Public domain The work and displayed translations are recorded as public domain or from an open transcription.

Epictetus

Discourses of Epictetus, Recorded by Arrian Chapter 22

Chapter 52 of 95

Canonical reference 2.22

Ancient Greek

Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)

περὶ φιλίας. περὶ ἅ τις ἐσπούδακεν, φιλεῖ ταῦτα εἰκότως. μή τι οὖν περὶ τὰ κακὰ ἐσπουδάκασιν οἱ ἄνθρωποι; οὐδαμῶς. ἀλλὰ μή τι περὶ τὰ μηδὲν πρὸς αὐτούς; οὐδὲ περὶ ταῦτα. ὑπολείπεται τοίνυν περὶ μόνα τὰ ἀγαθὰ ἐσπουδακέναι αὐτούς· εἰ δʼ ἐσπουδακέναι, καὶ φιλεῖν ταῦτα. ὅστις οὖν ἀγαθῶν ἐπιστήμων ἐστίν, οὗτος ἂν καὶ φιλεῖν εἰδείη· ὁ δὲ μὴ δυνάμενος διακρῖναι τὰ ἀγαθὰ ἀπὸ τῶν κακῶν καὶ τὰ οὐδέτερα ἀπʼ ἀμφοτέρων πῶς ἂν ἔτι οὗτος φιλεῖν δύναιτο; τοῦ φρονίμου τοίνυν ἐστὶ μόνου τὸ φιλεῖν. καὶ πῶς; φησίν· ἐγὼ γὰρ ἄφρων ὢν ὅμως φιλῶ μου τὸ παιδίον. - θαυμάζω μὲν νὴ τοὺς θεούς, πῶς καὶ τὸ πρῶτον ὡμολόγηκας ἄφρονα εἶναι σεαυτόν. τί γάρ σοι λείπει; οὐ χρῇ αἰσθήσει, οὐ φαντασίας διακρίνεις, οὐ τροφὰς προσφέρῃ τὰς ἐπιτηδείους τῷ σώματι, οὐ σκέπην, οὐκ οἴκησιν; πόθεν οὖν ὁμολογεῖς ἄφρων εἶναι; ὅτι νὴ Δία πολλάκις ἐξίστασαι ὑπὸ τῶν φαντασιῶν καὶ ταράττῃ καὶ ἡττῶσίν σε αἱ πιθανότητες αὐτῶν· καὶ ποτὲ μὲν ταῦτα ἀγαθὰ ὑπολαμβάνεις, εἶτα ἐκεῖνα αὐτὰ κακά, ὕστερον δʼ οὐδέτερα· καὶ ὅλως λυπῇ, φοβῇ, φθονεῖς, ταράσσῃ, μεταβάλλῃ· διὰ ταῦτα ὁμολογεῖς ἄφρων εἶναι. ἐν δὲ τῷ φιλεῖν οὐ μεταβάλλῃ; ἀλλὰ πλοῦτον μὲν καὶ ἡδονὴν καὶ ἁπλῶς αὐτὰ τὰ πράγματα ποτὲ μὲν ἀγαθὰ ὑπολαμβάνεις εἶναι, ποτὲ δὲ κακά· ἀνθρώπους δὲ τοὺς αὐτοὺς οὐχὶ ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ κακοὺς καὶ ποτὲ μὲν οἰκείως ἔχεις, ποτὲ δʼ ἐχθρῶς αὐτοῖς καὶ ποτὲ μὲν ἐπαινεῖς, ποτὲ δὲ ψέγεις; - ναὶ καὶ ταῦτα πάσχω. - τί οὖν; ὁ ἐξηπατημένος περί τινος δοκεῖ σοι φίλος εἶναι αὐτοῦ; - οὐ πάνυ. - οὐδʼ ὁ μεταπτώτως ἑλόμενος αὐτὸν εἶναι εὔνους αὐτῷ; - οὐδʼ οὗτος. - ὁ δὲ νῦν λοιδορῶν μέν τινα, ὕστερον δὲ θαυμάζων; - οὐδʼ οὗτος. - τί οὖν; κυνάρια οὐδέποτʼ εἶδες σαίνοντα καὶ προσπαίζοντα ἀλλήλοις, ἵνʼ εἴπῃς οὐδὲν φιλικώτερον; ἀλλʼ ὅπως ἴδῃς, τί ἐστι φιλία, βάλε κρέας εἰς μέσον καὶ γνώσῃ. βάλε καὶ σοῦ καὶ τοῦ παιδίου μέσον ἀγρίδιον καὶ γνώσῃ, πῶς σὲ τὸ παιδίον ταχέως κατορύξαι θέλει καὶ σὺ τὸ παιδίον εὔχῃ ἀποθανεῖν. εἶτα σὺ πάλιν οἷον ἐξέθρεψα τεκνίον· πάλαι ἐκφέρει. βάλε κορασίδιον κομψὸν καὶ αὐτὸ ὁ γέρων φίλει κἀκεῖνος ὁ νέος· ἂν δέ, δοξάριον. ἂν δὲ κινδυνεῦσαι δέῃ, ἐρεῖς τὰς φωνὰς τὰς τοῦ Ἀδμήτου πατρός· χαίρεις ὁρῶν φῶς, πατέρα δʼ οὐ χαίρειν δοκεῖς; θέλεις βλέπειν φῶς, πατέρα δʼ οὐ θέλειν δοκεῖς; οἴει ὅτι ἐκεῖνος οὐκ ἐφίλει τὸ ἴδιον παιδίον, ὅτε μικρὸν ἦν, οὐδὲ πυρέσσοντος αὐτοῦ ἠγωνία οὐδʼ ἔλεγεν πολλάκις ὅτι ὤφελον ἐγὼ μᾶλλον ἐπύρεσσον; εἶτα ἐλθόντος τοῦ πράγματος καὶ ἐγγίσαντος ὅρα οἵας φωνὰς ἀφιᾶσιν. ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐκ ἦσαν ἐκ τῆς αὐτῆς μητρὸς καὶ τοῦ αὐτοῦ πατρός; οὐκ ἦσαν συντεθραμμένοι, συμβεβιωκότες, συμπεπωκότες, συγκεκοιμημένοι, πολλάκις ἀλλήλους καταπεφιληκότες; ὥστʼ εἴ τις οἶμαι εἶδεν αὐτούς, κατεγέλασεν ἂν τῶν φιλοσόφων ἐφʼ οἷς περὶ φιλίας παραδοξολογοῦσιν. ἀλλʼ ἐμπεσούσης εἰς τὸ μέσον ὥσπερ κρέως τῆς τυραννίδος ὅρα οἷα λέγουσι· ποῦ ποτε στήσῃ πρὸ πύργων; - ὡς τί μʼ ἐρωτᾷς τῷδʼ ; - ἀντιτάξομαι κτενῶν σε. - κἀμὲ τοῦδʼ ἔρως ἔχει. καὶ εὔχονται εὐχὰς τοιάσδε. καθόλου γὰρ - μὴ ἐξαπατᾶσθε - πᾶν ζῷον οὐδενὶ οὕτως ᾠκείωται ὡς τῷ ἰδίῳ συμφέροντι. ὅ τι ἂν οὖν πρὸς τοῦτο φαίνηται αὐτῷ ἐμποδίζειν, ἄν τʼ ἀδελφὸς ᾖ τοῦτο ἄν τε πατὴρ ἄν τε τέκνον ἄν τʼ ἐρώμενος ἄν τʼ ἐραστής, μισεῖ, προβάλλεται, καταρᾶται. οὐδὲν γὰρ οὕτως φιλεῖν πέφυκεν ὡς τὸ αὑτοῦ συμφέρον· τοῦτο πατὴρ καὶ ἀδελφὸς καὶ συγγενεῖς καὶ πατρὶς καὶ θεός. ὅταν γοῦν εἰς τοῦτο ἐμποδίζειν ἡμῖν οἱ θεοὶ δοκῶσιν, κἀκείνους λοιδοροῦμεν καὶ τὰ ἱδρύματα αὐτῶν καταστρέφομεν καὶ τοὺς ναοὺς ἐμπιπρῶμεν, ὥσπερ Ἀλέξανδρος ἐκέλευσεν ἐμπρησθῆναι τὰ Ἀσκλήπεια ἀποθανόντος τοῦ ἐρωμένου. διὰ τοῦτο ἂν μὲν ἐν ταὐτῷ τις θῇ τὸ συμφέρον καὶ τὸ ὅσιον καὶ τὸ καλὸν καὶ πατρίδα καὶ γονεῖς καὶ φίλους, σῴζεται ταῦτα πάντα· ἂν δʼ ἀλλαχοῦ μὲν τὸ συμφέρον, ἀλλαχοῦ δὲ τοὺς φίλους καὶ τὴν πατρίδα καὶ τοὺς συγγενεῖς καὶ αὐτὸ τὸ δίκαιον, οἴχεται πάντα ταῦτα καταβαρούμενα ὑπὸ τοῦ συμφέροντος. ὅπου γὰρ ἂν τὸ ἐγὼ καὶ τὸ ἐμόν, ἐκεῖ ἀνάγκη ῥέπειν τὸ ζῷον· εἰ ἐν σαρκί, ἐκεῖ τὸ κυριεῦον εἶναι· εἰ ἐν προαιρέσει, ἐκεῖ νο εἶναι· εἰ ἐν τοῖς ἐκτός, ἐκεῖ νο . εἰ τοίνυν ἐκεῖ εἰμι ἐγώ, ὅπου ἡ προαίρεσις, οὕτως μόνως καὶ φίλος ἔσομαι οἷος δεῖ καὶ υἱὸς καὶ πατήρ. τοῦτο γάρ μοι συνοίσει τηρεῖν τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ἀνεκτικόν, τὸν ἀφεκτικὸν καὶ συνεργητικόν, φυλάσσειν τὰς σχέσεις. ἂν δʼ ἀλλαχοῦ μὲν ἐμαυτὸν θῶ, ἀλλαχοῦ δὲ τὸ καλόν, οὕτως ἰσχυρὸς γίνεται ὁ Ἐπικούρου λόγος, ἀποφαίνων ἢ μηδὲν εἶναι τὸ καλὸν ἢ εἰ ἄρα τὸ ἔνδοξον. διὰ ταύτην τὴν ἄγνοιαν καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι διεφέροντο καὶ Θηβαῖοι πρὸς ἀμφοτέρους καὶ μέγας βασιλεὺς πρὸς τὴν Ἑλλάδα καὶ Μακεδόνες πρὸς ἀμφοτέρους καὶ νῦν Ῥωμαῖοι πρὸς Γέτας καὶ ἔτι πρότερον τὰ ἐν Ἰλίῳ διὰ ταῦτα ἐγένετο. ὁ Ἀλέξανδρος τοῦ Μενελάου ξένος ἦν, καὶ εἴ τις αὐτοὺς εἶδεν φιλοφρονουμένους ἀλλήλους, ἠπίστησεν ἂν τῷ λέγοντι οὐκ εἶναι φίλους αὐτούς. ἀλλʼ ἐβλήθη εἰς τὸ μέσον μερίδιον, κομψὸν γυναικάριον, καὶ περὶ αὐτοῦ πόλεμος. καὶ νῦν ὅταν ἴδῃς φίλους, ἀδελφοὺς ὁμονοεῖν δοκοῦντας, μὴ αὐτόθεν ἀποφήνῃ περὶ τῆς φιλίας τι αὐτῶν μηδʼ ἂν ὀμνύωσιν μηδʼ ἂν ἀδυνάτως ἔχειν λέγωσιν ἀπηλλάχθαι ἀλλήλων. οὐκ ἔστι πιστὸν τὸ τοῦ φαύλου ἡγεμονικόν· ἀβέβαιόν ἐστιν, ἄκριτον, ἄλλοθʼ ὑπʼ ἄλλης φαντασίας νικώμενον. ἀλλʼ ἐξέτασον μὴ ταῦθʼ ἃ οἱ ἄλλοι, εἰ ἐκ τῶν αὐτῶν γονέων καὶ ὁμοῦ ἀνατεθραμμένοι καὶ ὑπὸ τῷ αὐτῷ παιδαγωγῷ, ἀλλʼ ἐκεῖνο μόνον, ποῦ τὸ συμφέρον αὐτοῖς τίθενται, πότερον ἐκτὸς ἢ ἐν προαιρέσει. ἂν ἐκτός, μὴ εἴπῃς φίλους οὐ μᾶλλον ἢ πιστοὺς ἢ βεβαίους ἢ θαρραλέους ἢ ἐλευθέρους, ἀλλὰ μηδʼ ἀνθρώπους, εἰ νοῦν ἔχεις. οὐ γὰρ ἀνθρωπικὸν δόγμα ἐστὶ τὸ ποιοῦν δάκνειν ἀλλήλους καὶ λοιδορεῖσθαι καὶ τὰς ἐρημίας καταλαμβάνειν ἢ τὰς ἀγορὰς ὡς τὰ ὄρη καὶ ἐν τοῖς δικαστηρίοις ἀποδείκνυσθαι τὰ λῃστῶν· οὐδὲ τὸ ἀκρατεῖς καὶ μοιχοὺς καὶ φθορεῖς ἀπεργαζόμενον οὐδʼ ὅσʼ ἄλλα πλημμελοῦσιν ἄνθρωποι κατʼ ἀλλήλων διʼ ἓν καὶ μόνον τοῦτο δόγμα, τὸ ἐν τοῖς ἀπροαιρέτοις τίθεσθαι αὑτοὺς καὶ τὰ ἑαυτῶν. ἂν δʼ ἀκούσῃς, ὅτι ταῖς ἀληθείαις οὗτοι οἱ ἄνθρωποι ἐκεῖ μόνον οἴονται τὸ ἀγαθὸν ὅπου προαίρεσις, ὅπου χρῆσις ὀρθὴ φαντασιῶν, μηκέτι πολυπραγμονήσῃς μήτʼ εἰ υἱὸς καὶ πατήρ ἐστι μήτʼ εἰ ἀδελφοὶ μήτʼ εἰ πολὺν χρόνον συμπεφοιτηκότες καὶ ἑταῖροι, ἀλλὰ μόνον αὐτὸ τοῦτο γνοὺς θαρρῶν ἀποφαίνου, ὅτι φίλοι, ὥσπερ ὅτι πιστοί, ὅτι δίκαιοι. ποῦ γὰρ ἀλλαχοῦ φιλία ἢ ὅπου πίστις, ὅπου αἰδώς, ὅπου δόσις τοῦ καλοῦ, τῶν δʼ ἄλλων οὐδενός; ἀλλὰ τεθεράπευκέ με τοσούτῳ χρόνῳ· καὶ οὐκ ἐφίλει με; πόθεν οἶδας, ἀνδράποδον, εἰ οὕτως τεθεράπευκεν ὡς τὰ ὑποδήματα σπογγίζει τὰ ἑαυτοῦ, ὡς τὸ κτῆνος; πόθεν οἶδας, εἰ τὴν χρείαν σʼ ἀποβαλόντα τὴν τοῦ σκευαρίου ῥίψει ὡς κατεαγὸς πινάκιον; ἀλλὰ γυνή μου ἐστὶ καὶ τοσούτῳ χρόνῳ συμβεβιώκαμεν. πόσῳ δʼ ἡ Ἐριφύλη μετὰ τοῦ Ἀμφιαράου καὶ τέκνων μήτηρ καὶ πολλῶν; ἀλλʼ ὅρμος ἦλθεν εἰς τὸ μέσον. τί δʼ ἐστὶν ὅρμος; τὸ δόγμα τὸ περὶ τῶν τοιούτων. ἐκεῖνο ἦν τὸ θηριῶδες, ἐκεῖνο τὸ διακόπτον τὴν φιλίαν, τὸ οὐκ ἐῶν εἶναι γυναῖκα γαμετήν, τὴν μητέρα μητέρα. καὶ ὑμῶν ὅστις ἐσπούδακεν ἢ αὐτός τινι εἶναι φίλος ἢ ἄλλον κτήσασθαι φίλον, ταῦτα τὰ δόγματα ἐκκοπτέτω, ταῦτα μισησάτω, ταῦτα ἐξελασάτω ἐκ τῆς ψυχῆς τῆς ἑαυτοῦ. καὶ οὕτως ἔσται πρῶτον μὲν αὐτὸς ἑαυτῷ μὴ λοιδορούμενος, μὴ μαχόμενος, μὴ μετανοῶν, μὴ βασανίζων ἑαυτόν· ἔπειτα καὶ ἑτέρῳ, τῷ μὲν ὁμοίῳ παντὶ ἁπλῶς, τοῦ δʼ ἀνομοίου ἀνεκτικός, πρᾷος πρὸς αὐτόν, ἥμερος, συγγνωμονικὸς ὡς πρὸς ἀγνοοῦντα, ὡς πρὸς διαπίπτοντα περὶ τῶν μεγίστων· οὐδενὶ χαλεπός, ἅτʼ εἰδὼς ἀκριβῶς τὸ τοῦ Πλάτωνος, ὅτι πᾶσα ψυχὴ ἄκουσα στέρεται τῆς ἀληθείας. εἰ δὲ μή, τὰ μὲν ἄλλα πράξετε πάντα ὅσα οἱ φίλοι καὶ συμπιεῖσθε καὶ συσκηνήσετε καὶ συμπλεύσετε καὶ ἐκ τῶν αὐτῶν γεγενημένοι ἔσεσθε· καὶ γὰρ οἱ ὄφεις· φίλοι δʼ οὔτʼ ἐκεῖνοι οὔθʼ ὑμεῖς, μέχρις ἂν ἔχητε τὰ θηριώδη ταῦτα καὶ μιαρὰ δόγματα.

English

George Long · George Long, The Discourses of Epictetus (1877)

What a man applies himself to earnestly, that he naturally loves. Do men then apply themselves earnestly to the things which are bad? By no means. Well, do they apply themselves to things which in no way concern themselves? not to these either. It remains then that they employ themselves earnestly only about things which are good; and if they are earnestly employed about things, they love such things also. Whoever then understands what is good, can also know how to love: but he who cannot distinguish good from bad, and things which are neither good nor bad from both, how can he possess the power of loving? To love then is only in the power of the wise.

How is this? a man may say; I am foolish, and yet I love my child. - I am surprised indeed that you have begun by making the admission that you are foolish. For what are you deficient in? Can you not make use of your senses? do you not distinguish appearances? do you not use food which is suitable for your body, and clothing and habitation? Why then do you admit that you are foolish? It is in truth because you are often disturbed by appearances and perplexed, and their power of persuasion often conquers you; and sometimes you think these things to be good, and then the same things to be bad, and lastly neither good nor bad; and in short you grieve, fear, envy, are disturbed, you are changed. This is the reason why you confess that you are foolish. And are you not changeable in love? But wealth, and pleasure and in a word things themselves, do you sometimes think them to be good, and sometimes bad? and do you not think the same men at one time to be good, at another time bad? and have you not at one time a friendly feeling towards them, and at another time the feeling of an enemy? and do you not at one time praise them, and at another time blame them? Yes; I have these feelings also. Well then, do you think that he who has been deceived about a man is his friend? Certainly not. And he who has selected a man as his friend and is of a changeable disposition, has he good will towards him? He has not. And he who now abuses a man, and afterwards admires him? This man also has no good will to the other. Well then, did you never see little dogs caressing and playing with one another, so that you might say, there is nothing more friendly? but that you may know what friendship is, throw a bit of flesh among them, and you will learn. Throw between yourself and your son a little estate, and you will know how soon he will wish to bury you and how soon you wish your son to die. Then you will change your tone and say, what a son I have brought up! He has long been wishing to bury me. Throw a smart girl between you; and do you the old man love her, and the young one will love her too. If a little fame intervene or dangers, it will be just the same. You will utter the words of the father of Admetus!

Life gives you pleasure: and why not your father?

Do you think that Admetus did not love his own child when he was little? that he was not in agony when the child had a fever? that he did not often say, I wish I had the fever instead of the child? then when the test (the thing) came and was near, see what words they utter. Were not Eteocles and Polynices from the same mother and from the same father? Were they not brought up together, had they not lived together, drunk together, slept together, and often kissed one another? So that, if any man, I think, had seen them, he would have ridiculed the philosophers for the paradoxes which they utter about friendship. But when a quarrel rose between them about the royal power, as between dogs about a bit of meat, see what they say

Polynices. Where will you take your station before the towers? Eteocles. Why do you ask me this? Pol. I will place myself opposite and try to kill you. Et. I also wish to do the same.

Such are the wishes that they utter.

For universally, be not deceived, every animal is attached to nothing so much as to its own interest. Whatever then appears to it an impediment to this interest, whether this be a brother, or a father, or a child, or beloved, or lover, it hates, spurns, curses: for its nature is to love nothing so much as its own interest; this is father, and brother and kinsman, and country, and God. When then the gods appear to us to be an impediment to this, we abuse them and throw down their statues and burn their temples, as Alexander ordered the temples of Aesculapius to be burned when his dear friend died.

For this reason if a man put in the same place his interest, sanctity, goodness, and country, and parents, and friends, all these are secured: but if he puts in one place his interest, in another his friends, and his country and his kinsmen and justice itself, all these give way being borne down by the weight of interest. For where the I and the Mine are placed, to that place of necessity the animal inclines: if in the flesh, there is the ruling power: if in the will, it is there and if it is in externals, it is there. If then I am there where my will is, then only shall I be a friend such as I ought to be, and son, and father; for this will be my interest, to maintain the character of fidelity, of modesty, of patience, of abstinence, of active co-operation, of observing my relations (towards all). But if I put myself in one place, and honesty in another, then the doctrine of Epicurus becomes strong, which asserts either that there is no honesty or it is that which opinion holds to be honest (virtuous).

It was through this ignorance that the Athenians and the Lacedaemonians quarrelled, and the Thebans with both; and the great king quarrelled with Hellas, and the Macedonians with both; and the Romans with the Getae. And still earlier the Trojan war happened for these reasons. Alexander was the guest of Menelaus; and if any man had seen their friendly disposition, he would not have believed any one who said that they were not friends. But there was cast between them (as between dogs) a bit of meat, a handsome woman, and about her war arose. And now when you see brothers to be friends appearing to have one mind, do not conclude from this any thing about their friendship, not even if they swear it and say that it is impossible for them to be separated from one another. For the ruling principle of a bad man cannot be trusted, it is insecure, has no certain rule by which it is directed, and is overpowered at different times by different appearances. But examine, not what other men examine, if they are born of the same parents and brought up together, and under the same paedagogue; but examine this only, wherein they place their interest, whether in externals or in the will. If in externals, do not name them friends, no more than name them trustworthy or constant, or brave or free: do not name them even men, if you have any judgment. For that is not a principle of human nature which makes them bite one another, and abuse one another, and occupy deserted places or public places, as if they were mountains, and in the courts of justice display the acts of robbers; nor yet that which makes them intemperate and adulterers and corrupters, nor that which makes them do whatever else men do against one another through this one opinion only, that of placing themselves and their interests in the things which are not within the power of their will. But if you hear that in truth these men think the good to be only there, where will is, and where there is a right use of appearances, no longer trouble yourself whether they are father or son, or brothers, or have associated a long time and are companions, but when you have ascertained this only, confidently declare that they are friends, as you declare that they are faithful, that they are just. For where else is friendship than where there is fidelity, and modesty, where there is a communion of honest things and of nothing else?

But you may say, such a one treated me with regard so long; and did he not love me? How do you know, slave, if he did not regard you in the same way as he wipes his shoes with a sponge, or as he takes care of his beast? How do you know, when you have ceased to be useful as a vessel, he will not throw you away like a broken platter? But this woman is my wife, and we have lived together so long. And how long did Eriphyle live with Amphiaraus, and was the mother of children and of many? But a necklace came between them: and what is a necklace? It is the opinion about such things. That was the bestial principle, that was the thing which broke asunder the friendship between husband and wife, that which did not allow the woman to be a wife nor the mother to be a mother. And let every man among you who has seriously resolved either to be a friend himself or to have another for his friend, cut out these opinions, hate them, drive them from his soul. And thus first of all he will not reproach himself, he will not be at variance with himself, he will not change his mind, he will not torture himself. In the next place, to another also, who is like himself, he will be altogether and completely a friend. But he will bear with the man who is unlike himself, he will be kind to him, gentle, ready to pardon on account of his ignorance, on account of his being mistaken in things of the greatest importance; but he will be harsh to no man, being well convinced of Plato's doctrine that every mind is deprived of truth unwillingly. If you cannot do this, yet you can do in all other respects as friends do, drink together, and lodge together, and sail together, and you may be born of the same parents; for snakes also are: but neither will they be friends nor you, so long as you retain these bestial and cursed opinions.

French

Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)

On aime vraisemblablement ce à quoi on s’attache. Or, les hommes s’attachent-ils à ce qu’ils croient mauvais ? Jamais. À ce qui leur semble indifférent ? Jamais non plus. Reste donc qu’ils ne s’attachent qu’à ce qu’ils croient bon, et, puisqu’ils ne s’attachent qu’à cela, qu’ils n’aiment que cela. Celui donc qui se connaît au bien est aussi celui qui s’entend à aimer ; mais quant à celui qui ne peut pas distinguer le bien du mal, et tous les deux de ce qui est indifférent, comment s’entendrait-il à aimer ? Aimer n’appartient donc qu’au Sage. - Comment cela ! dit-on. Moi, qui ne suis pas un Sage, j’aime pourtant mon enfant. - Je m’étonne, par tous les dieux ! que tu commences par avouer que tu n’es pas un Sage. Que te manque-t-il en effet ? N’as-tu pas des sens ? N’apprécies-tu pas les idées qui te viennent d’eux ? Ne fais-tu pas usage des aliments qui conviennent le mieux à ton corps ? N’as-tu pas des habits ? Une maison ? Pourquoi donc conviens-tu que tu n’es pas un Sage ? N’est-ce point, par Jupiter ! parce que bien souvent les idées qui viennent de tes sens te mettent hors de toi, et te bouleversent ; parce que bien souvent leurs apparences trompeuses triomphent de toi ; parce que tu dis tantôt qu’une chose est bonne, tantôt qu’elle est mauvaise, tantôt qu’elle n’est ni l’un ni l’autre ; en un mot, parce que tu te chagrines, t’épouvantes, prends de la jalousie, te déconcertes et changes ; n’est-ce point pour tout cela que tu conviens que tu n’es pas un Sage ? Eh bien ! en amitié ne changes-tu donc jamais ? Toi qui dis de la richesse, de la volupté, et de toutes les choses en général, tantôt qu’elles sont des biens, tantôt qu’elles sont des maux, ne dis-tu pas aussi du même individu tantôt qu’il est bon, tantôt qu’il est mauvais ? N’as-tu pas pour lui tantôt de l’affection, tantôt de la haine, tantôt des louanges, tantôt du blâme ? - Oui, c’est ce qui m’arrive. - Eh bien ! quand on se trompe sur quelqu’un, crois-tu qu’on l’aime réellement ? - Non pas. - Et celui qui n’a pris quelqu’un que pour le quitter bientôt, crois-tu qu’il lui appartienne de cœur ? - Pas davantage. - Et celui qui tantôt vous accable d’injures, tantôt est en extase devant vous ? - Pas davantage. - Eh bien ! n’as-tu jamais vu de petits chiens jouer ensemble, et se caresser si bien que tu disais : « Il n’y a pas d’amitié plus vive ? » Si tu veux pourtant savoir ce qu’est cette amitié, mets un morceau de viande entre eux, et tu verras. De même, mets entre ton fils et toi un lopin de terre, et tu verras que ton fils désirera vite t’enterrer, et que toi tu souhaiteras vite sa mort. Et tu diras alors : « Quel fils j’ai élevé ! Il y a longtemps qu’il voudrait me porter en terre ! » Mets entre vous une belle jeune fille ; le vieillard l’aimera et le jeune homme aussi. Même division pour une question de vanité. Et, s’il y a un péril à courir, tu tiendras le langage du père d’Admète :

« Tu es heureux de voir la lumière ; crois-tu que ton père n’en soit pas heureux aussi ? Tu veux voir la lumière ; crois-tu que ton père ne le veuille pas aussi ? »

Crois-tu qu’Admète n’aimait pas son enfant, quand il était petit ? Crois-tu qu’il n’était pas inquiet, lorsque son fils avait la fièvre ? Crois-tu qu’il n’avait pas dit bien des fois : « Plût aux dieux que ce fût moi qui eusse la fièvre ? » Puis, quand le moment est arrivé, quand il est venu, tu vois ce que disent ces gens-là !

Etéocle et Polynice n’étaient-ils pas nés de la même mère et du même père ? N’avaient-ils pas été nourris ensemble ? N’avaient-ils pas vécu ensemble ? N’avaient-ils pas eu même table et même lit ? Ne s’étaient-ils pas embrassés plus d’une fois ? Si bien que celui qui les aurait vus, se serait moqué des paradoxes des philosophes sur l’amitié. Et pour tant, quand la couronne se trouve entre eux deux, à la façon d’un morceau de viande, vois ce qu’ils disent :

Pol. « Où seras-tu, en avant des tours ?

Et. » Pourquoi me le demandes-tu ?

Pol. » J’y serai en face de toi, pour te tuer.

Et. » Moi aussi, je suis possédé du même désir. »

Et ils adressent aux dieux des prières en harmonie avec leurs paroles.

Règle générale (ne vous y trompez pas), tout être doué de la vie n’a rien qui lui soit plus cher que son intérêt propre. Aussi, qu’une chose quelconque lui semble y faire obstacle, fût-ce son frère, son père, son enfant, l’être qu’il aime ou celui dont il est aimé, le voilà qui le hait, le repousse et le maudit. Il n’y a rien en effet qu’il soit né pour aimer comme son intérêt. Père, frère, parent, patrie, Dieu même, son intérêt est tout pour lui. Lors donc que les dieux nous paraissent faire obstacle à notre intérêt, nous les insultons eux aussi, nous renversons leurs statues, nous brûlons leurs temples. Ainsi Alexandre fit brûler le temple d’Esculape, à la mort de celui qu’il aimait. De là suit que notre sainteté, notre honnêteté, notre patrie, nos parents, nos amis, sont sauvés, si nous identifions notre intérêt avec eux ; mais que, si nous mettons d’un côté notre intérêt, et de l’autre nos amis, notre patrie, nos parents, avec nos devoirs eux-mêmes, c’en est fait d’eux, notre intérêt emportant la balance. L’être vivant se porte infailliblement du côté où sont pour lui le moi et le mien : s’ils sont dans le corps, c’est lui qui est la chose importante ; s’ils sont dans la faculté dejuger et de vouloir, c’est elle ; s’ils sont dans les objets extérieurs, ce sont eux. Ce n’est que si mon moi est dans ma faculté de juger et de vouloir, que je puis être, comme il faut, ami, fils, ou père. Car mon intérêt alors sera de rester loyal, honnête, patient, tempérant, bienfaisant, et de m’acquitter de tous mes devoirs. Mais, si je place mon moi d’un côté et l’honnêteté de l’autre, c’est alors que se confirme le mot d’Épicure, qui prétend que l’honnête n’est rien, ou n’est, s’il existe, que ce qu’estime le vulgaire. C’est de cette ignorance qu’est venu le désaccord des Athéniens avec les Lacédémoniens, des Thébains avec ces deux peuples, du grand roi avec la Grèce, des Macédoniens avec tous deux ; c’est d’elle que vient aujourd’hui celui des Romains avec les Gètes ; c’est d’elle qu’est venu bien auparavant tout ce qui s’est passé dans Ilion. Pâris était l’hôte de Ménélas, et, en voyant leur bon accord, on n’aurait pas cru celui qui aurait dit qu’ils n’étaient pas amis. Mais une part de gâteau fut jetée entre eux, sous la forme d’une jolie femme, et la guerre naquit pour elle. Aujourd’hui donc, quand tu vois des amis, des frères, qui semblent n’avoir qu’un même cœur, ne te hâte pas de parler de leur amitié, alors même qu’ils affirmeraient avec serment que rien ne saurait les détacher les uns des autres. On ne peut se fier à la partie maîtresse d’un homme corrompu ; elle n’a ni constance, ni. discernement, emportée qu’elle est par ses idées tantôt dans un sens, tantôt dans un autre.

N’examine donc pas, comme les autres hommes, si les gens sont nés du même père et de la même mère, s’ils ont été élevés ensemble, et par le même précepteur ; cherche seulement où ils placent leur bien, dans les choses extérieures, ou dans leur façon de juger et de vouloir. S’ils le placent dans les choses extérieures, dis qu’ils ne sont pas plus amis qu’ils ne sont sûrs, constants, courageux et libres ; dis même qu’ils ne sont pas des hommes, si tu es dans ton bon sens. Car ce ne sont pas des opinions d’homme que celles qui nous font nous attaquer et nous insulter les uns les autres, nous embusquer, dans les endroits écartés, ou dans les places publiques, comme si c’était des montagnes, et mettre à nu devant les tribunaux des actions qui sont celles de brigands. Ce ne sont pas des opinions d’homme que celles qui font de nous des débauchés, des adultères, des agents de corruption, et qui nous rendent coupables les uns envers les autres de tous ces torts qui naissent de cette seule et unique pensée, que notre moi et notre bien se trouvent dans les choses qui ne relèvent pas de notre libre arbitre. Mais, si tu entends dire que ces hommes croient réellement que leur bien n’est que dans la faculté de juger et de vouloir, et dans le bon usage des idées, ne t’inquiète plus de savoir si c’est un fils et un père, si ce sont des frères, ni si ce sont des camarades qui vivent ensemble depuis longtemps ; tu en sais assez pour déclarer hardiment que ce sont des amis, comme tu peux déclarer qu’ils sont loyaux et justes. Où l’amitié se trouvera-t-elle, en effet, si elle ne se trouve où sont la loyauté, l’honnêteté, et le don de tout ce qui est beau, sans mélange d’aucune autre chose ? - « Mais voilà si longtemps qu’il me rend des soins, et il ne m’aimerait pas ! » - Esclave ! que sais-tu s’il ne te rend pas ces soins, comme on nettoie sa chaussure ou sa bête de somme ? Que sais-tu s’il ne te jettera pas comme un plat fêlé, lorsque tu seras devenu un meuble inutile ? - « Mais elle est ma femme, et il y a si longtemps que nous vivons ensemble ! » - Combien de temps Eriphyle n’avait-elle pas vécu avec Amphiaraüs ? Et ne lui avait-elle pas donné de nombreux enfants ? Mais un collier vint se mettre entre eux d’eux. Est-ce bien le collier qui vint s’y mettre ? Non ; mais l’opinion qu’elle avait des choses de cette espèce. Cette opinion fut la bête sauvage qui mit en pièces leur affection. Ce fut elle qui ne permit pas à l’épouse d’être épouse, à la mère d’être mère. Que celui de vous à son tour qui veut être l’ami de quelqu’un, ou se faire de quelqu’un un ami, déracine donc en lui les opinions de cette espèce ; qu’il les prenne en haine, qu’il les chasse de son âme. Il y gagnera d’abord de ne plus se dire d’injures à lui-même, de ne plus être en lutte avec lui-même, de ne plus se repentir, de ne plus se mettre à la torture. Puis, pour ce qui est des autres, il se donnera tout entier à ceux qui lui ressembleront ; il sera patient avec ceux qui ne lui ressembleront pas ; il sera doux pour eux, bon, indulgent, comme avec des ignorants, qui s’égarent dans les questions les plus importantes. Il ne sera sévère pour personne, parce qu’il sera pénétré de cette parole de Platon : « C’est toujours malgré elle qu’une âme est sevrée de la vérité. » Autrement, vous pourrez vivre sur tous les autres points comme vivent les amis, vous pourrez voir la même table, coucher sous la même tente, monter le même navire, être nés des mêmes parents ; les serpents aussi ont tout cela : vous ne serez pas plus amis, qu’ils ne le sont, tant que vous aurez ces opinions sauvages et impures.

Concepts in this passage

Before reading

What you will learn

Open the full record