Potentially copyrighted passage By consulting this text, you confirm that you may use it for personal and educational purposes. Do not reproduce its content. If the book helps you, buy it to support the author or rights holders.

Plutarch

On Moral Virtue Section 7

Section 7 of 12

Canonical reference 7

Ancient Greek

ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δʼ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους; ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη ἔπλετο νηνεμίη, κοίμισσε δὲ κύματα δαίμων· τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δʼ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθʼ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδʼ ὑπενδιδόναι μηδʼ ἀτακτεῖν μηδʼ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες. ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν. ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλʼ ἑνὸς λόγου τροπὴν ἐπʼ ἀμφότερα, λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφʼ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλʼ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπʼ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι. ταῦτα δὲ πρῶτον μὲν παρὰ· τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν· οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας. ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον· καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δʼ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν. οἱ δὲ νῦν. μὲν ἐπιθυμίαν γίγνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν. ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι. τί οὖν; φασίν, οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται δόξας περὶ τοῦ συμφέροντος ἀλλʼ ἕν ἐστι; πάνυ μὲν οὖν φήσομεν, ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον· οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δʼ εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γιγνόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθʼ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους ἀντιβαίνοντος, οἴεσθαι λόγων εἶναι δυεῖν διαφορὰν ὥσπερ ἐν τούτοις αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι· καὶ τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δʼ ἔχει, τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δʼ ἔνι,ʼ καὶ περὶ τὰς κρίσεις δὲ τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν· διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον· ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλʼ αὐτὸς τʼ Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθʼ ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλʼ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις. διὸ πρὸς τἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθʼ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλʼ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλʼ ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπʼ ἐναντίων λόγων· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδʼ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλʼ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον.

English

Matthew Morgan, 1874

Thus we have seen the diversity between incontinence and intemperance. And as for continence and temperance, their differences are analogous, and bear proportion to those of the other, but in contrary respects. For remorse, grief, and indignation do always accompany continence; whereas in the mind of a temperate person there is all over such an evenness, calmness, and firmness, that, seeing with what wonderful easiness and tranquillity the irrational faculties go along with reason and submit to its directions, one cannot but call to mind that of the poet: Swift the command ran through the raging deep; Th’ obedient waves compose themselves to sleep; reason having quite deadened and repressed the vehement raging and furious motions of the passions and affections. But those whose assistance Nature necessarily requires are by reason rendered so agreeable and consenting, so submissive, friendly, and co-operative in the execution of all good designs and purposes, that they neither outrun it, nor recede from it, nor behave themselves disorderly, nor ever show the least disobedience; but every appetite willingly and cheerfully pursues its dictates, As sucking foal runs by his mother mare. Which very much confirms what was said by Xenocrates of those who are true philosophers, namely, that they alone do that voluntarily which all others do against their wills for fear of the laws; being diverted and restrained from the pursuit of their pleasures, as a dog is frightened by a whipping or a cat scared by a noise, having regard to nothing else in the matter but their own danger. It is manifest then from what has been discoursed, that the soul does perceive within itself something that is firm and immovable, totally distinct from its passions and appetites, these being what it does always oppose and is ever contending with. But some there are, nevertheless, who affirm that reason and passion do not materially differ from one another, and that there is not in the soul any faction, sedition, or dissension of two several and contending faculties, but only a shifting, conversion, or alteration of the same reason or rational faculty from one side to the other, backward and forward, which, by reason of the suddenness and swiftness of the change, is not perceptible by us; and therefore, that we do not consider that the same faculty of the soul is by nature so adapted as to be capable of both concupiscence and repentance, of anger and of fear, of being drawn to the commission of any lewdness or evil by the allurements of pleasure, and afterwards of being again retrieved from it. And as for lust, anger, fear, and such like passions, they will have them to be nothing but perverse opinions and false judgments, not arising or formed in any inferior part of the soul, peculiarly belonging to them, but being the advances and returns, or the motions forward and backward, the good likenings and more vehement efforts, and (in a word) such operations and energies of the whole rational and directive faculty as are ready to be turned this way or that with the greatest ease imaginable; like the sudden motions and irruptions in children, the violence and impetuosity whereof, by reason of their imbecility and weakness, are very fleeting and inconstant. But these opinions are against common sense and experience; for no man ever felt such a sudden change in himself, as that whenever he chose any thing he immediately judged it fit to be chosen, or that, on the other hand, whenever he judged any thing fit to be chosen he immediately made choice of it. Neither does the lover who is convinced by reason that his amour is fit to be broken off, and that he ought to strive against his passion, therefore immediately cease to love; nor on the other side doth he desist reasoning, and cease from being able to give a right judgment of things, even then, when, being softened and overcome by luxury, he delivers himself up a captive to his lusts. But as, while by the assistance of reason he makes opposition to the efforts of his passions, they yet continue to solicit, and at last overcome him; so likewise, when he is overcome and forced to submit to them, by the light of reason does he plainly discern and know that he has done amiss; so that neither by the passions is reason effaced and destroyed, nor yet by reason is he rescued and delivered from them; but, being tossed to and fro between the one and the other, he is a kind of neuter, and participates in common of them both. And those, methinks, who imagine that one while the directive and rational part of the soul is changed into concupiscence and lust, and that by and by reason opposes itself against them, and they are changed into that, are not much unlike them who make the sportsman and his game not to be two, but one body, which, by a nimble and dexterous mutation of itself, one while appears in the shape of the huntsman, and at another turn puts on the form of a wild beast. For as these in a plain evident matter seem to be stalk blind, so they in the other case belie even their own senses, seeing they must needs feel in themselves not merely a change or mutation of one and the same thing, but a downright struggle and quarrel between two several and distinct faculties. But is not, say they, the deliberative power or faculty of a man often divided in itself, and distracted among several opinions contrary to one another, about that which is expedient; and yet is but one, simple, uniform thing? All this we grant to be true; but it does not reach the case we are speaking of. For that part of the soul where reason and judgment are seated is not at variance with itself, but by one and the same faculty is conversant about different reasonings; or rather, there is but one simple power of reasoning, which employs itself on several arguments, as so many different subject-matters. And therefore it is, that no disturbance or uneasiness accompanies those reasonings or deliberations, where the passions do not at all interpose. Nor are we at any time forced, as it were, to choose any thing contrary to the dictates of our own reason, but when, as in a balance, some lurking hidden passions lay something in the scale against reason to weigh it down. And this often falls out to be the case, where it is not reasoning that is opposed to reasoning, but either ambition, or emulation, or favor, or jealousy, or fear, making a show as if there were a variance or contest between two differing reasons, according to that of Homer, Shame in denial, in acceptance fear; and of another poet, Hard fate to fall, but yet a glorious fate; ’Tis cowardly to live, but yet ’tis sweet. And in determining of controversies about contracts between man and man, it is by the interposition of the passions that so many disputes and delays are created. So likewise in the consultations and counsels of kings, they who design to make their court incline not to one side of the question or debate rather than the other, but only accommodate themselves to their own passions, without any regard to the interest of the public. Which is the reason that in aristocratical governments the magistrates will not suffer orators in their pleadings, by declaiming and haranguing, to raise the passions and move the affections. For reason, not being disturbed or diverted by passion, tends directly to that which is honorable and just; but if the passions are once raised, there immediately follows a mighty controversy and struggle between pleasure and grief on the one hand, and reason and judgment on the other. For otherwise how comes it to pass, that in philosophical disputes and disquisitions we so often and with so little trouble are by others drawn off from our own opinions and wrought upon to change them? - and that Aristotle himself, Democritus, and Chrysippus have without any concern or regret of mind, nay even with great satisfaction to themselves, retracted some of those points which they formerly so much approved of, and were wont so stiffly to maintain? For no passions residing in the contemplative and scientifical part of the soul make any tumult or disturbance therein, and the irrational and brutal faculties remain quiet and calm, without busying themselves to intermeddle in matters of that kind. By which means it falls out, that reason no sooner comes within view of truth, but rejecting that which is false it readily embraces it; forasmuch as there is in the former what is not to be found in the other, namely, a willingness to assent and disagree as there is occasion; whereas in all deliberations had, judgments made, and resolutions taken about such things as are to be reduced into practice, and are mixed and interwoven with the passions and affections, reason meets with much opposition, and is put under great difficulties, by being stopped and interrupted in its course by the brutal faculties of the mind, throwing in its way either pleasure or fear or grief or lust, or some such like temptation or discouragement. And then the decision of these disputes belongs to sense, which is equally affected with both the one and the other; and whichsoever of them gets the mastery, the other is not thereby destroyed, but (though struggling and resisting all the while) is forced only to comply and go along with the conqueror. As an amorous person, for example, finding himself engaged in an amour he cannot approve of, has immediately recourse to his reason, to oppose the force of that against his passion, as having them both together actually subsisting in his soul, plainly discerning them to be several and distinct, and feeling a sensible conflict between the two, while he endeavors (as it were) with his hand to repress and keep down the part which is inflamed and rages so violently within him. But, on the contrary, in those deliberations and disquisitions where the passions have nothing to do, such I mean as belong properly to the contemplative part of the soul, if the reasons are equally balanced, not inclining more to one side than another, then is there no determinate judgment formed, but there remains a doubting, as if there were a rest or suspense of the understanding between two contrary opinions. But if there happen to be any inclination or determination towards one side, that prevailing must needs get the better of the other, but without any regret or obstinate opposition from it against the opinion which is received. In short, whenever the contest seems to be of reason against reason, in that case we have no manner of sense of two distinct powers, but of one simple, uniform faculty only, under different apprehensions or imaginations; but when the dispute is between the irrational part and reason, where nature has so ordered it that neither the victory nor the defeat can be had without anxiety and regret, there immediately the two contending powers divide the soul in the quarrel, and thereby make the difference and distinction between them to be most plain and evident.

French AI-generated translation, non-official

Codex gpt-5.6-sol · Non-official working translation · 2026-09-13

Nous avons ainsi vu la différence entre l’incontinence et l’intempérance. Quant à la continence et à la tempérance, leurs différences sont analogues et proportionnelles à celles des deux autres, mais en sens contraire. Le remords, la douleur et l’indignation accompagnent toujours la continence, tandis que, dans l’esprit de l’homme tempérant, règnent partout une égalité, un calme et une fermeté tels que, lorsqu’on voit avec quelle merveilleuse facilité et quelle tranquillité les facultés irrationnelles suivent la raison et se soumettent à ses directives, on ne peut manquer de se rappeler ces vers du poète: «Prompt, l’ordre courut sur la mer en furie; les vagues obéissantes s’apaisent et s’endorment.» La raison a entièrement amorti et réprimé les mouvements violents, furieux et déchaînés des passions et des affections. Mais celles dont la nature requiert nécessairement l’assistance sont rendues par la raison si conciliantes et consentantes, si soumises, amicales et coopérantes dans l’accomplissement de tous les bons desseins et projets, qu’elles ne la devancent ni ne restent en arrière, ne se conduisent jamais avec désordre et ne témoignent pas la moindre désobéissance; chaque appétit suit au contraire ses prescriptions de bon gré et avec joie, «comme le poulain encore à la mamelle court auprès de sa mère». Cela confirme puissamment ce que Xénocrate disait des véritables philosophes, à savoir qu’eux seuls font volontairement ce que tous les autres font malgré eux par crainte des lois, détournés et retenus dans la poursuite de leurs plaisirs comme un chien effrayé par le fouet ou un chat par un bruit, sans considérer en cela autre chose que leur propre danger. Il ressort donc manifestement de ce qui a été dit que l’âme perçoit en elle-même quelque chose de ferme et d’immuable, tout à fait distinct de ses passions et de ses appétits, puisqu’elle s’y oppose toujours et ne cesse de lutter contre eux. Certains affirment néanmoins que la raison et la passion ne diffèrent pas substantiellement l’une de l’autre, et qu’il n’existe dans l’âme aucune faction, sédition ou dissension entre deux facultés distinctes qui se combattent, mais seulement un déplacement, une conversion ou une altération de la même raison, ou faculté rationnelle, qui passe d’un côté à l’autre, en arrière et en avant. À cause de la soudaineté et de la rapidité du changement, celui-ci nous demeure imperceptible; nous ne remarquons donc pas que la même faculté de l’âme est naturellement disposée à être capable à la fois de concupiscence et de repentir, de colère et de peur, à être entraînée par les séductions du plaisir à commettre quelque débauche ou quelque mal, puis à en être ensuite retirée. Quant au désir, à la colère, à la peur et aux passions semblables, ils veulent qu’elles ne soient que des opinions perverses et des jugements faux, qui ne naissent ni ne se forment dans aucune partie inférieure de l’âme leur appartenant en propre, mais qui sont les avancées et les retraits, les mouvements en avant et en arrière, les inclinations favorables et les efforts plus véhéments, en un mot, les opérations et les énergies de toute la faculté rationnelle et directrice, prête à se tourner d’un côté ou de l’autre avec la plus grande facilité imaginable. Elles ressembleraient aux mouvements et aux irruptions soudaines des enfants, dont la violence et l’impétuosité sont, en raison de leur impuissance et de leur faiblesse, très passagères et inconstantes. Mais ces opinions sont contraires au sens commun et à l’expérience. Aucun homme n’a jamais éprouvé en lui-même un changement si soudain que, chaque fois qu’il choisissait une chose, il la jugeât immédiatement digne d’être choisie, ou que, inversement, chaque fois qu’il jugeait une chose digne d’être choisie, il la choisît immédiatement. L’amoureux que la raison convainc de devoir rompre sa liaison et lutter contre sa passion ne cesse pas pour autant d’aimer sur-le-champ. Inversement, il ne cesse pas de raisonner ni d’être capable de porter un jugement droit sur les choses, même lorsqu’amolli et vaincu par la volupté il se livre captif à ses désirs. Lorsqu’il oppose, avec l’aide de la raison, une résistance aux efforts de ses passions, celles-ci continuent pourtant de le solliciter et finissent par le vaincre; de même, quand il est vaincu et contraint de se soumettre à elles, la lumière de la raison lui fait clairement discerner et savoir qu’il a mal agi. Ainsi la raison n’est-elle ni effacée ni détruite par les passions, et lui-même n’est-il pas non plus sauvé et délivré d’elles par la raison; ballotté de l’une à l’autre, il demeure dans une sorte de neutralité et participe également des deux. Ceux qui imaginent, me semble-t-il, que la partie directrice et rationnelle de l’âme se change un moment en concupiscence et en désir, puis que la raison s’oppose aussitôt à ceux-ci et qu’ils se changent en elle, ne ressemblent pas peu à ceux qui soutiendraient que le chasseur et son gibier ne sont pas deux êtres, mais un seul corps qui, par une métamorphose agile et adroite, paraît tantôt sous la forme du chasseur, tantôt sous celle d’une bête sauvage. Comme ces derniers semblent aveugles dans une affaire parfaitement évidente, les premiers démentent leurs propres sens, puisqu’ils doivent nécessairement éprouver en eux-mêmes non pas seulement le changement ou la mutation d’une seule et même chose, mais une véritable lutte et une querelle entre deux facultés distinctes. Mais, disent-ils, la puissance ou faculté délibérative d’un homme n’est-elle pas souvent divisée contre elle-même et tiraillée entre plusieurs opinions contraires au sujet de ce qui est avantageux, tout en demeurant une chose unique, simple et uniforme? Nous accordons que tout cela est vrai, mais cela n’atteint pas le cas dont nous parlons. La partie de l’âme où siègent la raison et le jugement n’est pas en désaccord avec elle-même; c’est par une seule et même faculté qu’elle considère des raisonnements différents. Ou plutôt, il n’existe qu’une puissance simple de raisonner, qui s’exerce sur plusieurs arguments comme sur autant de matières différentes. C’est pourquoi aucun trouble ni malaise n’accompagne les raisonnements ou délibérations où les passions n’interviennent aucunement. Nous ne sommes jamais non plus contraints de choisir, pour ainsi dire, quelque chose de contraire aux prescriptions de notre propre raison, sauf lorsque, comme dans une balance, des passions cachées déposent quelque chose dans le plateau opposé à la raison et le font pencher. Cela arrive souvent lorsque ce n’est pas un raisonnement qui s’oppose à un autre raisonnement, mais l’ambition, l’émulation, la faveur, la jalousie ou la peur qui donnent l’apparence d’un désaccord ou d’une lutte entre deux raisons différentes, selon le mot d’Homère: «Honte à refuser, crainte à accepter»; ou celui d’un autre poète: «Cruel destin que de tomber, mais destin glorieux; vivre est lâche, et pourtant vivre est doux.» Dans le règlement des différends relatifs aux contrats entre les hommes, c’est aussi l’intervention des passions qui crée tant de contestations et de délais. De même, dans les délibérations et les conseils des rois, ceux qui cherchent à gagner leur faveur ne penchent pas pour un côté de la question ou du débat plutôt que pour l’autre, mais s’accommodent seulement à leurs propres passions, sans aucun égard pour l’intérêt public. C’est pourquoi, dans les gouvernements aristocratiques, les magistrats ne permettent pas aux orateurs de soulever les passions et d’émouvoir les affections par leurs déclamations et leurs harangues. Car la raison, lorsqu’elle n’est ni troublée ni détournée par la passion, tend directement vers ce qui est honorable et juste; mais dès que les passions sont soulevées, une puissante controverse et une lutte s’engagent aussitôt entre le plaisir et la douleur d’une part, la raison et le jugement d’autre part. Autrement, comment se fait-il que, dans les disputes et recherches philosophiques, nous soyons si souvent et avec si peu de peine détournés par autrui de nos propres opinions et amenés à les changer? Comment se fait-il qu’Aristote lui-même, Démocrite et Chrysippe aient, sans aucune inquiétude ni aucun regret, et même avec une grande satisfaction, rétracté certains des points qu’ils avaient autrefois beaucoup approuvés et qu’ils avaient coutume de défendre avec tant d’obstination? C’est qu’aucune passion résidant dans la partie contemplative et scientifique de l’âme n’y provoque de tumulte ou de trouble, et que les facultés irrationnelles et brutales demeurent paisibles et calmes, sans chercher à s’ingérer dans les affaires de cette sorte. Il en résulte que la raison n’a pas plus tôt aperçu la vérité qu’elle rejette le faux et l’embrasse volontiers, car elle possède ce qui ne se trouve pas dans les facultés irrationnelles: la disposition à donner ou à refuser son assentiment selon les circonstances. En revanche, dans toutes les délibérations, tous les jugements et toutes les résolutions qui portent sur des choses à mettre en pratique et qui sont mêlées et entrelacées avec les passions et les affections, la raison rencontre une vive opposition et de grandes difficultés. Sa marche est arrêtée et interrompue par les facultés brutales de l’esprit, qui jettent sur son chemin le plaisir, la peur, la douleur, le désir ou quelque autre tentation ou découragement semblable. La décision de ces différends appartient alors au sentiment, qui est également affecté par l’un et par l’autre; quel que soit celui des deux qui l’emporte, l’autre n’est pas détruit pour autant, mais, tout en luttant et en résistant, il est seulement contraint de se plier et de suivre le vainqueur. Ainsi, un amoureux qui se trouve engagé dans une liaison qu’il ne peut approuver recourt aussitôt à sa raison pour opposer sa force à celle de sa passion. Il les possède toutes deux ensemble, effectivement présentes dans son âme, discerne clairement qu’elles sont distinctes et ressent un conflit sensible entre elles, tandis qu’il s’efforce, comme avec la main, de réprimer et de contenir la partie de lui-même qui s’enflamme et fait rage avec tant de violence. Au contraire, dans les délibérations et les recherches où les passions n’ont rien à faire, c’est-à-dire celles qui appartiennent proprement à la partie contemplative de l’âme, si les raisons sont en équilibre égal et ne penchent pas davantage d’un côté que de l’autre, aucun jugement déterminé ne se forme; il subsiste un doute, comme si l’entendement demeurait au repos ou en suspens entre deux opinions contraires. Mais s’il se produit quelque inclination ou détermination en faveur d’un côté, celui qui prévaut doit nécessairement l’emporter sur l’autre, sans que celui-ci éprouve aucun regret ni oppose de résistance obstinée à l’opinion reçue. En somme, chaque fois que la lutte semble opposer la raison à la raison, nous ne percevons aucunement deux puissances distinctes, mais une seule faculté simple et uniforme, placée sous des conceptions ou des représentations différentes. Mais lorsque le conflit oppose la partie irrationnelle à la raison, et que la nature a disposé les choses de telle sorte que ni la victoire ni la défaite ne peuvent survenir sans anxiété ni regret, les deux puissances adverses divisent aussitôt l’âme par leur querelle, rendant ainsi leur différence et leur distinction parfaitement claires et manifestes.

Concepts in this passage

Before reading

What you will learn

Open the full record