Potentially copyrighted passage By consulting this text, you confirm that you may use it for personal and educational purposes. Do not reproduce its content. If the book helps you, buy it to support the author or rights holders.

Aristotle

Nicomachean Ethics Section 3

Section 46 of 116

Canonical reference 4.3

Ancient Greek

ἡ δὲ μεγαλοψυχία περὶ μεγάλα μὲν καὶ ἐκ τοῦ ὀνόματος ἔοικεν εἶναι, περὶ ποῖα δʼ ἐστὶ πρῶτον λάβωμεν· διαφέρει δʼ οὐδὲν τὴν ἕξιν ἢ τὸν κατὰ τὴν ἕξιν σκοπεῖν. δοκεῖ δὴ μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν· ὁ γὰρ μὴ κατʼ ἀξίαν αὐτὸ ποιῶν ἠλίθιος, τῶν δὲ κατʼ ἀρετὴν οὐδεὶς ἠλίθιος οὐδʼ ἀνόητος. μεγαλόψυχος μὲν οὖν ὁ εἰρημένος. ὁ γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων, μεγαλόψυχος δʼ οὔ· ἐν μεγέθει γὰρ ἡ μεγαλοψυχία, ὥσπερ καὶ τὸ κάλλος ἐν μεγάλῳ σώματι, οἱ μικροὶ δʼ ἀστεῖοι καὶ σύμμετροι, καλοὶ δʼ οὔ. ὁ δὲ μεγάλων ἑαυτὸν ἀξιῶν ἀνάξιος ὢν χαῦνος· ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ πᾶς χαῦνος. ὁ δʼ ἐλαττόνων ἢ ἄξιος μικρόψυχος, ἐάν τε μεγάλων ἐάν τε μετρίων, ἐάν τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ. καὶ μάλιστʼ ἂν δόξειεν ὁ μεγάλων ἄξιος· τί γὰρ ἂν ἐποίει, εἰ μὴ τοσούτων ἦν ἄξιος; ἔστι δὴ ὁ μεγαλόψυχος τῷ μὲν μεγέθει ἄκρος, τῷ δὲ ὡς δεῖ μέσος· τοῦ γὰρ κατʼ ἀξίαν αὑτὸν ἀξιοῖ· οἳ δʼ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν. εἰ δὴ μεγάλων ἑαυτὸν ἀξιοῖ ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων, περὶ ἓν μάλιστʼ ἂν εἴη. ἡ δʼ ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά· μέγιστον δὲ τοῦτʼ ἂν θείημεν ὃ τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ μάλιστʼ ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις ἆθλον· τοιοῦτον δʼ ἡ τιμή· μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς ἀγαθῶν· περὶ τιμὰς δὴ καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν ὡς δεῖ. καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ τιμὴν εἶναι· τιμῆς γὰρ μάλιστα οἱ μεγάλοι ἀξιοῦσιν ἑαυτούς, κατʼ ἀξίαν δέ. ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτὸν καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ χαῦνος πρὸς ἑαυτὸν μὲν ὑπερβάλλει, οὐ μὴν τόν γε μεγαλόψυχον. ὁ δὲ μεγαλόψυχος, εἴπερ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη· μείζονος γὰρ ἀεὶ ὁ βελτίων ἄξιος, καὶ μεγίστων ὁ ἄριστος. τὸν ὡς ἀληθῶς ἄρα μεγαλόψυχον δεῖ ἀγαθὸν εἶναι. καὶ δόξειεν ἂν εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα. οὐδαμῶς τʼ ἂν ἁρμόζοι μεγαλοψύχῳ φεύγειν παρασείσαντι, οὐδʼ ἀδικεῖν· τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ γʼ οὐδὲν μέγα; καθʼ ἕκαστα δʼ ἐπισκοποῦντι πάμπαν γελοῖος φαίνοιτʼ ἂν ὁ μεγαλόψυχος μὴ ἀγαθὸς ὤν. οὐκ εἴη δʼ ἂν οὐδὲ τιμῆς ἄξιος φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή, καὶ ἀπονέμεται τοῖς ἀγαθοῖς. ἔοικε μὲν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις εἶναι τῶν ἀρετῶν· μείζους γὰρ αὐτὰς ποιεῖ, καὶ οὐ γίνεται ἄνευ ἐκείνων. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλόψυχον εἶναι· οὐ γὰρ οἷόν τε ἄνευ καλοκαγαθίας. μάλιστα μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστι· καὶ ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων· ἀρετῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή, οὐ μὴν ἀλλʼ ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν· τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλιγωρήσει· οὐ γὰρ τούτων ἄξιος· ὁμοίως δὲ καὶ ἀτιμίας· οὐ γὰρ ἔσται δικαίως περὶ αὐτόν. μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτʼ εὐτυχῶν περιχαρὴς ἔσται οὔτʼ ἀτυχῶν περίλυπος. οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει ὡς μέγιστον ὄν. αἱ γὰρ δυναστεῖαι καὶ ὁ πλοῦτος διὰ τὴν τιμήν ἐστιν αἱρετά· οἱ γοῦν ἔχοντες αὐτὰ τιμᾶσθαι διʼ αὐτῶν βούλονται· ᾧ δὲ καὶ ἡ τιμὴ μικρόν ἐστι, τούτῳ καὶ τἆλλα. διὸ ὑπερόπται δοκοῦσιν εἶναι. δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. οἱ γὰρ εὐγενεῖς ἀξιοῦνται τιμῆς καὶ οἱ δυναστεύοντες ἢ πλουτοῦντες· ἐν ὑπεροχῇ γάρ, τὸ δʼ ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον. διὸ καὶ τὰ τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπὸ τινῶν· κατʼ ἀλήθειαν δʼ ὁ ἀγαθὸς μόνος τιμητός· ᾧ δʼ ἄμφω ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς. οἱ δʼ ἄνευ ἀρετῆς τὰ τοιαῦτα ἀγαθὰ ἔχοντες οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦσιν οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται· ἄνευ γὰρ ἀρετῆς παντελοῦς οὐκ ἔστι ταῦτα. ὑπερόπται δὲ καὶ ὑβρισταὶ καὶ οἱ τὰ τοιαῦτα ἔχοντες ἀγαθὰ γίνονται. ἄνευ γὰρ ἀρετῆς οὐ ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα· οὐ δυνάμενοι δὲφέρειν καὶ οἰόμενοι τῶν ἄλλων ὑπερέχειν ἐκείνων μὲν καταφρονοῦσιν, αὐτοὶ δʼ ὅ τι ἂν τύχωσι πράττουσιν. μιμοῦνται γὰρ τὸν μεγαλόψυχον οὐχ ὅμοιοι ὄντες, τοῦτο δὲ δρῶσιν ἐν οἷς δύνανται· τὰ μὲν οὖν κατʼ ἀρετὴν οὐ πράττουσι, καταφρονοῦσι δὲ τῶν ἄλλων. ὁ μὲν γὰρ μεγαλόψυχος δικαίως καταφρονεῖ (δοξάζει γὰρ ἀληθῶς), οἱ δὲ πολλοὶ τυχόντως. οὐκ ἔστι δὲ μικροκίνδυνος οὐδὲ φιλοκίνδυνος διὰ τὸ ὀλίγα τιμᾶν, μεγαλοκίνδυνος δέ, καὶ ὅταν κινδυνεύῃ, ἀφειδὴς τοῦ βίου ὡς οὐκ ἄξιον ὂν πάντως ζῆν. καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος δʼ αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δʼ ὑπερεχομένου. καὶ ἀντευεργετικὸς πλειόνων· οὕτω γάρ οἱ προσοφλήσει ὁ ὑπάρξας καὶ ἔσται εὖ πεπονθώς. δοκοῦσι δὲ καὶ μνημονεύειν οὗ ἂν ποιήσωσιν εὖ, ὧν δʼ ἂν πάθωσιν οὔ (ἐλάττων γὰρ ὁ παθὼν εὖ τοῦ ποιήσαντος, βούλεται δʼ ὑπερέχειν), καὶ τὰ μὲν ἡδέως ἀκούειν, τὰ δʼ ἀηδῶς· διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί, οὐδʼ οἱ Λάκωνες πρὸς τοὺς Ἀθηναίους, ἀλλʼ ἃ πεπόνθεσαν εὖ. μεγαλοψύχου δὲ καὶ τὸ μηδενὸς δεῖσθαι ἢ μόλις, ὑπηρετεῖν δὲ προθύμως, καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις μέγαν εἶναι, πρὸς δὲ τοὺς μέσους μέτριον· τῶν μὲν γὰρ ὑπερέχειν χαλεπὸν καὶ σεμνόν, τῶν δὲ ῥᾴδιον, καὶ ἐπʼ ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν, ὥσπερ εἰς τοὺς ἀσθενεῖς ἰσχυρίζεσθαι· καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρωτεύουσιν ἄλλοι· καὶ ἀργὸν εἶναι καὶ μελλητὴν ἀλλʼ ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον, καὶ ὀλίγων μὲν πρακτικόν, μεγάλων δὲ καὶ ὀνομαστῶν. ἀναγκαῖον δὲ καὶ φανερομισῆ εἶναι καὶ φανερόφιλον (τὸ γὰρ λανθάνειν φοβουμένου, καὶ ἀμελεῖν τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης), καὶ λέγειν καὶ πράττειν φανερῶς (παρρησιαστὴς γὰρ διὰ τὸ καταφρονητικὸς εἶναι, καὶ ἀληθευτικός, πλὴν ὅσα μὴ διʼ εἰρωνείαν εἰρωνεία δὲ πρὸς τοὺς πολλούς), καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν ἀλλʼ ἢ φίλον· δουλικὸν γάρ· διὸ καὶ πάντες οἱ κόλακες θητικοὶ καὶ οἱ ταπεινοὶ κόλακες. οὐδὲ θαυμαστικός· οὐδὲν γὰρ μέγα αὐτῷ ἐστίν. οὐδὲ μνησίκακος· οὐ γὰρ μεγαλοψύχου τὸ ἀπομνημονεύειν, ἄλλως τε καὶ κακά, ἀλλὰ μᾶλλον παρορᾶν. οὐδʼ ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑτοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει αὐτῷ οὔθʼ ὅπως οἱ ἄλλοι ψέγωνται· οὐδʼ αὖ ἐπαινετικός ἐστιν· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ διʼ ὕβριν. καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικὸς καὶ δεητικός· σπουδάζοντος γὰρ οὕτως ἔχειν περὶ ταῦτα. καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον. καὶ κίνησις δὲ βραδεῖα τοῦ μεγαλοψύχου δοκεῖ εἶναι, καὶ φωνὴ βαρεῖα, καὶ λέξις στάσιμος· οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα σπουδάζων, οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμενος· ἡ δʼ ὀξυφωνία καὶ ἡ ταχυτὴς διὰ τούτων. τοιοῦτος μὲν οὖν ὁ μεγαλόψυχος· ὁ δʼ ἐλλείπων μικρόψυχος, ὁ δʼ ὑπερβάλλων χαῦνος. οὐ κακοὶ μὲν οὖν δοκοῦσιν εἶναι οὐδʼ οὗτοι (οὐ γὰρ κακοποιοί εἰσιν), ἡμαρτημένοι δέ. ὁ μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν ἑαυτὸν ἀποστερεῖ ὧν ἄξιός ἐστι, καὶ ἔοικε κακὸν ἔχειν τι ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν τῶν ἀγαθῶν, καὶ ἀγνοεῖν δʼ ἑαυτόν· ὠρέγετο γὰρ ἂν ὧν ἄξιος ἦν, ἀγαθῶν γε ὄντων. οὐ μὴν ἠλίθιοί γε οἱ τοιοῦτοι δοκοῦσιν εἶναι, ἀλλὰ μᾶλλον ὀκνηροί. ἡ τοιαύτη δὲ δόξα δοκεῖ καὶ χείρους ποιεῖν· ἕκαστοι γὰρ ἐφίενται τῶν κατʼ ἀξίαν, ἀφίστανται δὲ καὶ τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀνάξιοι ὄντες, ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν. οἱ δὲ χαῦνοι ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτʼ ἐπιφανῶς· οὐ γὰρ ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται· καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις, καὶ βούλονται τὰ εὐτυχήματα καὶ φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι περὶ αὐτῶν ὡς διὰ τούτων τιμηθησόμενοι. ἀντιτίθεται δὲ τῇ μεγαλοψυχίᾳ ἡ μικροψυχία μᾶλλον τῆς χαυνότητος· καὶ γὰρ γίνεται μᾶλλον καὶ χεῖρόν ἐστιν. ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμήν ἐστι μεγάλην, ὥσπερ εἴρηται.

English

Harris Rackham, 1926

Greatness of Soul, as the word itself implies, seems to be related to great objects; let us first ascertain what sort of objects these are. It will make no difference whether we examine the quality itself or the person that displays the quality. Now a person is thought to be great-souled if he claims much and deserves much; he who claims much without deserving it is foolish, but no one of moral excellence is foolish or senseless. The great-souled man is then as we have described. He who deserves little and claims little is modest or temperate, but not great-souled, since to be great-souled involves greatness just as handsomeness involves size: small people may be neat and well-made, but not handsome. He that claims much but does not deserve much is vain; though not everybody who claims more than he deserves is vain. He that claims less than he deserves is small-souled, whether his deserts be great or only moderate, or even though he deserves little, if he claims still less. The most small-souled of all would seem to be the man who claims less than he deserves when his deserts are great; for what would he have done had he not deserved so much? Though therefore in regard to the greatness of his claim the great-souled man is an extreme, by reason of its rightness he stands at the mean point, for he claims what he deserves; while the vain and the small-souled err by excess and defect respectively. If then the great-souled man claims and is worthy of great things and most of all the greatest things, Greatness of Soul must be concerned with some one object especially. Worthy is a term of relation: it denotes having a claim to goods external to oneself. Now the greatest external good we should assume to be the thing which we offer as a tribute to the gods, and which is most coveted by men of high station, and is the prize awarded for the noblest deeds; and such a thing is honor, for honor is clearly the greatest of external goods. Therefore the great-souled man is he who has the right disposition in relation to honors and disgraces. And even without argument it is evident that honor is the object with which the great-souled are concerned, since it is honor above all else which great men claim and deserve. The small-souled man falls short both as judged by his own deserts and in comparison with the claim of the great-souled man; the vain man on the other hand exceeds as judged by his own standard, but does not however exceed the great-souled man. And inasmuch as the great-souled man deserves most, he must be the best of men; for the better a man is the more he deserves, and he that is best deserves most. Therefore the truly great-souled man must be a good man. Indeed greatness in each of the virtues would seem to go with greatness of soul. For instance, one cannot imagine the great-souled man running at full speed when retreating in battle, nor acting dishonestly; since what motive for base conduct has a man to whom nothing is great? Considering all the virtues in turn, we shall feel it quite ridiculous to picture the great-souled man as other than a good man. Moreover, if he were bad, he would not be worthy of honor, since honor is the prize of virtue, and the tribute that we pay to the good. Greatness of Soul seems therefore to be as it were a crowning ornament of the virtues: it enhances their greatness, and it cannot exist without them. Hence it is hard to be truly great souled, for greatness of soul is impossible without moral nobility. Honor and dishonor then are the objects with which the great-souled man is especially concerned. Great honors accorded by persons of worth will afford him pleasure in a moderate degree: he will feel he is receiving only what belongs to him, or even less, for no honor can be adequate to the merits of perfect virtue, yet all the same he will deign to accept their honors, because they have no greater tribute to offer him. Honor rendered by common people and on trivial grounds he will utterly despise, for this is not what he merits. He will also despise dishonor, for no dishonor can justly attach to him. The great-souled man then, as has been said, is especially concerned with honor; but he will also observe due measure in respect to wealth, power, and good and bad fortune in general, as they may befall him; he will not rejoice overmuch in prosperity, nor grieve overmuch at adversity. For he does not care much even about honor, which is the greatest of external goods (since power and wealth are desirable only for the honor they bring, at least their possessors wish to be honored for their sake); he therefore to whom even honor is a small thing will be indifferent to other things as well. Hence great-souled men are thought to be haughty. But it is thought that the gifts of fortune also conduce to greatness of soul; for the high-born and those who are powerful or wealthy are esteemed worthy of honor, because they are superior to their fellows, and that which is superior in something good is always held in higher honor; so that even these gifts of fortune make men more great-souled, because their possessors are honored by some people. But in reality only the good man ought to be honored, although he that has both virtue and fortune is esteemed still more worthy of honor; whereas those who possess the goods of fortune without virtue are not justified in claiming high worth, and cannot correctly be styled great-souled, since true worth and greatness of soul cannot exist without complete virtue. It is true that even those who merely possess the goods of fortune may be haughty and insolent; because without virtue it is not easy to bear good fortune becomingly, and such men, being unable to carry their prosperity, and thinking themselves superior to the rest of mankind, despise other people, although their own conduct is no better than another’s. The fact is that they try to imitate the great-souled man without being really like him, and only copy him in what they can, reproducing his contempt for others but not his virtuous conduct. For the great-souled man is justified in despising other people - his estimates are correct; but most proud men have no good ground for their pride. The great-souled man does not run into danger for trifling reasons, and is not a lover of danger, because there are few things he values; but he will face danger in a great cause, and when so doing will be ready to sacrifice his life, since he holds that life is not worth having at every price. He is fond of conferring benefits, but ashamed to receive them, because the former is a mark of superiority and the latter of inferiority. He returns a service done to him with interest, since this will put the original benefactor into his debt in turn, and make him the party benefited. The great-souled are thought to have a good memory for any benefit they have conferred, but a bad memory for those which they have received (since the recipient of a benefit is the inferior of his benefactor, whereas they desire to be superior); and to enjoy being reminded of the former but to dislike being reminded of the latter: this is why the poet makes Thetis not specify her services to Zeus; nor did the Spartans treating with the Athenians recall the occasions when Sparta had aided Athens , but those on which Athens had aided Sparta . It is also characteristic of the great-souled man never to ask help from others, or only with reluctance, but to render aid willingly; and to be haughty towards men of position and fortune, but courteous towards those of moderate station, because it is difficult and distinguished to be superior to the great, but easy to outdo the lowly, and to adopt a high manner with the former is not ill-bred, but it is vulgar to lord it over humble people: it is like putting forth one’s strength against the weak. He will not compete for the common objects of ambition, or go where other people take the first place; and he will be idle and slow to act, except when pursuing some high honor or achievement; and will not engage in many undertakings, but only in such as are important and distinguished. He must be open both in love and in hate, since concealment shows timidity; and care more for the truth than for what people will think; and speak and act openly, since as he despises other men he is outspoken and frank, except when speaking with ironical self-depreciation, as he does to common people. He will be incapable of living at the will of another, unless a friend, since to do so is slavish, and hence flatterers are always servile, and humble people flatterers. He is not prone to admiration, since nothing is great to him. He does not bear a grudge, for it is not a mark of greatness of soul to recall things against people, especially the wrongs they have done you, but rather to overlook them. He is no gossip, for he will not talk either about himself or about another, as he neither wants to receive compliments nor to hear other people run down (nor is he lavish of praise either); and so he is not given to speaking evil himself, even of his enemies, except when he deliberately intends to give offence. In troubles that cannot be avoided or trifling mishaps he will never cry out or ask for help, since to do so would imply that he took them to heart. He likes to own beautiful and useless things, rather than useful things that bring in a return, since the former show his independence more. Other traits generally attributed to the great-souled man are a slow gait, a deep voice, and a deliberate utterance; to speak in shrill tones and walk fast denotes an excitable and nervous temperament, which does not belong to one who cares for few things and thinks nothing great. Such then being the Great-souled man, the corresponding character on the side of deficiency is the Small-souled man, and on that of excess the Vain man. These also are not thought to be actually vicious, since they do no harm, but rather mistaken. The small-souled man deprives himself of the good things that he deserves; and his failure to claim good things makes it seem that he has something bad about him [and also that he does not know himself], for (people argue), if he deserved any good, he would try to obtain it. Not that such persons are considered foolish, but rather too retiring; yet this estimate of them is thought to make them still worse, for men’s ambitions show what they are worth, and if they hold aloof from noble enterprises and pursuits, and for go the good things of life, presumably they think they are not worthy of them. The vain on the other hand are foolish persons, who are deficient in self-knowledge and expose their defect: they undertake honorable responsibilities of which they are not worthy, and then are found out. They are ostentatious in dress, manner and so on. They want people to know how well off they are, and talk about it, imagining that this will make them respected. Smallness of Soul is more opposed than Vanity to Greatness of Soul, being both more prevalent and worse. Greatness of Soul then, as we have said, is concerned with great honors.

French AI-generated translation, non-official

Codex gpt-5.6-sol · Non-official working translation · 2026-09-13

La grandeur d’âme, comme le mot lui-même l’indique, semble se rapporter à de grandes choses. Déterminons d’abord quelles sont ces choses. Peu importe que nous examinions la qualité elle-même ou la personne qui la manifeste. On estime qu’un homme a de la grandeur d’âme s’il prétend à beaucoup et mérite beaucoup. Celui qui prétend à beaucoup sans le mériter est insensé, mais aucun homme moralement excellent n’est insensé ni dépourvu de raison. L’homme qui a de la grandeur d’âme est donc tel que nous l’avons décrit. Celui qui mérite peu et prétend à peu est modeste ou tempérant, mais il n’a pas de grandeur d’âme, puisque celle-ci implique la grandeur, de même que la beauté implique la taille : les personnes de petite taille peuvent être bien proportionnées et bien faites, mais non belles. Celui qui prétend à beaucoup sans mériter beaucoup est vaniteux, bien que quiconque prétend à plus qu’il ne mérite ne soit pas nécessairement vaniteux. Celui qui prétend à moins qu’il ne mérite manque de grandeur d’âme, que ses mérites soient grands ou seulement modérés, et même s’il mérite peu, dès lors qu’il prétend à moins encore. Celui qui manquerait le plus de grandeur d’âme semblerait être l’homme qui prétend à moins qu’il ne mérite alors que ses mérites sont grands : qu’aurait-il fait s’il n’avait pas tant mérité ? Ainsi, bien que l’homme qui a de la grandeur d’âme occupe un extrême par l’ampleur de ses prétentions, il se tient au milieu par leur justesse, car il prétend à ce qu’il mérite, tandis que le vaniteux et l’homme qui manque de grandeur d’âme pèchent respectivement par excès et par défaut. Si donc l’homme qui a de la grandeur d’âme prétend à de grandes choses, en est digne et prétend surtout aux plus grandes, la grandeur d’âme doit concerner tout particulièrement un certain objet. Être digne est un terme relatif : il signifie avoir droit à des biens extérieurs à soi. Or nous devons tenir pour le plus grand des biens extérieurs ce que nous offrons aux dieux en hommage, ce que convoitent le plus les hommes de haut rang et ce qui récompense les plus nobles actions. Une telle chose est l’honneur, car l’honneur est manifestement le plus grand des biens extérieurs. L’homme qui a de la grandeur d’âme est donc celui qui possède la disposition juste à l’égard des honneurs et des affronts. Même sans raisonnement, il est évident que l’honneur est l’objet dont se soucient ceux qui ont de la grandeur d’âme, puisque c’est avant tout à l’honneur que les grands hommes prétendent et qu’ils méritent. L’homme qui manque de grandeur d’âme reste en deçà, tant au regard de ses propres mérites que par comparaison avec les prétentions de l’homme qui a de la grandeur d’âme. Le vaniteux, au contraire, va au-delà de ce que justifient ses propres mérites, sans toutefois dépasser l’homme qui a de la grandeur d’âme. Et puisque ce dernier mérite le plus, il doit être le meilleur des hommes : plus un homme est bon, plus il mérite, et le meilleur mérite le plus. L’homme qui possède véritablement la grandeur d’âme doit donc être un homme de bien. De fait, la grandeur en chacune des vertus semble aller de pair avec la grandeur d’âme. On ne saurait, par exemple, imaginer l’homme qui a de la grandeur d’âme fuyant à toutes jambes lorsqu’il bat en retraite au combat, ni agissant avec malhonnêteté : quel motif pourrait pousser à une conduite honteuse celui aux yeux de qui rien n’est grand ? Si nous considérons tour à tour toutes les vertus, il nous paraîtra tout à fait ridicule de nous représenter l’homme qui a de la grandeur d’âme autrement que comme un homme de bien. En outre, s’il était mauvais, il ne serait pas digne d’honneur, puisque l’honneur est la récompense de la vertu et l’hommage que nous rendons aux gens de bien. La grandeur d’âme semble donc être en quelque sorte le couronnement des vertus : elle accroît leur grandeur et ne peut exister sans elles. C’est pourquoi il est difficile d’avoir véritablement de la grandeur d’âme, car celle-ci est impossible sans noblesse morale. L’honneur et le déshonneur sont donc les objets dont se soucie particulièrement l’homme qui a de la grandeur d’âme. Les grands honneurs que lui accordent des personnes de valeur lui procureront un plaisir modéré : il estimera ne recevoir que ce qui lui revient, ou même moins, car aucun honneur ne peut être à la mesure des mérites de la vertu parfaite. Il daignera néanmoins accepter leurs honneurs, parce qu’elles n’ont pas de plus grand hommage à lui offrir. Quant aux honneurs rendus par le commun des hommes et pour des motifs insignifiants, il les méprisera entièrement, car ce n’est pas là ce qu’il mérite. Il méprisera aussi le déshonneur, car aucun déshonneur ne saurait justement l’atteindre. Ainsi donc, comme nous l’avons dit, l’homme qui a de la grandeur d’âme se soucie particulièrement de l’honneur. Mais il observera également la juste mesure à l’égard de la richesse, du pouvoir et, en général, de la bonne et de la mauvaise fortune, selon qu’ils lui échoient. Il ne se réjouira pas outre mesure dans la prospérité et ne s’affligera pas outre mesure dans l’adversité. Car il se soucie peu même de l’honneur, qui est le plus grand des biens extérieurs, puisque le pouvoir et la richesse ne sont désirables que pour l’honneur qu’ils procurent, du moins leurs possesseurs souhaitent-ils être honorés à cause d’eux. Celui pour qui même l’honneur est peu de chose sera donc également indifférent aux autres choses. C’est pourquoi les hommes qui ont de la grandeur d’âme passent pour hautains. Mais on estime que les dons de la fortune contribuent eux aussi à la grandeur d’âme. Les hommes de haute naissance, ainsi que ceux qui sont puissants ou riches, sont jugés dignes d’honneur parce qu’ils sont supérieurs à leurs semblables, et ce qui est supérieur dans un bien quelconque est toujours tenu en plus grand honneur. Ces dons de la fortune rendent donc eux-mêmes les hommes plus grands d’âme, parce que ceux qui les possèdent sont honorés par certaines personnes. Mais, en réalité, seul l’homme de bien devrait être honoré, bien que celui qui possède à la fois la vertu et la fortune soit jugé plus digne d’honneur encore. Ceux qui possèdent les biens de la fortune sans la vertu ne sont pas fondés à revendiquer une haute valeur et ne peuvent être correctement appelés grands d’âme, puisque la valeur véritable et la grandeur d’âme ne sauraient exister sans vertu complète. Il est vrai que ceux qui possèdent seulement les biens de la fortune peuvent eux aussi être hautains et insolents. Sans vertu, en effet, il n’est pas facile de supporter convenablement la bonne fortune, et de tels hommes, incapables de porter leur prospérité et se croyant supérieurs au reste de l’humanité, méprisent les autres, bien que leur propre conduite ne soit pas meilleure que celle d’autrui. En fait, ils essaient d’imiter l’homme qui a de la grandeur d’âme sans lui ressembler véritablement et ne le copient que dans ce qui leur est possible : ils reproduisent son mépris d’autrui, mais non sa conduite vertueuse. Car l’homme qui a de la grandeur d’âme est fondé à mépriser les autres, ses jugements étant corrects, tandis que la plupart des orgueilleux n’ont aucune bonne raison de leur orgueil. L’homme qui a de la grandeur d’âme ne court pas de dangers pour des motifs insignifiants et n’aime pas le danger, parce qu’il accorde de la valeur à peu de choses. Mais il affrontera le danger pour une grande cause et, ce faisant, sera prêt à sacrifier sa vie, car il tient que la vie ne vaut pas d’être conservée à n’importe quel prix. Il aime accorder des bienfaits, mais a honte d’en recevoir, parce que le premier geste est un signe de supériorité et le second d’infériorité. Il rend avec intérêt le service qu’on lui a rendu, car il met ainsi son premier bienfaiteur à son tour en dette envers lui et fait de celui-ci l’obligé. On pense que les hommes qui ont de la grandeur d’âme gardent bonne mémoire de tout bienfait qu’ils ont accordé, mais mauvaise mémoire de ceux qu’ils ont reçus, puisque le bénéficiaire d’un bienfait est inférieur à son bienfaiteur, tandis qu’ils désirent être supérieurs. On pense aussi qu’ils aiment qu’on leur rappelle les premiers, mais non les seconds. C’est pourquoi le poète fait en sorte que Thétis n’énumère pas à Zeus les services qu’elle lui a rendus. De même, lorsqu’ils traitaient avec les Athéniens, les Spartiates ne rappelèrent pas les occasions où Sparte avait aidé Athènes, mais celles où Athènes avait aidé Sparte. Il est également caractéristique de l’homme qui a de la grandeur d’âme de ne jamais demander l’aide d’autrui, ou seulement avec répugnance, mais de prêter volontiers assistance. Il est hautain envers les hommes qui jouissent d’une position élevée et des faveurs de la fortune, mais courtois envers ceux de condition moyenne, parce qu’il est difficile et remarquable de surpasser les grands, mais facile de l’emporter sur les humbles. Prendre de grands airs avec les premiers n’est pas inconvenant, mais vouloir dominer les gens modestes est vulgaire : c’est comme déployer sa force contre les faibles. Il ne rivalisera pas pour les objets ordinaires de l’ambition et ne se rendra pas là où d’autres occupent la première place. Il sera inactif et lent à agir, sauf lorsqu’il poursuivra quelque grand honneur ou accomplissement. Il n’entreprendra pas beaucoup de choses, mais seulement celles qui sont importantes et remarquables. Il doit être ouvert tant dans son amour que dans sa haine, puisque la dissimulation révèle la timidité, se soucier davantage de la vérité que de ce que penseront les gens, et parler et agir ouvertement. Comme il méprise les autres hommes, il parle librement et avec franchise, sauf lorsqu’il recourt à une autodépréciation ironique, comme il le fait avec les gens du commun. Il sera incapable de vivre selon la volonté d’un autre, à moins que ce ne soit un ami, car agir ainsi est servile. C’est pourquoi les flatteurs sont toujours serviles et les gens humbles, flatteurs. Il n’est pas porté à l’admiration, car rien n’est grand à ses yeux. Il ne garde pas rancune, car il n’est pas propre à la grandeur d’âme de se souvenir de ce qu’on peut reprocher aux gens, surtout des torts qu’ils vous ont faits, mais plutôt de les négliger. Il n’est pas bavard : il ne parlera ni de lui-même ni d’un autre, car il ne désire ni recevoir des compliments ni entendre dénigrer autrui, et il n’est pas davantage prodigue de louanges. Il n’est donc pas enclin à dire lui-même du mal, même de ses ennemis, sauf lorsqu’il entend délibérément offenser. Dans les malheurs inévitables ou les contrariétés insignifiantes, il ne poussera jamais de cris ni ne demandera de secours, car agir ainsi laisserait entendre qu’il les prend à cœur. Il aime posséder des choses belles et inutiles plutôt que des choses utiles et lucratives, parce que les premières manifestent davantage son indépendance. Parmi les autres traits généralement attribués à l’homme qui a de la grandeur d’âme figurent une démarche lente, une voix grave et une parole posée. Parler d’une voix aiguë et marcher vite dénote un tempérament excitable et nerveux, qui ne convient pas à celui qui se soucie de peu de choses et ne tient rien pour grand. Tel est donc l’homme qui a de la grandeur d’âme. Le caractère correspondant du côté du défaut est l’homme qui manque de grandeur d’âme, et celui du côté de l’excès est le vaniteux. On ne considère pas non plus que ces hommes soient proprement vicieux, puisqu’ils ne font aucun mal, mais plutôt qu’ils sont dans l’erreur. L’homme qui manque de grandeur d’âme se prive des bonnes choses qu’il mérite. Le fait qu’il ne prétende pas à de bonnes choses donne à penser qu’il y a quelque chose de mauvais en lui [et aussi qu’il ne se connaît pas lui-même], car, raisonne-t-on, s’il méritait quelque bien, il chercherait à l’obtenir. Non que de telles personnes soient tenues pour insensées, mais plutôt pour excessivement effacées. Pourtant, le jugement qu’on porte sur elles semble les rendre plus mauvaises encore, car les ambitions des hommes montrent ce qu’ils valent. S’ils se tiennent à l’écart des nobles entreprises et occupations, et renoncent aux bonnes choses de la vie, c’est sans doute qu’ils s’en estiment indignes. Les vaniteux, au contraire, sont des insensés qui manquent de connaissance d’eux-mêmes et rendent leur défaut manifeste : ils assument des responsabilités honorables dont ils ne sont pas dignes, puis sont démasqués. Ils sont ostentatoires dans leur habillement, leurs manières et le reste. Ils veulent que les gens sachent combien ils sont prospères et en parlent, s’imaginant que cela leur vaudra le respect. Le manque de grandeur d’âme est plus opposé que la vanité à la grandeur d’âme, car il est à la fois plus répandu et pire. La grandeur d’âme, comme nous l’avons dit, concerne donc les grands honneurs.

Concepts in this passage

Before reading

What you will learn

Open the full record