess they worship is not Impudence but Modesty. We could all come to one mind, I think, on the point I am trying to make, if we were to consider the question in this way: of two lads, the objects of the different types of love, which one would a person prefer to trust with his money, or his children, or to lay under the obligation of a favour? My own belief is that even the person whose love is founded on the loved one’s physical beauty would in all these cases rather put his trust in him whose loveliness is of the spirit. In your case, Callias, I deem it meet that you should thank Heaven for inspiring you with love for Autolycus. For his ardour for glory is manifest, inasmuch as he undergoes many toils and many bodily discomforts to ensure his being proclaimed victor in the pancratium. Now if he were to believe that he is going not merely to shed lustre on himself and his father but also to acquire through his manly virtue the ability to serve his friends and to exalt his country by setting up trophies of victory over its enemies, and for these reasons draw the admiring glances of all and be famous among both Greeks and barbarians, do you not suppose that he would esteem and honour highly any one whom he looked upon as the best partner in furthering these designs? If, then, you would be in his good graces, you must try to find out what sort of knowledge it was that made Themistocles able to give Greece liberty; you must try to find out what kind of knowledge it was that gave Pericles the name of being his country’s wisest counsellor; you must reflect, further, how it was that Solon by deep meditation established in his city laws of surpassing worth; you must search and find out what kind of practices it is that gives the Lacedaemonians the reputation of being pre-eminent military commanders; for you are their proxenus, and their foremost citizens are always being entertained at your house. You may regard it as certain, therefore, that our city would be quick to entrust itself to your hands, if you so desire. For you possess the highest qualifications for such a trust: you are of aristocratic birth, of Erechtheus’ line, a priest serving the gods who under the leadership of Iacchus took the field against the barbarian; and in our day you outshine your predecessors in the splendour of your priestly office in the festival; and you possess a person more goodly to the eye than any other in the city and one at the same time able to withstand effort and hardship. If what I say appears to you gentlemen to be too grave and earnest for a drinking party, I beg you again not to be surprised. For during practically all my life I have been at one with the commonwealth in loving men who to a nature already good add a zealous desire for virtue. The rest of the company now engaged in a discussion of the views propounded by Socrates ; but Autolycus kept his eyes fixed on Callias. And Callias, addressing Socrates , but looking beyond him and returning the gaze of Autolycus, said: So you intend acting the procurer, do you, Socrates , to bring me to the attention of the commonwealth, so that I may enter politics, and the state may always look upon me with favour? Assuredly, was the reply, that is, if people see that you set your heart on virtue, not in pretence, but in reality. For false reputation is soon exposed when tried by experience, whereas true manly virtue, - barring the interposition of Providence, - confers ever more and more brilliant glory when put to the test of actual deeds.

French

Eugène Talbot · wikisource-talbot-symposium-fr

Discussion sur l’amour. Le Syracusain sort pour tout disposer, et Socrate, commençant un nouveau discours : « Amis, dit-il, puisque nous sommes en présence d’un dieu puissant, égal en âge aux dieux éternels, qui a les traits d’un enfant, dont l’immensité embrasse tout, et qui a l’âme d’un homme, en un mot de l’Amour, serait-il juste de ne pas nous en entretenir, vu que nous faisons tous partie d’un thiase en l’honneur de ce dieu ? Pour moi, je ne puis citer aucune époque de ma vie où j’aie vécu sans aimer : je sais que Charmide, ici présent, a eu de nombreux soupirants et qu’il a soupiré lui-même ; que Critobule, encore aimé, est encore aimant. On m’a dit même que Nicératus est l’amant de sa femme qui le paye de retour. Quant à Hermogène, qui de nous ignore que l’honnêteté, sous quelque forme qu’elle se présente, le passionne et le consume ? Ne voyez-vous pas ces sourcils austères, ce regard fixe, ces discours mesurés, cette voix douce, ces manières affables ? Quoiqu’il ait pour amis les dieux vénérés, il ne nous dédaigne pas, nous autres hommes. N’y a-t-il donc que toi, Antisthène, qui n’aimes personne ? - Par tous les dieux, reprit Antisthène, je t’aime de tout mon cœur. » Alors Socrate raillant et faisant le renchéri : « Ne me dérange pas en ce moment, dit-il ; tu le vois, je m’occupe d’autre chose. - Ohé ! l’entremetteur, reprit Antisthène, comme tu exerces bien ton métier ! tantôt c’est ton démon qui t’empêche de converser avec moi ; tantôt c’est parce que tu es à la piste d’une idée. - Au nom des dieux, Antisthène, dit Socrate, ne m’obsède pas ; j’ai déjà supporté ton humeur et je la supporterai toujours en ami ; mais dissimulons ton amour, puisqu’il n’en veut pas à mon âme, mais à ma beauté. Pour toi, Callias, tu aimes Autolycus ; toute la ville le sait, et aussi, je pense, bon nombre d’étrangers. La cause en est que vos pères sont gens bien connus, et que tous deux n’êtes point sans renommée. Quant à moi, j’ai toujours admiré ton heureux naturel, Callias, mais à présent bien plus encore, puisque je te vois aimer un jeune homme qui, loin de languir dans les plaisirs et de s’oublier dans la mollesse, fait preuve aux yeux de tous, de vigueur, de patience, de courage et de sagesse. La recherche de semblables amours prouve l’excellent naturel de celui qui aime. N’y a-t-il qu’une seule Vénus ou bien deux, la Vénus Uranie et la Vénus Pandème ? Je l’ignore : car Jupiter, qui sans doute est seul, a lui-même tant de noms ! Mais ont-elles leurs autels et leurs temples distincts ? offre-t-on à la Vénus Pandème des sacrifices moins relevés, et à la Vénus Uranie des offrandes plus chastes ? C’est ce que je n’ignore point. Et l’on peut croire que la Vénus Pandème inspire les amours du corps, tandis que la Vénus Uranie inspire l’union des âmes, l’amitié, les actes généreux. C’est de cet amour, Callias, que je te crois épris. Je le présume du moins, quand je songe à l’honnêteté de celui que tu aimes, quand je vois que tu n’as d’entretien avec lui qu’en présence de son père. On n’a rien, en effet, à cacher à un père, quand on est aimé par un homme beau et bon. - Par Junon ! dit Hermogène, je t’admire, Socrate, à plus d’un titre, mais surtout de ce qu’en flattant Callias, tu lui apprends aussi ce qu’il doit être. - Oui, par Jupiter ; mais, afin de lui plaire encore davantage, je veux prouver que l’amour de l’âme l’emporte de beaucoup sur l’amour du corps. Aucune liaison n’a de prix sans l’amitié ; c’est une vérité connue de nous tous : ensuite l’affection qu’on éprouve pour le caractère de celui qu’on aime s’appelle une douce et volontaire contrainte ; mais la plupart de ceux qui ne désirent que le corps blâment et détestent le moral de ceux qu’ils aiment. S’ils aiment tout ensemble le corps et l’âme, la fleur de la beauté se fane bientôt, et avec elle il faut que l’amitié se flétrisse ; plus l’âme, au contraire, marche avec le temps vers la perfection, plus elle devient aimable. D’ailleurs aux jouissances de la beauté est attaché je ne sais quel dégoût : la satiété que produisent les mets, les mignons finissent aussi par la produire ; mais l’amour de l’âme est insatiable, parce qu’il est pur. Et cependant qu’on ne lui suppose pas pour cela moins de charmes ; c’est alors, au contraire, que s’accomplit la prière faite à la déesse de n’inspirer que des paroles et des actes dignes de son nom. En effet, qu’un être aimé soit l’objet de l’affection, de la tendresse d’une âme qui joint à des formes distinguées, à un caractère généreux, une supériorité marquée sur ses égaux et une grande bienveillance, cela n’a pas besoin d’être prouvé ; mais comment la personne aimée doit payer un tel amant d’un juste retour, c’est ce que je vais démontrer. Et d’abord comment quelqu’un pourrait-il haïr celui qu’il sait le regarder comme beau et bon, qu’il voit plus occupé de la beauté de la personne aimée que de son propre plaisir, dont il est sûr que l’amitié ne s’amoindrira ni par de légers torts, ni par la maladie ? Comment deux personnes qui s’aiment d’un mutuel amour ne seraient-elles pas heureuses de se contempler à loisir, de s’entretenir affectueusement, de se témoigner une confiance, une prévenance réciproques, de partager ou la joie d’un succès ou le chagrin d’un revers, d’éprouver un bonheur continuel à se voir tous deux en santé ; et, si l’un devient malade, de s’intéresser plus à l’absent qu’au présent ? Tout cela n’est-il pas délicieux ? Oui, ce sont ces bons offices qui rendent l’amitié chère et qui en entretiennent le feu jusqu’à la vieillesse. Mais pourquoi un jeune garçon aimerait-il celui qui ne s’attache qu’au corps ? Est-ce parce qu’il se réserve la satisfaction du désir et ne laisse à l’objet aimé que la honte ? Est-ce parce que, pour faire ce qu’il souhaite de celui qu’il aime, il se plaît à éloigner de lui ses parents ? Il y a plus : si, au lieu de la persuasion, il emploie la violence, il n’en est que plus haïssable : en effet, celui qui violente ne fait preuve que de perversité ; quiconque persuade corrompt l’âme de celui qui se laisse convaincre. D’ailleurs, comment celui qui vend sa beauté pour de l’argent pourra-t-il plus aimer l’homme qui le paye qu’au marché le vendeur n’aime l’acheteur ? Parce qu’il est jeune et le soupirant hors d’âge, parce qu’il est beau et l’autre laid, parce qu’il est aimant et que l’autre ne l’est pas, ce n’est pas un motif pour qu’il lui donne sa tendresse. Un garçon en commerce avec un homme ne partage pas, comme une femme, les joies de l’amour : c’est à jeun qu’il en voit l’ivresse. Il ne faut donc pas s’étonner si l’on méprise de pareils amants. « Qu’on réfléchisse encore, et l’on verra que la passion qui a pour objet les belles qualités n’a jamais eu de funestes effets, tandis qu’un commerce honteux a souvent produit des actes criminels. Maintenant, tout ce qu’a d’indigne d’un homme libre la liaison qui s’attache au corps plutôt qu’à l’âme, c’est ce que je vais faire voir. Si celui qui enseigne à bien dire et à bien faire mérite d’être honoré, comme Chiron et Phénix l’étaient par Achille, celui qui n’en veut qu’au corps est un mendiant qui vous obsède. Toujours quêtant, toujours demandant soit un baiser, soit quelque autre attouchement, il s’attache à vos pas. Que la hardiesse de mon langage ne vous surprenne point. Le sien m’inspire, et l’amour qui vit en moi m’excite à m’exprimer avec franchise contre un amour rival du mien. Oui, selon moi, ne s’attacher qu’à la forme, c’est agir comme le fermier d’un champ : il ne prend aucun souci de l’améliorer, mais il cherche à en tirer, la saison venue, le plus de fruits possible. Celui, au contraire, qui se propose l’amitié, a plutôt quelque ressemblance avec le maître héréditaire d’un champ : de toute part il apporte ce qu’il peut pour embellir ce qu’il aime. « En outre, tout mignon qui sait qu’en prêtant sa beauté il aura de l’ascendant sur un amant, doit commettre d’autres désordres ; mais celui qui est persuadé que, s’il cesse d’être beau et bon, il perdra toute tendresse, dirigera plutôt ses sentiments vers la vertu. C’est d’ailleurs un très-grand bien pour celui qui aspire à l’amitié d’un jeune homme que d’être lui-même dans la nécessité de pratiquer la vertu. Car il lui serait impossible, en faisant le mal, de donner l’exemple du bien à son ami, et, en se montrant sans pudeur ni tempérance, de rendre celui qu’il aime pudique et tempérant. « J’ai à cœur de te prouver, Callias, continua Socrate, même d’après la mythologie, que non-seulement les hommes, mais les dieux et les héros ont plus prisé l’union de l’âme que le commerce du corps. Toutes les mortelles dont Jupiter a aimé la beauté, après avoir eu leurs faveurs, il les a laissées mortelles ; mais ceux dont il a aimé les âmes, il leur a donné l’immortalité. De ce nombre, dit-on, sont Hercule, les Dioscures et d’autres encore. Je prétends même que Ganymède a été transporté dans l’Olympe par Jupiter, moins à cause de son corps que de son âme. Son nom même en porte témoignage : il y a quelque part dans Homère : ..... Il est ravi d’entendre. Autrement dit : il se plaît à entendre ; et ailleurs : ..... Et dans son cœur sont de prudents desseins , Ce qui veut dire qu’il a l’âme pleine de sages résolutions. C’est de la réunion de deux mots grecs signifiant ravi et desseins que se compose le nom de Ganymède ; et ce n’est pas parce qu’il a un corps charmant, mais un charmant esprit, qu’il est honoré par les dieux. Autre part, Nicératus, Achille est représenté dans Homère vengeant glorieusement la mort de Patrocle, non comme d’un amant, mais comme d’un ami. Oreste et Pilade, Thésée et Pirithoüs, et tant d’autres demi-dieux illustres, ne sont pas célébrés pour avoir partagé le même lit, mais pour avoir associé leur tendresse dans de grandes et belles entreprises. Et maintenant encore ne trouvera-t-on pas tous les beaux exploits accomplis par des hommes prêts à tout souffrir, à tout braver pour la gloire, plutôt que par ceux qui ont accoutumé de préférer le plaisir à la renommée ? Cependant, Pausanias, amant du prêtre Agathon, a dit pour la défense de ceux qui se vautrent dans la fange de ces plaisirs, qu’une armée d’amants et de mignons serait invincible parce que, selon lui, tous rougiraient de s’abandonner. Propos étrange ! Quoi ! des hommes insensibles au blâme, accoutumés à ne plus rougir entre eux, craindraient de se déshonorer par une lâcheté ? Il allègue comme témoignage les Thébains et les Éléens élevés dans ces principes. Quoiqu’ils couchent ensemble, cependant, d’après lui, les amants sont rangés ensemble dans le même corps de bataille. Mais ce n’est point là une assertion légitime, puisque ce qui est autorisé chez eux est chez nous opprobre. À mes yeux, des gens qui se rangent ainsi dans la même bataille ont l’air de craindre que les amants, séparés les uns des autres, ne fassent pas leur devoir d’hommes de cœur. Les Lacédémoniens, au contraire, persuadés qu’en s’attachant au corps, on ne pense plus à rien de beau et de bon, font de ceux qu’ils aiment des gens si braves que, même avec des étrangers, même séparés de leur amant et dans une autre ville, ils rougiraient d’abandonner leur compagnon d’armes. C’est que leur divinité n’est point l’Impudeur, mais la Pudeur. Il me semble que nous serons tous du même sentiment sur ce que je dis, si nous nous demandons auquel de ce genre d’amants nous confierions plus volontiers nos biens ou nos enfants, auquel nous rendrions de préférence un service. Pour ma part, je pense que celui même qui s’attache à la forme de l’objet aimé accorderait plutôt sa confiance à celui qui n’aime que l’âme. « Quant à toi, Callias, il me semble que tu as des actions de grâces à rendre aux dieux qui t’ont mis au cœur ton amour pour Autolycus. Il est évidemment épris de la gloire, lui qui, pour s’entendre proclamer vainqueur au pancrace, a supporté tant de travaux, enduré tant de souffrances ! S’il espère non-seulement illustrer et lui-même et son père, mais encore devenir capable par sa valeur de servir ses amis, d’agrandir sa patrie en élevant des trophées pris sur les ennemis, et d’obtenir par là et gloire et renommée chez les Grecs et chez les Barbares, comment ne croirais-tu pas que celui dont il fera le compagnon le plus actif de ses travaux, sera entouré d’honneurs immenses ? Si donc tu veux lui plaire, considère par quelles connaissances Thémistocle fut en état d’affranchir la Grèce ; considère quel était le savant qui fit de Périclès le plus sûr conseiller de son pays ; songe quelle fut jadis la philosophie de Solon, qui donna d’excellentes lois à notre république ; recherche à quels exercices les Lacédémoniens doivent leur supériorité dans la guerre. Tous les jours d’ailleurs les plus distingués d’entre eux viennent te demander l’hospitalité. Aussi la république est-elle prête à se donner à toi si tu le veux, sache-le bien. Les plus grands avantages te secondent. Tu es eupatride, prêtre des déesses qui se rattachent au nom d’Érechthée, l’un de ceux qui, avec Iacchus, ont combattu contre le Barbare, et maintenant dans nos solennités tu parais plus auguste encore que tes ancêtres ; tu as un air de grandeur que n’a aucun de tes concitoyens, et tu sembles propre à supporter tous les travaux. Si vous trouvez mon discours trop sérieux pour un banquet, n’en soyez point surpris. Les cœurs naturellement bons et pris d’une ardeur généreuse pour la vertu trouvent en moi, comme dans leurs compatriotes, un amant passionné. » Tandis que les autres convives faisaient des observations sur ce discours, Autolycus regardait Callias, et Callias lui jetait un regard furtif : « Ainsi donc, Socrate, tu vas si bien me servir d’entremetteur auprès de la république, que je vais être lancé dans la politique, que je plairai toujours au peuple ? - Oui, par Jupiter ! répondit Socrate, si l’on te voit réellement, et non pas en apparence, épris de la vertu. La fausse gloire est bientôt démasquée par l’expérience ; mais la véritable valeur, à moins qu’un dieu ne lui soit contraire, acquiert par l’action même une gloire de plus en plus brillante. »

Concepts in this passage

Before reading

What you will learn

Open the full record