Public domain The work and displayed translations are recorded as public domain or from an open transcription.

Epictetus

Discourses of Epictetus, Recorded by Arrian Chapter 29

Chapter 29 of 95

Canonical reference 1.29

Ancient Greek

Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)

περὶ εὐσταθείας. οὐσία τοῦ ἀγαθοῦ προαίρεσις ποιά, τοῦ κακοῦ προαίρεσις ποιά. τί οὖν τὰ ἐκτός; ὗλαι τῇ προαιρέσει, περὶ ἃς ἀναστρεφομένη τεύξεται τοῦ ἰδίου ἀγαθοῦ ἢ κακοῦ. πῶς τοῦ ἀγαθοῦ τεύξεται; ἂν τὰς ὕλας μὴ θαυμάσῃ. τὰ γὰρ περὶ τῶν ὑλῶν δόγματα ὀρθὰ μὲν ὄντα ἀγαθὴν ποιεῖ τὴν προαίρεσιν, στρεβλὰ δὲ καὶ διεστραμμένα κακήν. τοῦτον τὸν νόμον ὁ θεὸς τέθεικεν καὶ φησίν εἰ τι ἀγαθὸν θέλεις, παρὰ σεαυτοῦ λάβε. σὺ λέγεις οὔ· ἀλλὰ παρʼ ἄλλου. μή, ἀλλὰ παρὰ σεαυτοῦ. λοιπὸν ὅταν ἀπειλῇ ὁ τύραννος καὶ μὴ καλῇ, λέγω τίνι ἀπειλεῖ; ἂν λέγῃ δήσω σε, φημὶ ὅτι ταῖς χερσὶν ἀπειλεῖ καὶ τοῖς ποσίν. ἂν λέγῃ τραχηλοκοπήσω σε, λέγω τῷ τραχήλῳ ἀπειλεῖ. ἂν λέγῃ εἰς φυλακήν σε βαλῶ, ὅλῳ τῷ σαρκιδίῳ· κἂν ἐξορισμὸν ἀπειλῇ, τὸ αὐτό. - σοὶ οὖν οὐδὲν ἀπειλεῖ; - εἰ πέπονθα ὅτι ταῦτα οὐδέν ἐστι πρὸς ἐμέ, οὐδέν· εἰ δὲ φοβοῦμαί τι τούτων, ἐμοὶ ἀπειλεῖ. τίνα λοιπὸν δέδοικα; τὸν τίνων ὄντα κύριον; τῶν ἐπʼ ἐμοί; οὐδὲ εἷς ἐστιν. τῶν οὐκ ἐπʼ ἐμοί; καὶ τί μοι αὐτῶν μέλει; ὑμεῖς οὖν οἱ φιλόσοφοι διδάσκετε καταφρονεῖν τῶν βασιλέων; - μὴ γένοιτο. τίς ἡμῶν διδάσκει ἀντιποιεῖσθαι πρὸς αὐτούς, ὧν ἐκεῖνοι ἔχουσιν ἐξουσίαν; τὸ σωμάτιον λάβε, τὴν κτῆσιν λάβε, τὴν φήμην λάβε, τοὺς περὶ ἐμὲ λάβε. ἄν τινας τούτων ἀναπείθω ἀντιποιεῖσθαι, τῷ ὄντι ἐγκαλείτω μοι. ναί· ἀλλὰ καὶ τῶν δογμάτων ἄρχειν θέλω. καὶ τίς σοι ταύτην τὴν ἐξουσίαν δέδωκεν; ποῦ δύνασαι νικῆσαι δόγμα ἀλλότριον; προσάγων, φησίν, αὐτῷ φόβον νικήσω. ἀγνοεῖς ὅτι αὐτὸ αὑτὸ ἐνίκησεν, οὐχ ὑπʼ ἄλλου ἐνικήθη· προαίρεσιν δὲ οὐδὲν ἄλλο νικῆσαι δύναται, πλὴν αὐτὴ ἑαυτήν. διὰ τοῦτο καὶ ὁ τοῦ θεοῦ νόμος κράτιστός ἐστι καὶ δικαιότατος· τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. κρείττονές εἰσιν οἱ δέκα τοῦ ἑνός. πρὸς τί; πρὸς τὸ δῆσαι, πρὸς τὸ ἀποκτεῖναι, πρὸς τὸ ἀπαγαγεῖν ὅπου θέλουσιν, πρὸς τὸ ἀφελέσθαι τὰ ὄντα. νικῶσιν τοίνυν οἱ δέκα τὸν ἕνα ἐν τούτῳ, ἐν ᾧ κρείσσονές εἰσιν. ἐν τίνι οὖν χείρονές εἰσιν; ἂν ὁ μὲν ἔχῃ δόγματα ὀρθά, οἱ δὲ μή. τί οὖν; ἐν τούτῳ δύνανται νικῆσαι; πόθεν; εἰ δʼ ἱστάμεθα ἐπὶ ζυγοῦ, οὐκ ἔδει τὸν βαρύτερον καθελκύσαι; Σωκράτης οὖν ἵνα πάθῃ ταῦτα ὑπʼ Ἀθηναίων; - ἀνδράποδον, τί λέγεις τὸ Σωκράτης; ὡς ἔχει τὸ πρᾶγμα λέγε· ἵνʼ οὖν τὸ Σωκράτους σωμάτιον ἀπαχθῇ καὶ συρῇ ὑπὸ τῶν ἰσχυροτέρων εἰς δεσμωτήριον καὶ κώνειόν τις δῷ τῷ σωματίῳ τῷ Σωκράτους κἀκεῖνο ἀποψυγῇ; ταῦτά σοι φαίνεται θαυμαστά, ταῦτα ἄδικα, ἐπὶ τούτοις ἐγκαλεῖς τῷ θεῷ; οὐδὲν οὖν εἶχε Σωκράτης ἀντὶ τούτων; ποῦ ἦν ἡ οὐσία αὐτῷ τοῦ ἀγαθοῦ; τίνι προσσχῶμεν; σοὶ ἢ αὐτῷ; καὶ τί λέγει ἐκεῖνος; ἐμὲ δʼ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δʼ οὔ. καὶ πάλιν εἰ ταύτῃ τῷ θεῷ φίλον, ταύτῃ γινέσθω. ἀλλὰ δεῖξον ὅτι χείρονα ἔχων δόγματα κρατεῖ τοῦ κρείττονος ἐν δόγμασιν. οὐ δείξεις· οὐδʼ ἐγγύς. νόμος γὰρ τῆς φύσεως. καὶ τοῦ θεοῦ οὗτος τὸ κρεῖσσον ἀεὶ περιγινέσθω τοῦ χείρονος. ἐν τίνι; ἐν ᾧ κρεῖσσόν ἐστιν. σῶμα σώματος ἰσχυρότερον, οἱ πλείονες τοῦ ἑνός, ὁ κλέπτης τοῦ μὴ κλέπτου. διὰ τοῦτο κἀγὼ τὸν λύχνον ἀπώλεσα, ὅτι ἐν τῷ ἀγρυπνεῖν μου κρείσσων ἦν ὁ κλέπτης. ἀλλʼ ἐκεῖνος τοσούτου ὠνήσατο λύχνον· ἀντὶ λύχνου κλέπτης ἐγένετο, ἀντὶ λύχνου ἄπιστος, ἀντὶ λύχνου θηριώδης. τοῦτο ἔδοξεν αὐτῷ λυσιτελεῖν. ἔστω· ἀλλʼ εἴληπταί μού τις τοῦ ἱματίου καὶ ἕλκει μʼ εἰς τὴν ἀγοράν, εἶτα ἐπικραυγάζουσιν ἄλλοι φιλόσοφε, τί σε ὠφέληκε τὰ δόγματα; ἰδοὺ σύρῃ εἰς τὸ δεσμωτήριον, ἰδοὺ μέλλεις τραχηλοκοπεῖσθαι. καὶ ποίαν ἔπραξα ἂν εἰσαγωγήν, ἵνʼ, ἂν ἰσχυρότερος ἐπιλάβηταί μου τοῦ ἱματίου, μὴ σύρωμαι; ἵνα, ἄν με δέκα περισπάσαντες εἰς τὸ δεσμωτήριον ἐμβάλωσιν, μὴ ἐμβληθῶ; ἄλλο οὖν οὐδὲν ἔμαθον; ἔμαθον, ἵνα· πᾶν τὸ γινόμενον ἴδω ὅτι, ἂν ἀπροαίρετον ᾖ, οὐδέν ἐστι πρὸς ἐμέ. πρὸς τοῦτο οὖν οὐκ ὠφέλησαι; τί οὖν ἐν ἄλλῳ ζητεῖς τὴν ὠφέλειαν ἢ ἐν ᾧ ἔμαθες; καθήμενος λοιπὸν ἐν τῇ φυλακῇ λέγω οὗτος ὁ ταῦτα κραυγάζων οὔτε τοῦ σημαινομένου ἀκούει οὔτε τῷ λεγομένῳ παρακολουθεῖ οὔτε ὅλως μεμέληκεν αὐτῷ εἰδέναι περὶ τῶν φιλοσόφων τί λέγουσιν ἢ τί ποιοῦσιν. ἄφες αὐτόν. ἀλλʼ ἔξελθε πάλιν ἀπὸ τῆς φυλακῆς. εἰ μηκέτι χρείαν ἔχητέ μου ἐν τῇ φυλακῇ, ἐξέρχομαι· ἂν πάλιν σχῆτε, εἰσελεύσομαι. μέχρι τίνος; μέχρις ἂν οὗ λόγος αἱρῇ συνεῖναί με τῷ σωματίῳ· ὅταν δὲ μὴ αἱρῇ, λάβετε αὐτὸ καὶ ὑγιαίνετε. μόνον μὴ ἀλογίστως, μόνον μὴ μαλακῶς, μὴ ἐκ τῆς τυχούσης προφάσεως. πάλιν γὰρ ὁ θεὸς οὐ βούλεται· χρείαν γὰρ ἔχει κόσμου τοιούτου, τῶν ἐπὶ γῆς ἀναστρεφομένων τοιούτων. ἐὰν δὲ σημήνῃ τὸ ἀνακλητικὸν ὡς τῷ Σωκράτει, πείθεσθαι δεῖ τῷ σημαίνοντι ὡς στρατηγῷ. τί οὖν; λέγειν δεῖ ταῦτα πρὸς τοὺς πολλούς; - ἵνα τί; οὐ γὰρ ἀρκεῖ τὸ αὐτὸν πείθεσθαι; τοῖς γὰρ παιδίοις, ὅταν προσελθόντα κροτῇ καὶ λέγῃ σήμερον Σατορνάλια ἀγαθά, λέγομεν οὐκ ἔστιν ἀγαθὰ ταῦτα; οὐδαμῶς· ἀλλὰ καὶ αὐτοὶ ἐπικροτοῦμεν. καὶ σὺ τοίνυν, ὅταν μεταπεῖσαί τινα μὴ δύνῃ, γίγνωσκε ὅτι παιδίον ἐστὶ καὶ ἐπικρότει αὐτῷ· ἂν δὲ μὴ τοῦτο θέλῃς, σιώπα λοιπόν. τούτων δεῖ μεμνῆσθαι καὶ κληθέντα εἴς τινα τοιαύτην περίστασιν εἰδέναι, ὅτι ἐλήλυθεν ὁ καιρὸς τοῦ ἀποδεῖξαι, εἰ πεπαιδεύμεθα. νέος γὰρ ἀπὸ σχολῆς ἀπιὼν εἰς περίστασιν ὅμοιός ἐστι τῷ μεμελετηκότι συλλογισμοὺς ἀναλύειν, κἄν τις εὔλυτον αὐτῷ προτείνῃ, λέγει μᾶλλόν μοι πεπλεγμένον κομψῶς προτείνατε, ἵνα γυμνασθῶ. καὶ οἱ ἀθληταὶ τοῖς κούφοις νεανίσκοις δυσαρεστοῦσιν· οὐ βαστάζει με, φησίν. οὗτός ἐστιν εὐφυὴς νέος. οὔ· ἀλλὰ καλέσαντος τοῦ καιροῦ κλάειν δεῖ καὶ λέγειν ἤθελον ἔτι μανθάνειν. τίνα; εἰ ταῦτα οὐκ ἔμαθες οὐχ ὥστʼ ἔργῳ δεῖξαι, πρὸς τί αὐτὰ ἔμαθες; ἐγώ τινα οἶμαι τῶν καθημένων ἐνταῦθα ὠδίνειν αὐτὸν ἐφʼ ἑαυτοῦ καὶ λέγειν ἐμοὶ νῦν περίστασιν μὴ ἔρχεσθαι τοιαύτην, ὁποία τούτῳ ἐλήλυθεν; ἐμὲ νῦν κατατριβῆναι καθήμενον ἐν γωνίᾳ δυνάμενον στεφανωθῆναι Ὀλύμπια; πότε τις ἐμοὶ καταγγελεῖ τοιοῦτον ἀγῶνα; οὕτως ἔχειν ἔδει πάντας ὑμᾶς. ἀλλʼ ἐν μὲν τοῖς Καίσαρος μονομάχοις εἰσί τινες οἱ ἀγανακτοῦντες ὅτι οὐδεὶς αὐτοὺς προάγει οὐδὲ ζευγνύει καὶ εὔχονται τῷ θεῷ καὶ προσέρχονται τοῖς ἐπιτρόποις δεόμενοι μονομαχῆσαι, ἐξ ὑμῶν δʼ οὐδεὶς φανήσεται τοιοῦτος; ἤθελον πλεῦσαι ἐπʼ αὐτὸ τοῦτο καὶ ἰδεῖν, τί μου ποιεῖ ὁ ἀθλητής, πῶς μελετᾷ τὴν ὑπόθεσιν. οὐ θέλω, φησίν, τοιαύτην. ἐπὶ σοὶ γάρ ἐστι λαβεῖν ἣν θέλεις ὑπόθεσιν; δέδοταί σοι σῶμα τοιοῦτον, γονεῖς τοιοῦτοι, ἀδελφοὶ τοιοῦτοι, πατρὶς τοιαύτη, τάξις ἐν αὐτῇ τοιαύτη· εἶτά μοι λέγεις ἐλθὼν ἄλλαξόν μοι τὴν ὑπόθεσιν. εἶτα οὐκ ἔχεις ἀφορμὰς πρὸς τὸ χρήσασθαι τοῖς δοθεῖσιν; σόν ἐστι προτεῖναι, ἐμὸν μελετῆσαι καλῶς. οὔ· ἀλλὰ μὴ τοιοῦτό μοι προβάλῃς τροπικόν, ἀλλὰ τοιοῦτον· μὴ τοιαύτην ἐπενέγκῃς τὴν ἐπιφοράν, ἀλλὰ τοιαύτην. ἔσται χρόνος τάχα, ἐν ᾧ οἱ τραγῳδοὶ οἰήσονται ἑαυτοὺς εἶναι προσωπεῖα καὶ ἐμβάδας καὶ τὸ σύρμα. ἄνθρωπε, ταῦτα ὕλην ἔχεις καὶ ὑπόθεσιν. φθέγξαι τι, ἵνα εἰδῶμεν πότερον τραγῳδὸς εἶ ἢ γελωτοποιός· κοινὰ γὰρ ἔχουσι τὰ ἄλλα ἀμφότεροι. διὰ τοῦτο ἂν ἀφέλῃ τις αὐτοῦ καὶ τὰς ἐμβάδας καὶ τὸ προσωπεῖον καὶ ἐν εἰδώλῳ αὐτὸν προαγάγῃ, ἀπώλετο ὁ τραγῳδὸς ἢ μένει; ἂν φωνὴν ἔχῃ, μένει. καὶ ἐνθάδε. λάβε ἡγεμονίαν. λαμβάνω καὶ λαβὼν δεικνύω, πῶς ἄνθρωπος ἀναστρέφεται πεπαιδευμένος. θὲς τὴν πλατύσημον καὶ ἀναλαβὼν ῥάκη πρόσελθε ἐν προσώπῳ τοιούτῳ. τί οὖν; οὐ δέδοταί μοι καλὴν φωνὴν εἰσενεγκεῖν; πῶς οὖν ἀναβαίνεις νῦν; ὡς μάρτυς ὑπὸ τοῦ θεοῦ κεκλημένος. ἔρχου σὺ καὶ μαρτύρησόν μοι· σὺ γὰρ ἄξιος εἶ προαχθῆναι μάρτυς. ὑπʼ ἐμοῦ. μή τι τῶν ἐκτὸς τῆς προαιρέσεως ἀγαθόν ἐστιν ἢ κακόν; μή τινα βλάπτω; μή τι ἐπʼ ἄλλῳ τὴν ὠφέλειαν ἐποίησα τὴν ἑκάστου ἢ ἐπʼ αὐτῷ; τίνα μαρτυρίαν δίδως τῷ θεῷ; ἐν δεινοῖς εἰμι, κύριε, καὶ δυστυχῶ, οὐδείς μου ἐπιστρέφεται, οὐδείς μοι δίδωσιν οὐδέν, πάντες ψέγουσιν, κακολογοῦσιν. ταῦτα μέλλεις μαρτυρεῖν καὶ καταισχύνειν τὴν κλῆσιν ἣν κέκληκεν, ὅτι σε ἐτίμησεν ταύτην τὴν τιμὴν καὶ ἄξιον ἡγήσατο προσαγαγεῖν εἰς μαρτυρίαν τηλικαύτην; ἀλλʼ ἀπεφήνατο ὁ ἔχων τὴν ἐξουσίαν κρίνω σε ἀσεβῆ καὶ ἀνόσιον εἶναι. τί σοι γέγονεν; ἐκρίθην ἀσεβὴς καὶ ἀνόσιος εἶναι. ἄλλο οὐδέν; οὐδέν. εἰ δὲ περὶ συνημμένου τινὸς ἐπικεκρίκει καὶ ἐδεδώκει ἀπόφασιν τὸ εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν κρίνω ψεῦδος εἶναι, τί ἐγεγόνει τῷ συνημμένῳ; τίς ἐνθάδε κρίνεται, τίς κατακέκριται; τὸ συνημμένον ἢ ὁ ἐξαπατηθεὶς περὶ αὐτοῦ; οὗτος οὖν τίς ποτε ὁ ἔχων ἐξουσίαν τοῦ ἀποφήνασθαί τι περὶ σοῦ; οἶδεν τί ἐστι τὸ εὐσεβὲς ἢ τὸ ἀσεβές; μεμελέτηκεν αὐτό; μεμάθηκεν; ποῦ; παρὰ τίνι; εἶτα μουσικὸς μὲν οὐκ ἐπιστρέφεται αὐτοῦ ἀποφαινομένου περὶ τῆς νήτης ὅτι ἐστὶν ὑπάτη οὐδὲ γεωμετρικός, ἂν ἐπικρίνῃ τὰς ἀπὸ κέντρου πρὸς τὸν κύκλον προσπιπτούσας μὴ εἶναι ἴσας· ὁ δὲ ταῖς ἀληθείαις πεπαιδευμένος ἀνθρώπου ἀπαιδεύτου ἐπιστραφήσεται ἐπικρίνοντός τι περὶ ὁσίου καὶ ἀνοσίου καὶ ἀδίκου καὶ δικαίου; ὦ πολλῆς ἀδικίας τῶν πεπαιδευμένων. ταῦτα οὖν ἔμαθες ἐνταῦθα; οὐ θέλεις τὰ μὲν λογάρια τὰ περὶ τούτων ἄλλοις ἀφεῖναι, ἀταλαιπώροις ἀνθρωπαρίοις, ἵνʼ ἐν γωνίᾳ καθεζόμενοι μισθάρια λαμβάνωσιν ἢ γογγ ρ ύζωσιν, ὅτι οὐδεὶς αὐτοῖς παρέχει οὐδέν, σὺ δὲ χρῆσθαι παρελθὼν οἷς ἔμαθες; οὐ γὰρ λογάριά ἐστι τὰ λείποντα νῦν, ἀλλὰ γέμει τὰ βιβλία τῶν Στωικῶν λογαρίων. τί οὖν τὸ λεῖπόν ἐστιν; ὁ χρησόμενος, ὁ ἔργῳ μαρτυρήσων τοῖς λόγοις. τοῦτό μοι τὸ πρόσωπον ἀνάλαβε, ἵνα μηκέτι παλαιοῖς ἐν τῇ σχολῇ παραδείγμασι χρώμεθα, ἀλλὰ ἔχωμέν τι καὶ καθʼ ἡμᾶς παράδειγμα. ταῦτα οὖν τίνος ἐστὶ θεωρεῖν; τοῦ σχολάζοντος. ἔστι γὰρ φιλοθέωρόν τι ζῷον ὁ ἄνθρωπος. ἀλλʼ αἰσχρόν ἐστι θεωρεῖν ταῦτα οὕτως ὡς οἱ δραπέται· ἀλλʼ ἀπερισπάστως καθῆσθαι καὶ ἀκούειν νῦν μὲν τραγῳδοῦ νῦν δὲ κιθαρῳδοῦ, οὐχ ὡς ἐκεῖνοι ποιοῦσιν. ἅμα μὲν ἐπέστη καὶ ἐπῄνεσεν τὸν τραγῳδόν, ἅμα δὲ περιεβλέψατο· εἶτα ἄν τις φθέγξηται κύριον, εὐθὺς σεσόβηνται, ταράσσονται. αἰσχρόν ἐστιν οὕτως καὶ τοὺς φιλοσόφους θεωρεῖν τὰ ἔργα τῆς φύσεως. τί γάρ ἐστι κύριος; ἄνθρωπος ἀνθρώπου κύριος οὐκ ἔστιν, ἀλλὰ θάνατος καὶ ζωὴ καὶ ἡδονὴ καὶ πόνος. ἐπεὶ χωρὶς τούτων ἄγαγέ μοι τὸν Καίσαρα καὶ ὄψει πῶς εὐσταθῶ. ὅταν δὲ μετὰ τούτων ἔλθῃ βροντῶν καὶ ἀστράπτων, ἐγὼ δὲ ταῦτα φοβῶμαι, τί ἄλλο ἢ ἐπέγνωκα τὸν κύριον ὡς ὁ δραπέτης; μέχρι δʼ ἂν οὗ τινα ἀνοχὴν ἀπὸ τούτων ἔχω, ὡς δραπέτης ἐφίσταται θεάτρῳ οὕτως κἀγώ· λούομαι, πίνω, ᾁδω, πάντα δὲ μετὰ φόβου καὶ ταλαιπωρίας. ἐὰν δʼ ἐμαυτὸν ἀπολύσω τῶν δεσποτῶν, τοῦτʼ ἔστιν ἐκείνων, διʼ ἃ οἱ δεσπόται εἰσὶ φοβεροί, ποῖον ἔτι πρᾶγμα ἔχω, ποῖον ἔτι κύριον; τί οὖν; κηρύσσειν δεῖ ταῦτα πρὸς πάντας; - οὔ, ἀλλὰ τοῖς ἰδιώταις συμπεριφέρεσθαι καὶ λέγειν οὗτος ὃ αὑτῷ ἀγαθὸν οἴεται τοῦτο κἀμοὶ συμβουλεύει· συγγιγνώσκω αὐτῷ. καὶ γὰρ Σωκράτης συνεγίγνωσκεν τῷ ἐπὶ τῆς φυλακῆς κλάοντι, ὅτι ἔμελλεν πίνειν τὸ φάρμακον, καὶ λέγει ὡς γενναίως ἡμᾶς ἀποδεδάκρυκεν. μή τι οὖν ἐκείνῳ λέγει ὅτι διὰ τοῦτο τὰς γυναῖκας ἀπελύσαμεν; ἀλλὰ τοῖς γνωρίμοις, τοῖς δυναμένοις αὐτὰ ἀκοῦσαι· ἐκείνῳ δὲ συμπεριφέρεται ὡς παιδίῳ.

English

George Long · George Long, The Discourses of Epictetus (1877)

on constancy (or firmness).

The being (nature) of the Good is a certain Will; the being of the Bad is a certain kind of Will. What then are externals? Materials for the Will, about which the will being conversant shall obtain its own good or evil. How shall it obtain the good. If it does not admire (overvalue) the materials; for the opinions about the materials, if the opinions are right, make the will good: but perverse and distorted opinions make the will bad. God has fixed this law, and says, "If you would have any thing good, receive it from yourself." You say, No, but I will have it from another. - Do not so: but receive it from yourself. Therefore when the tyrant threatens and calls me, I say, Whom do you threaten? If he says, I will put you in chains, I say, You threaten my hands and my feet. If he says, I will cut off your head, I reply, You threaten my head. If he says, I will throw you into prison, I say, You threaten the whole of this poor body. If he threatens me with banishment, I say the same. Does he then not threaten you at all? If I feel that all these things do not concern me, he does not threaten me at all; but if I fear any of them, it is I whom he threatens. Whom then do I fear? the master of what? The master of things which are in my own power? There is no such master. Do I fear the master of things which are not in my power? And what are these things to me?

Do you philosophers then teach us to despise kings? I hope not. Who among us teaches to claim against them the power over things which they possess? Take my poor body, take my property, take my reputation, take those who are about me. If I advise any persons to claim these things, they may truly accuse me. - Yes, but I intend to command your opinions also. - And who has given you this power? How can you conquer the opinion of another man? By applying terror to it, he replies, I will conquer it. Do you not know that opinion conquers itself, and is not conquered by another? But nothing else can conquer Will except the Will itself. For this reason too the law of God is most powerful and most just, which is this: Let the stronger always be superior to the weaker. Ten are stronger than one. For what? For putting in chains, for killing, for dragging whither they choose, for taking away what a man has. The ten therefore conquer the one in this in which they are stronger. In what then are the ten weaker? If the one possesses right opinions and the others do not. Well then, can the ten conquer in this matter? How is it possible? If we were placed in the scales, must not the heavier draw down the scale in which it is.

How strange then that Socrates should have been so treated by the Athenians. Slave, why do you say Socrates? Speak of the thing as it is: how strange that the poor body of Socrates should have been carried off and dragged to prison by stronger men, and that any one should have given hemlock to the poor body of Socrates, and that it should breathe out the life. Do these things seem strange, do they seem unjust, do you on account of these things blame God? Had Socrates then no equivalent for these things? Where then for him was the nature of good? Whom shall we listen to, you or him? And what does Socrates say? Anytus and Melitus can kill me, but they cannot hurt me: and further, he says, "If it so pleases God, so let it be."

But show me that he who has the inferior principles overpowers him who is superior in principles. You will never show this, nor come near showing it; for this is the law of nature and of God that the superior shall always overpower the inferior. In what? In that in which it is superior. One body is stronger than another: many are stronger than one: the thief is stronger than he who is not a thief. This is the reason why I also lost my lamp, because in wakefulness the thief was superior to me. But the man bought the lamp at this price: for a lamp he became a thief, a faithless fellow, and like a wild beast. This seemed to him a good bargain. Be it so. But a man has seized me by the cloak, and is drawing me to the public place then others bawl out, Philosopher, what has been the use of your opinions? see you are dragged to prison, you are going to be beheaded. And what system of philosophy ( εἰσαγωγήν ) could I have made so that, if a stronger man should have laid hold of my cloak, I should not be dragged off; that if ten men should have laid hold of me and cast me into prison, I should not be cast in? Have I learned nothing else then? I have learned to see that every thing which happens, if it be independent of my will, is nothing to me. I may ask, if you have not gained by this. Why then do you seek advantage in any thing else than in that in which you have learned that advantage is?

Then sitting in prison I say: The man who cries out in this way neither hears what words mean, nor understands what is said, nor does he care at all to know what philosophers say or what they do. Let him alone.

But now he says to the prisoner, Come out from your prison. - If you have no further need of me in prison, I come out if you should have need of me again, I will enter the prison. - How long will you act thus? - So long as reason requires me to be with the body: but when reason does not require this, take away the body, and fare you well. Only we must not do it inconsiderately, nor weakly, nor for any slight reason; for, on the other hand, God does not wish it to be done, and he has need of such a world and such inhabitants in it. But if he sounds the signal for retreat, as he did to Socrates, we must obey him who gives the signal, as if he were a general.

Well then, ought we to say such things to the many? Why should we? Is it not enough for a man to be persuaded himself? When children come clapping their hands and crying out, "To-day is the good Saturnalia," do we say, "The Saturnalia are not good"? By no means, but we clap our hands also. Do you also then, when you are not able to make a man change his mind, be assured that he is a child, and clap your hands with him; and if you do not choose to do this, keep silent.

A man must keep this in mind; and when he is called to any such difficulty, he should know that the time is come for showing if he has been instructed. For he who is come into a difficulty is like a young man from a school who has practised the resolution of syllogisms; and if any person proposes to him an easy syllogism, he says, rather propose to me a syllogism which is skilfully complicated that I may exercise myself on it. Even athletes are dissatisfied with slight young men, and say, "He cannot lift me." - "This is a youth of noble disposition." [You do not so]; but when the time of trial is come, one of you must weep and say, "I wish that I had learned more." A little more of what? If you did not learn these things in order to show them in practice, why did you learn them? I think that there is some one among you who are sitting here, who is suffering like a woman in labour, and saying, "Oh, that such a difficulty does not present itself to me as that which has come to this man; oh, that I should be wasting my life in a corner, when I might be crowned at Olympia. When will any one announce to me such a contest?" Such ought to be the disposition of all of you. Even among the gladiators of Caesar (the Emperor) there are some who complain grievously that they are not brought forward and matched, and they offer up prayers to God and address themselves to their superintendents intreating that they may fight. And will no one among you show himself such? I would willingly take a voyage [to Rome] for this purpose and see what my athlete is doing, how he is studying his subject. - I do not choose such a subject, he says. Why, is it in your power to take what subject you choose? There has been given to you such a body as you have, such parents, such brethren, such a country, such a place in your country: - then you come to me and say, Change my subject. Have you not abilities which enable you to manage the subject which has been given to you? [You ought to say]: It is your business to propose; it is mine to exercise myself well. However, you do not say so, but you say, Do not propose to me such a tropic, but such [as I would choose]: do not urge against me such an objection, but such [as I would choose]." There will be a time perhaps when tragic actors will suppose that they are [only] masks and buskins and the long cloak. I say, these things, man, are your material and subject. Utter something that we may know whether you are a tragic actor or a buffoon; for both of you have all the rest in common. If any one then should take away the tragic actor's buskins and his mask, and introduce him on the stage as a phantom, is the tragic actor lost, or does he still remain? If he has voice, he still remains.

An example of another kind. "Assume the governorship of a province." I assume it, and when I have assumed it, I show how an instructed man behaves. "Lay aside the laticlave (the mark of senatorial rank), and clothing yourself in rags, come forward in this character." What then have I not the power of displaying a good voice (that is, of doing something that I ought to do)? How then do you now appear (on the stage of life)? As a witness summoned by God. "Come forward, you, and bear testimony for me, for you are worthy to be brought forward as a witness by me: is any thing external to the will good or bad? do I hurt any man? have I made every man's interest dependent on any man except himself? What testimony do you give for God?" - I am in a wretched condition, Master (Lord), and I am unfortunate; no man cares for me, no man gives me anything; all blame me, all speak ill of me. - Is this the evidence that you are going to give, and disgrace his summons, who has conferred so much honour on you, and thought you worthy of being called to bear such testimony?

But suppose that he who has the power has declared, "I judge you to be impious and profane." What has happened to you? I have been judged to be impious and profane? Nothing else? Nothing else. But if the same person had passed judgment on an hypothetical syllogism ( συνημμένου ), and had made a declaration, "the conclusion that, if it is day, it is light, I declare to be false," what has happened to the hypothetical syllogism? who is judged in this case? who has been condemned? the hypothetical syllogism, or the man who has been deceived by it? Does he then who has the power of making any declaration about you know what is pious or impious? Has he studied it, and has he learned it? Where? From whom? Then is it the fact that a musician pays no regard to him who declares that the lowest chord in the lyre is the highest; nor yet a geometrician, if he declares that the lines from the centre of a circle to the circumference are not equal; and shall he who is really instructed pay any regard to the uninstructed man when he pronounces judgment on what is pious and what is impious, on what is just and unjust? Oh, the signal wrong done by the instructed. Did they learn this here?

Will you not leave the small arguments ( λογάρια ) about these matters to others, to lazy fellows, that they may sit in a corner and receive their sorry pay, or grumble that no one gives them any thing; and will you not come forward and make use of what you have learned? For it is not these small arguments that are wanted now: the writings of the Stoics are full of them. What then is the thing which is wanted? A man who shall apply them, one who by his acts shall bear testimony to his words. Assume, I intreat you, this character, that we may no longer use in the schools the examples of the antients, but may have some example of our own.

To whom then does the contemplation of these matters (philosophical inquiries) belong? To him who has leisure, for man is an animal that loves contemplation. But it is shameful to contemplate these things as runaway slaves do: we should sit, as in a theatre, free from distraction, and listen at one time to the tragic actor, at another time to the lute-player; and not do as slaves do. As soon as the slave has taken his station he praises the actor and at the same time looks round: then if any one calls out his master's name, the slave is immediately frightened and disturbed. It is shameful for philosophers thus to contemplate the works of nature. For what is a master? Man is not the master of man; but death is, and life and plea sure and pain; for if he comes without these things, bring Caesar to me and you will see how firm I am. But when he shall come with these things, thundering and lightning, and when I am afraid of them, what do I do then except to recognize my master like the runaway slave? But so long as I have any respite from these terrors, as a runaway slave stands in the theatre, so do I: I bathe, I drink, I sing; but all this I do with terror and uneasiness. But if I shall release myself from my masters, that is from those things by means of which masters are formidable, what further trouble have I, what master have I still?

What then, ought we to publish these things to all men? No, but we ought to accommodate ourselves to the ignorant ( τοῖς ἰδιώταις ) and to say: "This man recommends to me that which he thinks good for himself: I excuse him." For Socrates also excused the jailor, who had the charge of him in prison and was weeping when Socrates was going to drink the poison, and said, How generously he laments over us. Does he then say to the jailor that for this reason we have sent away the women? No, but he says it to his friends who were able to hear (understand) it; and he treats the jailor as a child.

French

Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)

Le vrai bien est dans une certaine façon de juger ou de vouloir ; le vrai mal, dans une certaine autre. Et les objets extérieurs que sont-ils ? Les choses sur lesquelles s’exerce notre faculté de juger et de vouloir ; et suivant la manière dont elle se comporte vis-à-vis d’elles, elle arrive au bien ou au mal. Comment arrivera-t-elle au bien ? Si elle ne s’en laisse pas imposer par les choses ; car des jugements sains sur les choses nous font une volonté droite à son tour ; des jugements erronés et à côté du vrai, nous en font une dépravée. C’est là une loi qu’a établie Dieu lui-même, qui a dit : « Si tu désires quelque bien, tire-le de toi-même. » - Non, dis-tu ; mais d’un autre. - « Non pas ; de toi-même. » Par suite, quand un tyran me menace et me fait venir, je lui dis : « Qui menaces-tu ? » S’il me répond : « Je te ferai enchaîner, » « Ce sont mes mains et mes pieds que tu menaces, » lui dis-je. S’il me répond, « Je te ferai couper le cou, » je lui dis : « C’est mon cou que tu menaces. » S’il me répond : « Je te ferai jeter en prison, » je lui dis : « Ce ne sera que ma carcasse. » Même chose, s’il me menace de l’exil. - Nulle de ses menaces ne s’adresse-t-elle donc à toi ? - Aucune, si je regarde ces choses-là comme m’étant indifférentes ; mais si je me mets à craindre l’une d’entre elles, c’est moi qu’il menace. Quel est donc celui que je redouterai après cela ? Et de quoi donc sera-t-il maître ? De ce qui est à moi ? Personne ne l’est. De ce qui n’est pas à moi ? Est-ce que je m’en occupe ? - Vous enseignez donc, philosophes, à mépriser les rois ? - À Dieu ne plaise ! Car qui de nous enseigne à leur disputer ce qui est en leur pouvoir ? Prends mon corps, prends ma fortune, prends ma réputation, prends les miens. Si je conseille à quelqu’un de s’attacher à ces objets, accuse-moi alors à bon droit. - Oui, mais je veux aussi commander à tes convictions. - Qu’est-ce qui t’en a donné le pouvoir ? Comment pourrais-tu triompher des convictions d’un autre ? - J’en triompherai bien, dis-tu, en lui faisant peur. - Ignores-tu que elles triomphent d’elles-mêmes, mais que personne ne triomphe d’elles. Nul ne peut triompher de notre libre arbitre, si ce n’est lui-même. C’est à cause de cela que Dieu a établi cette loi toute puissante et toute juste : « Que le plus fort l’emporte toujours sur le plus faible. » Dix sont plus forts qu’un seul. Mais quand il s’agit de quoi ? Quand il s’agit de garrotter, de tuer, d’entraîner de force où l’on veut, d’enlever aux gens ce qu’ils possèdent. Dix triomphent donc d’un seul sur le terrain où ils sont plus forts que lui. - Mais est-il un terrain où ils soient les plus faibles ? - Oui, celui des convictions, si les siennes sont fondées, et les leurs non ? - Quoi ! ils ne pourraient le vaincre sur ce terrain ? - Comment le pourraient-ils ? Si nous étions dans une balance, ne serait-ce pas forcément le plus lourd de nous deux qui enlèverait l’autre ? - Socrate a-t-il bien pu être traité par les Athéniens comme il l’a été ? - Esclave ! que parles-tu de Socrate ? Dis la chose comme elle est : « Se peut-il que le corps de Socrate ait été conduit et traîné en prison par ceux qui étaient plus forts que lui ? Se peut-il qu’on ait donné de la ciguë à ce corps de Socrate, et qu’on l’ait ainsi fait mourir ? » Que trouves-tu là qui t’étonne ? Qu’y trouves-tu de contraire à la justice ? Vas-tu en faire des reproches à Dieu ? Est-ce que Socrate n’a rien eu en échange ? Où était à ses yeux le bien réel ? Qui écouterons-nous de toi ou de lui ? Et que dit-il ? « Anytus et Melitus peuvent me tuer, mais ils ne peuvent me faire de tort ; » et ailleurs : « Si cela plaît à Dieu, que cela se fasse. » Montre-nous, toi, que les convictions de mauvais aloi triomphent des convictions de bon aloi. Tu ne nous le montreras pas, tant s’en faut ! Car c’est la loi de la nature et de Dieu, que celui qui vaut le plus ait toujours le dessus sur celui qui vaut le moins. Mais le dessus en quoi ? Dans ce pourquoi il vaut le plus. Un corps est plus fort qu’un autre corps ; dix sont plus forts qu’un seul ; un voleur est plus fort que celui qui n’est pas voleur. J’ai perdu ma lampe, parce que, en fait de guet, le voleur vaut mieux que moi. Mais voici ce que lui a coûté ma lampe : pour une lampe, il est devenu voleur ; pour une lampe, malhonnête homme ; pour une lampe, une sorte de bête fauve. Et il a cru qu’il y gagnait ! - Soit ! mais quelqu’un me saisit par mon vêtement, et m’entraîne sur la place publique. Puis d’autres me crient : « Philosophe, de quoi t’ont servi tes principes ? Voici qu’on te traîne en prison ! Voici qu’on va te trancher la tête ! » - Eh ! quelles idées aurais-je pu me faire qui eussent empêché qu’un plus fort que moi ne m’entraînât, quand il a mis la main sur mon manteau ; et que dix hommes qui me tirent pour me jeter en prison, ne m’y jetassent ? Mais n’y a-t-il pas quelque chose que j’aie appris eu échange ? J’ai appris que tout ce que je vois se produire ne m’est de rien, s’il ne dépend pas de mon libre arbitre. - Et qu’y as-tu gagné pour la circonstance présente ? - Pourquoi chercher le profit de la science ailleurs que dans la science même ?

Ceci répondu, je m’assieds dans ma prison, et je me dis : « Cet homme qui crie ainsi contre moi n’écoute pas ce qu’on veut lui apprendre, et ne comprend pas ce qu’on lui dit. En un mot, il s’inquiète peu de savoir ce que disent ou ce que font les philosophes. Laisse-le. »

Mais voici qu’on me dit : « Sors de prison. » Si vous n’avez plus besoin de moi dans cette prison, j’en partirai. Si vous en avez besoin de nouveau, j’y reviendrai. - Jusques à quand ? - Tant que la raison voudra que je reste uni à mon corps. Quand elle ne le voudra plus, emportez-le, et soyez heureux. Seulement il faut que j’agisse ici avec réflexion, sans faiblesse, et sans me contenter du premier prétexte venu. Car c’est là à son tour une chose que Dieu défend : il a besoin que le monde soit ce qu’il est, que ceux qui vivent sur la terre soient ce qu’ils sont. Mais, s’il nous donne le signal de la retraite, comme à Socrate, il faut obéir à son signal, comme à celui d’un général.

Quoi donc ! faut-il dire tout cela à la multitude ? Et pourquoi le lui dirais-tu ? Ne te suffit-il pas d’y croire personnellement ? Lorsque les enfants viennent nous dire en battant des mains : « Quelle bonne chose ! ce sont aujourd’hui les saturnales ! » leur disons-nous que ce n’est pas une bonne chose ? Non ; mais nous battons des mains avec eux. De même, quand tu ne pourras pas persuader quelqu’un, dis-toi que c’est un enfant, et bats des mains avec lui ; ou, si tu ne veux pas le faire, ne lui dis plus rien.

Voilà ce dont nous devons nous souvenir ; et, quand nous sommes appelés à une épreuve pareille, il nous faut savoir que le moment est venu de montrer ce que nous avons appris. Le jeune homme qui, au sortir de l’école, se trouve dans une de ces épreuves, est dans le même cas que celui qui a appris à analyser des syllogismes. Si vous présentez à ce dernier un syllogisme facile, il vous dira : « Donnez-m’en plutôt un qui soit savamment compliqué, pour m’exercer. » Les athlètes, de leur côté, n’aiment pas un adversaire trop jeune et trop peu lourd : « Il ne peut m’enlever de terre, » disent-ils. C’est comme cela qu’agit le jeune homme heureusement doué. Loin de faire ainsi, te faut-il, quand l’occasion t’appelle, te mettre à pleurer et à dire : « Je voudrais bien apprendre encore ? » - Eh ! apprendre quoi ? car si tu n’as pas appris tout cela de façon à le prouver par ta conduite, à quelle fin l’as-tu appris ?

Moi, je crois que, parmi ceux qui sont assis ici, il y en a qui couvent quelque chose en eux-mêmes, et qui disent : « Ne se présentera-t-il pas pour moi une épreuve pareille à celle qui s’est présentée pour lui ? Dois-je passer ma vie assis dans un coin, tandis que je pourrais être couronné à Olympie ? Quand m’annoncera-t-on pour moi une pareille lutte ? » Voilà comme vous devriez être tous.

Parmi les gladiateurs de César il y en a qui s’indignent de ce que personne ne les emmène pour les mettre en face d’un adversaire, qui font pour cela des prières aux dieux, et qui vont trouver leurs surveillants pour leur demander de combattre. Ne verra-t-on donc parmi vous personne de cette trempe ? Moi je voudrais traverser la mer à cette seule fin de voir ce que ferait mon lutteur, et comment il se tirerait de la question qui lui serait posée. - « Je ne veux pas de celle-là, » dit-il. - Est-ce qu’il est en ton pouvoir d’avoir la question que tu veux ? On t’a donné tel corps, tels parents, tels frères, telle patrie, et tel rang dans cette patrie ; puis tu viens me dire : « Change-moi la question. » N’as-tu donc pas les moyens de te tirer de celle qui t’a été donnée ? (Tu devrais dire) : « À toi de me présenter une question ; à moi de m’en bien tirer. » Au lieu de cela tu dis : « Ne me présente pas telle forme de syllogisme, mais telle autre ; ne m’oppose pas telle objection, mais telle autre. » Un temps viendra bientôt où les acteurs croiront que leurs masques, leurs brodequins et leurs robes sont eux-mêmes ! Homme, ce sont là tes instruments, et les éléments de ton rôle. Parle un peu, afin que nous sachions si tu es un véritable acteur ou si tu n’es qu’un farceur : car tout le reste leur est commun. Ôtez donc à un individu ses sandales et son masque, et amenez-le sur la scène sous sa forme propre, en sera-ce fait de l’acteur, ou subsistera-t-il encore ? Il subsistera, s’il sait parler.

De même ici : « Accepte ce commandement. » - Je l’accepte ; et, après l’avoir accepté, je montre comment s’y conduit un homme qui a étudié. - « Dépose le laticlave ; prends des haillons, et montre-toi dans ce rôle de pauvre. » - Eh bien ! ne m’est-il pas possible d’y porter un beau débit ?

Dans quel rôle te présentes-tu donc maintenant ? Comme un témoin appelé par Dieu même : « Viens, t’a-t-il dit, et dépose en ma faveur. Car tu es digne que je te présente en témoignage. De tout ce qui est en dehors de ton libre arbitre, est-il quelque chose qui soit un bien ou un mal ? Est-il quelqu’un à qui je nuise ? Ce qui est utile à chacun, l’ai-je mis aux mains d’un autre ou en ses mains à lui ? » Mais toi, quel témoignage rends-tu à Dieu ? « Je suis dans une position critique, maître ; je suis dans le malheur. Personne ne s’intéresse à moi ; personne ne me donne ; tout le monde me blâme ; tout le monde m’injurie. » Est-ce donc ainsi que tu dois déposer ? Et dois-tu déshonorer celui qui t’a appelé, parce qu’il t’a assez estimé pour cela, et qu’il t’a cru digne d’être ainsi présenté par lui comme témoin ?

Mais celui qui est au pouvoir a dit : « Je te déclare impie et criminel ! » Que t’est-il donc arrivé ? - J’ai été déclaré impie et criminel. - Pas autre chose ? - Non. S’il avait à prononcer sur une proposition conjonctive, et qu’il rendit cet arrêt : « Je déclare faux qu’il fasse clair, s’il fait jour ; » qu’en résulterait-il pour cette proposition conjonctive ? Qui juge-t-on ici en effet ? Qui condamne-t-on ? La proposition conjonctive, on celui qui se trompe à son endroit ? Est-ce que cet individu, qui a le pouvoir de prononcer sur toi, sait ce que c’est que la piété ou l’impiété ? Est-ce qu’il y a jamais réfléchi ? Est-ce qu’il l’a jamais appris ? Où l’aurait-il fait ? Et de qui ? Un musicien s’inquiéterait fort peu qu’il déclarât que la note la plus basse est la plus haute ; un géomètre, qu’il prononçât que toutes les lignes menées de la circonférence au centre ne sont pas égales ; et l’homme vraiment instruit s’occupera des jugements d’un ignorant sur ce qui est honnête et sur ce qui ne l’est pas, sur ce qui est juste et sur ce qui est injuste ! Quel tort pour des gens instruits ! Est-ce là ce que tu as appris ici ?

Tous les beaux raisonnements sur ce sujet, ne veux-tu pas les laisser à d’autres, à ces diminutifs d’hommes qui ne savent pas ce que c’est que de souffrir, pour qu’ils restent assis dans leur coin à recevoir leur salaire, ou à grogner de ce qu’on ne leur donne rien ? Ne veux-tu pas venir devant nous appliquer ce que tu as appris ? Ce ne sont pas les beaux raisonnements qui nous manquent aujourd’hui ! Les livres des Stoïciens sont pleins de beaux raisonnements. Qu’est-ce qui nous manque donc ? Quelqu’un qui pratique, et qui confirme ses paroles par ses actes. Viens prendre ce rôle, pour que nous n’employions plus dans l’école des exemples tirés de l’antiquité, mais que nous en ayons aussi un de notre époque. Qui doit contempler les objets que nous avons devant nous ? Celui qui a du loisir ; car l’homme est un animal ami de la contemplation. Seulement il est honteux de les regarder comme regardent les esclaves qui ont fui de chez leur maître. Il faut rester assis à écouter sans distraction tantôt l’acteur tragique, tantôt l’acteur comique, et non pas faire comme font ces derniers. Ils entrent, ils applaudissent l’acteur, et en même temps ils regardent de tous les côtés ; et, si quelqu’un prononce le nom de leur maître, les voilà qui se troublent et qui tremblent. C’est une honte pour les philosophes que de regarder ainsi les œuvres de la nature. Car qu’est-ce qui est leur maître ? Ce n’est pas l’homme qui est le maître de l’homme, mais la mort et la vie, mais le plaisir et la peine. Amène-moi en effet César sans ce cortège, et tu verras comme je serai brave ! Mais, quand il vient avec ce cortège , quand il vient tonnant et lançant la foudre, et que tout cela me fait peur, puis-je ne pas reconnaître en lui mon maître à la façon des esclaves fugitifs ? Quand j’ai de ce côté un moment de répit, je suis dans la vie comme l’esclave fugitif au spectacle : je me lave, je bois, je chante ; mais le tout en tremblant et bien tristement. Mais que je m’affranchisse de tous les tyrans, c’est-à-dire de tout ce qui me rend les tyrans redoutables, quel ennui, quel maître puis-je avoir encore ?

Quoi donc ! faut-il proclamer ces idées devant tout le monde ? Non ; mais il faut avoir de l’indulgence pour les ignorants, et dire : « Cet homme me conseille ce qu’il regarde personnellement comme un bien ; je le laisse faire. » Socrate laissa faire le gardien de la prison, qui pleurait quand il allait prendre le poison, et il dit : « Avec quel bon cœur cet homme nous pleure ! » Lui dit-il : « Nous avons renvoyé les femmes pour le même fait ? » Non ; il le dit à ceux qui ont étudié, et qui peuvent entendre ce langage ; mais il a de l’indulgence pour lui, comme pour un enfant.

Concepts in this passage

Before reading

What you will learn

Open the full record