Public domain The work and displayed translations are recorded as public domain or from an open transcription.

Epictetus

Discourses of Epictetus, Recorded by Arrian Chapter 4

Chapter 86 of 95

Canonical reference 4.4

Ancient Greek

Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)

πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας. μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον ε ἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ. τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς ἢ λέγειν κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι; ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον. ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπʼ αὐτὸ υ καταστρέφεις ἐπʼ αὐτὸ τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δʼ ἐφʼ ὃ δεῖ ἀναφέρεις, τί τοῦτʼ ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ; - ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. - καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δʼ εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον. νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ ἐκτός, καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδʼ ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλʼ ἐπʼ ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. πῶς οὖν παύσωμαι; τότε καὶ ἐγὼ ἡμάρτανον· νῦν δʼ οὐκέτι, χάρις τῷ θεῷ. ἄγε, ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθʼ ἃ ἀνέγνωκας ἐσθίειν; ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατάπληκτον, εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία; πῶς ἢ ἐπὶ τί; οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δʼ ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών, ὅτι μὴ ἔξω γυμνάζεται. τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν; οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δʼ ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλʼ ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως. τί οὖν τὸ αἴτιον; ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵνʼ ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλʼ αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι. διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε. εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλʼ ἵνα ὁρμῶμεν · τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτʼ ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτʼ ἐκκλίνοντες περιπίπτωμεν· τὰ Περὶ καθήκοντος δʼ, ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρʼ αὐτὰ ποιῶμεν· οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατ α άλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε, ἀλλὰ σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφʼ οἷς δεῖ εὐχαριστεῖν. νῦν δʼ ἡμεῖς οὐκ ἴσμεν, ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ· σύ, μὴ ἄρξῃς. μηδαμῶς, ἄνθρωπε. ἀλλʼ ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι. ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθʼ ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δʼ ὠδύρετʼ ἂν καὶ ἔστενεν τάλας ἐγώ, νῦν ἐνθάδʼ ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι; τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν; ἁπλῶς οὖν ἐκείνου μέμνησο, ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δʼ ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν. τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος· καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται; μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. τὸ ὄξος σαπρόν, δριμὺ γάρ· τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν· λάχανα οὐ θέλω. οὕτως καὶ σχολὴν οὐ θέλω, ἐρημία ἐστίν, ὄχλον οὐ θέλω, θόρυβός ἐστιν. ἀλλʼ ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετʼ ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ· λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δʼ εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις. τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα· ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται; ἀλλὰ κατακραυγάζουσί μου. οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός; σὺ μόνον μέμνησο τῶν καθολικῶν· τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει; πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι· ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι. τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς. - ἀλλʼ ἐγὼ ἤθελον ἐφʼ ἡσυχίας διάγειν. - οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν; καὶ πῶς ἀπαλλάξω; - οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπʼ ἄλλοις. ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη. θέλετʼ εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν. ἂν ἅπαξ εἴπῃς πότε τις εἰς Ἀθήνας ἀπέλθῃ; , ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφʼ οἷς οὐ δεῖ ἐπαιρόμενον· πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις. ἄφες οὖν ταῦτα πάντα. καλαὶ αἱ Ἀθῆναι. ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα. θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί. ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα. μία ὁδὸς ἐπὶ εὔροιαν ( τοῦτο καὶ ὄρθρου καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον), ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν. διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα· οὐ τοίνυν οὐδʼ ἐγώ. ἀλλʼ ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δʼ ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον. ἂν δʼ ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵνʼ ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον. μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτʼ ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα· τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν. εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπʼ αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφʼ οἷς πρότερον, εἰ οὐχ ὁμοίως γʼ ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθʼ ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ. πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατεία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμνησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα. τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ, ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ γινόμενα;

English

George Long · George Long, The Discourses of Epictetus (1877)

to those who are desirous of passing life in tranquillity.

Remember that not only the desire of power and of riches makes us mean and subject to others, but even the desire of tranquillity, and of leisure, and of travelling abroad, and of learning. For to speak plainly, whatever the external thing may be, the value which we set upon it places us in subjection to others. What then is the difference between desiring to be a senator or not desiring to be one; what is the difference between desiring power or being content with a private station; what is the difference between saying, I am unhappy, I have nothing to do, but I am bound to my books as a corpse; or saying, I am unhappy, I have no leisure for reading? For as salutations and power are things external and independent of the will, so is a book. For what purpose do you choose to read? Tell me. For if you only direct your purpose to being amused or learning something, you are a silly fellow and incapable of enduring labour. But if you refer reading to the proper end, what else is this than a tranquil and happy life ( εὔσοια )? But if reading does not secure for you a happy and tranquil life, what is the use of it? But it does secure this, the man replies, and for this reason I am vexed that I am deprived of it. - And what is this tranquil and happy life, which any man can impede, I do not say Caesar or Caesar's friend, but a crow, a piper, a fever, and thirty thousand other things? But a tranquil and happy life contains nothing so sure as continuity and freedom from obstacle. Now I am called to do something: I will go then with the purpose of observing the measures (rules) which I must keep, of acting with modesty, steadiness, without desire and aversion to things external; and then that I may attend to men, what they say, how they are moved; and this not with any bad disposition, or that I may have something to blame or to ridicule; but I turn to myself, and ask if I also commit the same faults. How then shall I cease to commit them? Formerly I also acted wrong, but now I do not: thanks to God.

Come, when you have done these things and have attended to them, have you done a worse act than when you have read a thousand verses or written as many? For when you eat, are you grieved because you are not reading? are you not satisfied with eating according to what you have learned by reading, and so with bathing and with exercise? Why then do you not act consistently in all things, both when you approach Caesar, and when you approach any person? If you maintain yourself free from perturbation, free from alarm, and steady; if you look rather at the things which are done and happen than are looked at yourself; if you do not envy those who are preferred before you; if surrounding circumstances ( ὕλαι ) do not strike you with fear or admiration, what do you want? Books? How or for what purpose? for is not this (the reading of books) a preparation for life? and is not life itself (living) made up of certain other things than this? This is just as if an athlete should weep when he enters the stadium, because he is not being exercised outside of it. It was for this purpose that you used to practise exercise; for this purpose were used the haltéres (weights), the dust, the young men as antagonists; and do you seek for those things now when it is the time of action? This is just as if in the topic (matter) of assent when appearances present themselves, some of which can be comprehended, and some cannot be comprehended, we should not choose to distinguish them but should choose to read what has been written about comprehension ( κατάληψις ).

What then is the reason of this? The reason is that we have never read for this purpose, we have never written for this purpose, so that we may in our actions use in a way conformable to nature the appearances presented to us; but we terminate in this, in learning what is said, and in being able to expound it to another, in resolving a syllogism, and in handling the hypothetical syllogism. For this reason where our study (purpose) is, there alone is the impediment. Would you have by all means the things which are not in your power? Be prevented then, be hindered, fail in your purpose. But if we read what is written about action (efforts, ὁρμή ), not that we may see what is said about action, but that we may act well: if we read what is said about desire and aversion (avoiding things), in order that we may neither fail in our desires, nor fall into that which we try to avoid; if we read what is said about duty (officium), in order that remembering the relations (of things to one another) we may do nothing irrationally nor contrary to these relations; we should not be vexed in being hindered as to our readings, but we should be satisfied with doing the acts which are conformable (to the relations), and we should be reckoning not what so far we have been accustomed to reckon: To-day I have read so many verses, I have written so many; but (we should say), To-day I have employed my action as it is taught by the philosophers; I have not employed my desire; I have used avoidance ( ἐκκλίσει ) only with respect to things which are within the power of my will; I have not been afraid of such a person, I have not been prevailed upon by the entreaties of another; I have exercised my patience, my abstinence, my co-operation with others; and so we should thank God for what we ought to thank him.

But now we do not know that we also in another way are like the many. Another man is afraid that he shall not have power: you are afraid that you will. Do not do So, my man; but as you ridicule him who is afraid that he shall not have power, so ridicule yourself also. For it makes no difference whether you are thirsty like a man who has a fever, or have a dread of water like a man who is mad. Or how will you still be able to say as Socrates did, If so it pleases God, so let it be? Do you think that Socrates if he had been eager to pass his leisure in the Lyceum or in the Academy and to discourse daily with the young men, would have readily served in military expeditions so often as he did; and would he not have lamented and groaned, Wretch that I am; I must now be miserable here, when I might be sunning myself in the Lyceum? Why, was this your business, to sun yourself? And is it not your business to be happy, to be free from hindrance, free from impediment? And could he still have been Socrates, if he had lamented in this way: how would he still have been able to write Paeans in his prison?

In short remember this, that what you shall prize which is beyond your will, so far you have destroyed your will. But these things are out of the power of the will, not only power (authority), but also a private condition: not only occupation (business), but also leisure. - Now then must I live in this tumult? - Why do you say tumult? - I mean among many men. - Well what is the hardship? Suppose that you are at Olympia: imagine it to be a panegyris (public assembly), where one is calling out one thing, another is doing another thing, and a third is pushing another person: in the baths there is a crowd: and who of us is not pleased with this assembly, and leaves it unwillingly? Be not difficult to please nor fastidious about what happens. - Vinegar is disagreeable, for it is sharp; honey is disagreeable, for it disturbs my habit of body. I do not like vegetables. So also I do not like leisure; it is a desert: I do not like a crowd; it is confusion.―But if circumstances make it necessary for you to live alone or with a few, call it quiet, and use the thing as you ought: talk with yourself, exercise the appearances (presented to you), work up your preconceptions. If you fall into a crowd, call it a celebration of games, a panegyris, a festival: try to enjoy the festival with other men. For what is a more pleasant sight to him who loves mankind than a number of men? We see with pleasure herds of horses or oxen: we are delighted when we see many ships: who is pained when he sees many men? - But they deafen me with their cries. - Then your hearing is impeded. What then is this to you? Is then the power of making use of appearances hindered? And who prevents you from using according to nature inclination to a thing and aversion from it; and movement towards a thing and movement from it? What tumult (confusion) is able to do this?

Do you only bear in mind the general rules: what is mine, what is not mine; what is given (permitted) to me; what does God will that I should do now? what does he not will? A little before he willed you to be at leisure, to talk with yourself, to write about these things, to read, to hear, to prepare yourself. You had sufficient time for this. Now he says to you: Come now to the contest, show us what you have learned, how you have practised the athletic art. How long will you be exercised alone? Now is the opportunity for you to learn whether you are an athlete worthy of victory, or one of those who go about the world and are defeated. Why then are you vexed? No contest is without confusion. There must be many who exercise themselves for the contest, many who call out to those who exercise themselves, many masters, many spectators. - But my wish is to live quietly. - Lament then and groan as you deserve to do. For what other is a greater punishment than this to the untaught man and to him who disobeys the divine commands, to be grieved, to lament, to envy, in a word to be disappointed and to be unhappy? Would you not release yourself from these things? - And how shall I release myself? - Have you not often heard, that you ought to remove entirely desire, apply aversion (turning away) to those things only which are within your power, that you ought to give up every thing, body, property, fame, books, tumult, power, private station? for whatever way you turn, you are a slave, you are subjected, you are hindered, you are compelled, you are entirely in the power of others. But keep the words of Cleanthes in readiness.

Lead me, O Zeus, and thou necessity.

Is it your will that I should go to Rome? I will go to Rome. To Gyara? I will go to Gyara. To Athens? I will go to Athens. To prison? I will go to prison. If you should once say, When shall a man go to Athens? you are undone. It is a necessary consequence that this desire, if it is not accomplished, must make you unhappy; and if it is accomplished, it must make you vain, since you are elated at things at which you ought not to be elated; and on the other hand, if you are impeded, it must make you wretched because you fall into that which you would not fall into. Give up then all these things. - Athens is a good place. - But happiness is much better; and to be free from passions, free from disturbance, for your affairs not to depend on any man. There is tumult at Rome and visits of salutation. But happiness is an equivalent for all troublesome things. If then the time comes for these things, why do you not take away the wish to avoid them? what necessity is there to carry a burden like an ass, and to be beaten with a stick? But if you do not so, consider that you must always be a slave to him who has it in his power to effect your release, and also to impede you, and you must serve him as an evil genius.

There is only one way to happiness, and let this rule be ready both in the morning and during the day and by night: the rule is not to look towards things which are out of the power of our will, to think that nothing is our own, to give up all things to the Divinity, to Fortune; to make them the superintendents of these things, whom Zeus also has made so; for a man to observe that only which is his own, that which cannot be hindered; and when we read, to refer our reading to this only, and our writing and our listening. For this reason I cannot call the man industrious, if I hear this only, that he reads and writes; and even if a man adds that he reads all night, I cannot say so, if he knows not to what he should refer his reading. For neither do you say that a man is industrious if he keeps awake for a girl; nor do I. But if he does it (reads and writes) for reputation, I say that he is a lover of reputation. And if he does it for money, I say that he is a lover of money, not a lover of labour; and if he does it through love of learning, I say that he is a lover of learning, But if he refers his labour to his own ruling power ( ἡγεμονικόν ), that he may keep it in a state conformable to nature and pass his life in that state, then only do say that he is industrious. For never commend a man on account of these things which are common to all, but on account of his opinions (principles); for these are the things which belong to each man, which make his actions bad or good. Remembering these rules, rejoice in that which is present, and be content with the things which come in season. If you see any thing which you have learned and inquired about occurring to you in your course of life (or opportunely applied by you to the acts of life), be delighted at it. If you have laid aside or have lessened bad disposition and a habit of reviling; if you have done so with rash temper, obscene words, hastiness, sluggishness; if you are not moved by what you formerly were, and not in the same way as you once were, you can celebrate a festival daily, to-day because you have behaved well in one act, and to-morrow because you have behaved well in another. How much greater is this a reason for making sacrifices than a consulship or the government of a province? These things come to you from yourself and from the gods. Remember this, who gives these things and to whom, and for what purpose. If you cherish yourself in these thoughts, do you still think that it makes any difference where you shall be happy, where you shall please God? Are not the gods equally distant from all places? Do they not see from all places alike that which is going on?

French

Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)

Rappelle-toi que l’amour du pouvoir et de la richesse u’est pas le seul qui nous abaisse et qui nous assujettisse à d’autres hommes, mais que l’amour de l’inaction, des loisirs, des voyages, ou même de la lecture, en fait autant. En un mot, quels que soient les objets extérieurs, le prix que nous y attachons nous assujettit à autrui. Quelle différence y a-t-il, en effet, à désirer le sénat, ou à désirer de ne pas être sénateur ? Quelle différence y a-t-il à désirer le pouvoir, ou à désirer d’être simple particulier ? Quelle différence y a-t-il à dire : « Je suis malheureux de n’avoir rien à faire, et d’être enchaîné à mes livres comme un cadavre, » ou à dire : « Je suis malheureux de ne pas avoir le loisir de lire ? » Un livre est une chose extérieure et qui ne relève pas plus de notre libre arbitre que les saluts et le pouvoir. Ou bien encore, pourquoi veux-tu lire ? Dis-le moi. Si tu n’as d’autre but que de t’amuser ou d’apprendre quelque chose, tu es bien frivole et bien facile à satisfaire. Si tu as en vue le but que tu dois, quel peut-il être si ce n’est le bonheur ? Et alors, si la lecture ne te donne pas le bonheur, à quoi te sert-elle ? - « Mais elle me le donne, dis-tu ; et c’est pour cela que je suis mécontent d’en être privé. » - Et qu’est-ce que ce bonheur, que peut empêcher, je ne dis pas César, ou un ami de César, mais le premier venu, mais un corbeau, mais un joueur de flûte, mais la fièvre, mais mille autres choses ? Ce qu’il faut au bonheur avant tout, c’est de n’avoir ni interruptions ni empêchements. On m’appelle en ce moment pour faire quelque chose : j’irai sur-le-champ, attentif à la mesure qu’il me faut garder, avec réserve et avec assurance, sans désir comme sans crainte de tout ce qui m’est extérieur. En même temps je serai attentif à ce que disent et font les autres hommes ; et cela sans malice, sans intention de critiquer ni de railler, mais pour redescendre en moi-même, si je fais les mêmes fautes, et m’en corriger à tout prix. Autrefois, dirai-je, moi aussi je faisais mal ; je ne le fais plus aujourd’hui, gloire à Dieu ! »

Eh bien ! quand tu auras fait cela, quand tu te seras occupé ainsi, auras-tu fait de plus mauvaise besogne que si tu avais lu mille lignes ou si tu en avais écrit autant ? Lorsque tu prends tes repas, es-tu contrarié de ne pas lire ? Ne te suffit-il pas de prendre tes repas, en y appliquant ce que tu as lu ? N’en est-il pas de même lorsque tu te baignes ou fais de la gymnastique ? Pourquoi donc n’agis-tu pas ainsi en toute occasion, et quand tu vas trouver César, et quand tu vas trouver tout autre ? Si tu conserves ton calme, ta tranquillité, ta modération ; si tu songes aux choses plutôt qu’à te montrer ; si tu n’es pas jaloux de ceux qui te sont préférés ; si tu ne te laisse pas troubler par les circonstances, que te manque-t-il encore ? Des livres ? Mais comment ? Et en vue de quoi ? Lire n’est-ce pas se préparer à vivre ? Et la vie ne se compose-t-elle pas de tout autre chose ? On dirait un athlète qui, en entrant au Cirque, regretterait de ne pas s’exercer dehors. « Eh ! (devrait-on lui dire) c’est en vue de ce moment que tu t’exerçais. Voilà la raison des masses de plomb, des coups de poing, et de tes jeunes adversaires. Et maintenant tu les demandes, quand est venu le moment d’agir ! » Ce serait comme si, quand il y a lieu à nous décider, quand les idées se présentent à nous, les unes méritant d’être acceptées, les autres non, nous ne voulions pas faire notre choix entre elles, mais demandions à lire ce qu’on a écrit sur le jugement.

Et quelle est la cause de tout cela ? C’est que jamais nous n’avons lu, jamais nous n’avons écrit, en vue de pouvoir, dans la pratique, faire de tout ce qui se présente à nous un usage conforme à la nature. C’est que tout se borne pour nous à savoir ce qui a été dit, à pouvoir l’expliquer à un autre, à pouvoir analyser un syllogisme et suivre les conséquences des principes posés. Aussi c’est du but même de tes efforts que te naissent les obstacles. Tu veux à tout prix avoir des choses qui ne dépendent pas de toi ! Connais donc les empêchements, les obstacles, les échecs. Si nous lisions ce qui concerne le vouloir en vue, non pas de savoir ce qui a été dit du vouloir, mais de vouloir à propos ; si nous lisions ce qui concerne le désir et l’aversion, pour ne jamais échouer dans nos désirs, et ne jamais tomber dans les objets de nos aversions ; si nous lisions ce qui concerne les devoirs, pour nous rappeler tous nos rôles comme homme, et ne jamais rien faire contre la raison ni contre eux ; nous ne nous fâcherions pas lorsque l’on empêche nos lectures : nous nous contenterions de produire des actes en harmonie avec elles, et nous ferions de tout autres récapitulations que celles que jusqu’à ce jour nous avons eu l’habitude de faire : « Aujourd’hui, disons-nous, j’ai lu tant de lignes ; j’en ai écrit tant d’autres. » Nous dirions alors : « Aujourd’hui je n’ai rien voulu que comme le prescrivent les philosophes ; je n’ai rien désiré, et je n’ai cherché à éviter que des choses qui relèvent de mon libre arbitre ; je ne me suis point laissé intimider par un tel, ni déconcerter par un tel ; je me suis exercé à la patience, à la tempérance, à la bienfaisance. » Et ainsi, les choses dont nous rendrions grâce à Dieu seraient celles dont on doit vraiment lui rendre grâce.

Nous ne nous apercevons pas aujourd’hui que nous devenons semblables au commun des hommes, quoique avec une autre manière de faire. Si un autre craint de ne pas être magistrat, toi, tu crains de l’être. O mortel, pas de crainte pareille ! Ris plutôt de toi, comme tu ris de ceux qui craignent de ne pas être magistrats. Car il n’y a guère de différence entre souffrir de la soif parce qu’on a la fièvre, et craindre l’eau parce qu’on est enragé. Dans ton état, comment pourrais-tu dire encore le mot de Socrate : « Si cela plaît à Dieu, que cela se fasse ! » Si Socrate avait soupiré après les loisirs du Lycée ou de l’Académie, pour y causer chaque jour avec les jeunes gens, crois-tu qu’il serait parti sans chagrin pour la guerre, aussi souvent qu’il y est parti ? Ne se serait-il pas écrié avec des gémissements et des larmes : « Malheureux que je suis ! me voici misérablement ici, quand je pourrais être dans le Lycée, à me chauffer au soleil ! » - « Était-ce donc ton rôle, de te chauffer au soleil ? (lui eût-on pu dire.) Ton rôle n’est-il pas d’être heureux ? N’est-il pas de t’élever au-dessus de toute entrave et de tout empêchement ? » Comment aurait-il encore été Socrate, s’il eût pleuré ainsi ? Comment aurait-il écrit des hymnes dans sa prison ?

En un mot, rappelle-toi ceci : quelle que soit la chose à laquelle tu attaches du prix, hors de la portée de ton libre arbitre, tu annihiles ton libre arbitre. Or, il n’y a pas que les magistratures qui soient hors de sa portée : la condition privée l’est aussi ; il n’y a pas que les affaires qui le soient : les loisirs aussi le sont. - « Quoi ! me faut-il vivre au milieu de ce tumulte ! » - Qu’appelles-tu tumulte ? Ce grand nombre d’hommes ? Eh ! qu’y a-t-il là de fâcheux ? Suppose que tu es à Olympie, et donne à cette foule le nom d’assemblée. Là aussi tel homme pousse tel cri, tel autre fait telle autre chose, et ce troisième est bousculé par un autre individu. Dans les bains il y a foule ; or, quel est celui de nous qui n’y aime pas ce concours de monde, et qui en sort de mécontentement ? Ne sois pas si difficile ; n’aie pas des paroles de fiel pour tout ce qui arrive. « Le vinaigre, dis-tu, me déplaît parce qu’il est piquant ; le miel me déplaît, parce qu’il dérange ma santé ; quant aux légumes, je n’en veux pas. De même, je ne veux pas des loisirs, parce que c’est la solitude ; et je ne veux pas de la foule, parce que ce n’est que tumulte. » Eh bien ! au contraire, si les circons tances veulent que tu vives seul ou en compagnie restreinte, appelle cela la tranquillité, et tire de ta situation le parti que tu dois en tirer : entretiens-toi avec toi-même, éprouve tes idées, et perfectionne tes notions à priori. Si tu tombes au milieu de la foule, dis-toi que ce sont des jeux, que c’est une assemblée, que c’est une fête ; efforce-toi de célébrer cette fête avec les autres hommes. Est-il, en effet, plus doux spectacle pour un ami de l’humanité qu’un grand nombre d’hommes ? Des troupeaux de chevaux ou de bœufs nous font plaisir à voir ; c’est un plaisir que d’avoir sous les yeux un grand nombre de vaisseaux ; et la vue d’un grand nombre d’hommes serait une peine ! - « Mais leurs cris m’étourdissent ! » - C’est une gêne pour tes oreilles. Mais à toi qu’est-ce que cela fait ? Est-ce une gêne pour celle de tes facultés qui doit faire emploi des idées ? Est-il quelqu’un qui t’empêche de désirer ou de craindre, de vouloir les choses ou de les repousser, conformément à la nature ? Quel est le tumulte qui ait ce pouvoir ?

Souviens-toi seulement de ces généralités-ci : « Qu’est-ce qui est à moi ? Qu’est-ce qui n’est pas à moi ? Qu’est-ce qui m’est permis ? Qu’est-ce que Dieu veut que je fasse à cette heure ? Qu’est-ce qu’il ne veut pas que je fasse ? » Ces jours derniers il voulait que tu eusses du loisir, que tu t’entretinsses avec toi-même, que tu écrivisses sur ce sujet, que tu lusses, que tu écoutasses, que tu te préparasses ; et tu as eu pour cela un temps suffisant. Aujourd’hui il te dit : « Parais dans l’arène ; montre-nous ce que tu as appris, et comment tu as travaillé. Jusques à quand t’exerceras-tu tout seul ? Voici le moment de connaître si tu es du nombre des athlètes qui méritent de vaincre, ou du nombre de ceux qui parcourent toute la terre en se faisant battre. De quoi t’irrites-tu ? Il n’y a pas d’arène sans foule tumultueuse. Il y faut nombre de gens pour vous préparer, nombre de gens pour crier, nombre de surveillants, nombre de spectateurs. » - « Mais je voulais vivre au sein du calme. » - Gémis donc et pleure ; tu l’as bien mérité ! Peut-il, en effet, y avoir pour l’ignorant qui désobéit aux ordres des Dieux un châtiment plus grand que de se désoler, de se lamenter, de porter envie à d’autres, en deux mots, d’être malheureux et misérable ? N’est-ce pas là un lot auquel tu voudras te soustraire ? - « Et comment m’y soustraire ? » - N’as-tu pas entendu dire bien des fois qu’il te faut supprimer en toi tout désir, n’avoir d’aversion que pour des choses qui relèvent de ton libre arbitre, être indifférent à tout le reste, à ton corps, à ta fortune, à ta réputation, à tes livres, au tumulte de la foule, aux magistratures, à la vie privée ? Car, de quelque côté que tu inclines, te voilà esclave ; tu as un maître ; on te fait obstacle ; on te contraint ; tu dépends tout entier des autres.

Aie plutôt à l’esprit ce vers de Cléanthe :

« Conduisez-moi, ô Jupiter, ô destinée ! »

Dis-leur : « Voulez-vous me conduire à Rome ? Eh bien, à Rome ! À Gyaros ? Eh bien, à Gyaros ! À Athènes ? Eh bien, à Athènes ! En prison ? Eh bien, en prison ! » Si tu dis une seule fois : « Quand partira-t-on pour Athènes ? » c’en est fait de toi. Inévitablement ce désir, tant qu’il ne sera point satisfait, te rendra malheureux ; s’il l’est, il fera de toi un homme futile, qui s’exalte pour ce qui n’en vaut pas la peine ; et, s’il rencontre des obstacles, tu seras misérable, tu tomberas dans ce que tu voudras éviter. Renonce donc à tout cela. Athènes est belle ; mais c’est une chose bien plus belle d’être heureux, d’être sans agitation et sans trouble, et de n’être en rien dans la dépendance de personne. À Rome, il y a le tumulte de la foule et les salutations ; mais le bonheur d’une âme calme ne dédommage-t-il pas de tous les ennuis ? Si donc l’heure des ennuis est venue, pourquoi ne pas supprimer en toi le désir d’y échapper ? Quelle nécessité y a-t-il de porter ton fardeau à la façon d’un âne qui succombe sous le bâton ? Sinon, vois bien qu’il te faudra être l’esclave de quiconque pourra te faire sortir de Rome, de quiconque pourra t’empêcher d’en partir. Il te faudra le servir, comme on sert une divinité méchante.

Il n’y a qu’une voie qui mène à ce bonheur dans le calme (songeons-y le matin, le jour et la nuit) : c’est de nous détacher des choses qui ne dépendent pas de notre libre arbitre ; de ne les point tenir pour nôtres ; de les abandonner toutes à Dieu et à la fortune ; d’en remettre la gestion à ceux à qui Jupiter l’a remise ; et, quant à nous, de nous donner uniquement à ce qui nous appartient en propre, à ce qui échappe à toute contrainte ; de lire, enfin, en rapportant à ce but tout ce que nous lisons, comme tout ce que nous écrivons ou écoutons. Voilà pourquoi je ne puis pas dire qu’il aime le travail celui dont j’apprends seulement qu’il lit ou qu’il écrit ; et quand même on ajouterait qu’il le fait toute la nuit, je ne le dirais pas encore, tant que je ne connaîtrais pas son but. Tu ne dis pas qu’il aime le travail celui qui veille pour une femme ; et moi non plus je ne le dis pas. Si quelqu’un veille pour la gloire, je dis qu’il aime la gloire ; si quel qu’un veille pour l’argent, je dis qu’il aime l’argent, et non point le travail ; s’il veille par amour pour les lettres, je dis qu’il aime les lettres. Mais ayez pour but de tous vos travaux votre propre partie maîtresse, afin de la faire vivre et se conduire conformément à la nature, alors seulement je dirai que vous aimez le travail. Ne vantez et ne critiquez personne pour ce qui nous est commun avec tout le monde ; ne le faites que pour ses opinions et ses intentions. Car elles seules nous appartiennent en propre ; elles seules font que nos actions sont honorables ou honteuses. Songe à cela, et jouis du présent, sans demander autre chose que ce dont l’heure est venue. Sois heureux, si tu vois se présenter à toi l’occasion d’appliquer ce que tu as appris et examiné. Et si tu extirpes ou diminues en toi la malignité, le penchant à la médisance, la précipitation, l’habitude des propos obscènes, la légèreté, la nonchalance ; si tu n’es plus troublé par ce qui te troublait auparavant, ou si tu l’es moins, alors tu pourras chaque jour célébrer une fête, aujourd’hui pour avoir bien agi dans tel cas, et de main dans tel autre. Quelle belle occasion de sacrifice il y a là, bien plus belle que le consulat ou la préture ! Car ce sont là des choses qui te viennent de toi seul et des Dieux ; tandis que ces dernières tu dois te rappeler qui les donne, à qui on les donne, et en vue de quoi. Si tu es nourri de ces réflexions, que t’importera en quel lieu tu seras heureux, en quel lieu tu seras agréable à Dieu ! Ce qu’on reçoit des Dieux n’est-il pas le même partout ? N’ont-ils pas partout de même les yeux sur ce qui se fait ?

Concepts in this passage

Before reading

What you will learn

Open the full record