Public domain
The work and displayed translations are recorded as public domain or from an open transcription.
Epictetus
Discourses of Epictetus, Recorded by Arrian Chapter 8
Chapter 90 of 95
Canonical reference 4.8
Ancient Greek
Heinrich Schenkl, Epicteti dissertationes ab Arriano digestae (1916)
πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας. μηδέποτʼ ἀπὸ τῶν κοινῶν τινα μήτʼ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας. οὗτος ταχέως λούεται. κακῶς οὖν ποιεῖ; οὐ πάντως. ἀλλὰ τί; ταχέως λούεται. - πάντα οὖν καλῶς γίνεται; - οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δʼ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφʼ οὗ τις ποιεῖ ἕκαστα, μήτʼ ἐπαίνει τὸ ἔργον μήτε ψέγε. δόγμα δʼ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. οὗτος τέκτων ἐστίν. διὰ τί; χρῆται σκεπάρνῳ. τί οὖν τοῦτο; οὗτος μουσικός· ᾁδει γάρ. καὶ τί τοῦτο; οὗτος φιλόσοφος. διὰ τί; τρίβωνα γὰρ ἔχει καὶ κόμην. οἱ δʼ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ. ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον. εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δʼ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας; οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά, ἀλλὰ πᾶν τοὐναντίον λέγει οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς. ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί, ἀλλὰ μᾶλλον οὗτος ὅτι οὐκ ἔστι μουσικός. ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν· ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτʼ ἀπʼ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον; ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δʼ οὔ, ἀλλʼ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν. καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος; τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν. οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δʼ, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ὅρα τὸν φιλόσοφον (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον) καὶ πάλιν τοῦτο φιλόσοφός ἐστιν. ὅρα δὲ τὸν τέκτονα οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ ὅρα τὸν μουσικόν. οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας. ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν· εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν ἐγὼ φιλόσοφός εἰμι. οὐδεὶς δʼ ἐρεῖ ἐγὼ μουσικός εἰμι, ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδʼ ἐγὼ χαλκεύς εἰμι, ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλʼ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν. διὰ τοῦτο καλῶς Εὐφράτης ἔλεγεν ὅτι ἐπὶ πολὺ ἐπειρώμην λανθάνειν φιλοσοφῶν καὶ ἦν μοι, φησίν, τοῦτο ὠφέλιμον. πρῶτον μὲν γὰρ ᾔδειν, ὅσα καλῶς ἐποίουν, ὅτι οὐ διὰ τοὺς θεατὰς ἐποίουν, ἀλλὰ διʼ ἐμαυτόν· ἤσθιον ἐμαυτῷ καλῶς, κατεσταλμένον εἶχον τὸ βλέμμα, τὸν περίπατον· πάντα ἐμαυτῷ καὶ θεῷ. εἶτα ὥσπερ μόνος ἠγωνιζόμην, οὕτως μόνος καὶ ἐκινδύνευον· οὐδὲν ἐμοὶ δράσαντι τὸ αἰσχρὸν ἢ ἀπρεπὲς τὸ τῆς φιλοσοφίας ἐκινδυνεύετο, οὐδʼ ἔβλαπτον τοὺς πολλοὺς ὡς φιλόσοφος ἁμαρτάνων. διὰ τοῦτο οἱ μὴ εἰδότες μου τὴν ἐπιβολὴν ἐθαύμαζον, πῶς πᾶσι φιλοσόφοις χρώμενος καὶ συζῶν αὐτὸς οὐκ ἐφιλοσόφουν. καὶ τί κακόν, ἐν οἷς ἐποίουν ἐπιγιγνώσκεσθαι τὸν φιλόσοφον, ἐν δὲ τοῖς συμβόλοις μή; βλέπε, πῶς ἐσθίω, πῶς πίνω, πῶς καθεύδω, πῶς ἀνέχομαι, πῶς ἀπέχομαι, πῶς συνεργῶ, πῶς ὀρέξει χρῶμαι, πῶς ἐκκλίσει, πῶς τηρῶ τὰς σχέσεις τὰς φυσικὰς ἢ ἐπιθέτους ἀσυγχύτως καὶ ἀπαραποδίστως· ἐκεῖθέν με κρῖνε, εἰ δύνασαι. εἰ δʼ οὕτως κωφὸς εἶ καὶ τυφλός, ἵνα μηδὲ τὸν Ἥφαιστον ὑπολαμβάνῃς καλὸν χαλκέα, ἂν μὴ τὸ πιλίον ἴδῃς περὶ τὴν κεφαλὴν περικείμενον, τί κακὸν ὑφʼ οὕτως ἠλιθίου κριτοῦ ἀγνοεῖσθαι; οὕτως ἐλάνθα νε παρὰ τοῖς πλείστοις Σωκράτης καὶ ἤρχοντο πρὸς αὐτὸν ἀξιοῦντες φιλοσόφοις συσταθῆναι. μή τι οὖν ἠγανάκτει ὡς ἡμεῖς καὶ ἔλεγεν ἐγὼ δέ σοι οὐ φαίνομαι φιλόσοφος;; ἀλλʼ ἀπῆγεν καὶ συνίστα ἑνὶ ἀρκούμενος τῷ εἶναι φιλόσοφος, χαίρων δὲ καί, ὅτι μὴ δοκῶν οὐκ ἐδάκνετο· ἐμέμνητο γὰρ τοῦ ἰδίου ἔργου. τί ἔργον καλοῦ καὶ ἀγαθοῦ; μαθητὰς πολλοὺς ἔχειν; οὐδαμῶς. ὄψονται οἱ περὶ τοῦτο ἐσπουδακότες. ἀλλὰ θεωρήματα δύσκολα ἀκριβοῦν; ὄψονται καὶ περὶ τούτων ἄλλοι. ποῦ οὖν αὐτὸς καὶ ἦν τις καὶ εἶναι ἤθελεν; ὅπου βλάβη καὶ ὠφέλεια. εἴ μέ τις, φησίν, βλάψαι δύναται, ἐγὼ οὐδὲν ποιῶ· εἰ ἄλλον περιμένω, ἵνα με ὠφελήσῃ, ἐγὼ οὐδέν εἰμι. θέλω τι καὶ οὐ γίνεται· ἐγὼ ἀτυχής εἰμι. εἰς τοσοῦτο σκάμμα προεκαλεῖτο πάντα ὁντιναοῦν καὶ οὐκ ἄν μοι δοκεῖ ἐκστῆναι οὐδενί - τί δοκεῖτε; καταγγέλλων καὶ λέγων ἐγὼ τοιοῦτός εἰμι; μὴ γένοιτο, ἀλλὰ ὢν τοιοῦτος. πάλιν γὰρ τοῦτο μωροῦ καὶ ἀλαζόνος ἐγὼ ἀπαθής εἰμι καὶ ἀτάραχος· μὴ ἀγνοεῖτε, ὦ ἄνθρωποι, ὅτι ὑμῶν κυκωμένων καὶ θορυβουμένων περὶ τὰ μηδενὸς ἄξια μόνος ἐγὼ ἀπήλλαγμαι πάσης ταραχῆς. οὕτως οὐκ ἀρκεῖ σοι τὸ μηδὲν ἀλγεῖν, ἂν μὴ κηρύσσῃς συνέλθετε πάντες οἱ ποδαγρῶντες, οἱ κεφαλαλγοῦντες, οἱ πυρέσσοντες, οἱ χωλοί, οἱ τυφλοί, καὶ ἴδετέ με ἀπὸ παντὸς πάθους ὑγιᾶ; τοῦτο κενὸν καὶ φορτικόν, εἰ μή τι ς ὡς ὁ Ἀσκληπιὸς εὐθὺς ὑποδεῖξαι δύνασαι, πῶς θεραπεύοντες εὐθὺς ἔσονται ἄνοσοι κἀκεῖνοι, καὶ εἰς τοῦτο φέρεις παράδειγμα τὴν ὑγίειαν τὴν σεαυτοῦ. τοιοῦτος γάρ τίς ἐστιν ὁ Κυνικὸς τοῦ σκήπτρου καὶ διαδήματος ἠξιωμένος παρὰ τοῦ Διὸς καὶ λέγων ἵνʼ ἴδητε, ὦ ἄνθρωποι, ὅτι τὴν εὐδαιμονίαν καὶ ἀταραξίαν οὐχ ὅπου ἐστὶ ζητεῖτε, ἀλλʼ ὅπου μή ἐστιν, ἰδοὺ ἐγὼ ὑμῖν παράδειγμα ὑπὸ τοῦ θεοῦ ἀπέσταλμαι μήτε κτῆσιν ἔχων μήτε οἶκον μήτε γυναῖκα μήτε τέκνα, ἀλλὰ μηδʼ ὑπόστρωμα μηδὲ χιτῶνα μηδὲ σκεῦος· καὶ ἴδετε, πῶς ὑγιαίνω· πειράθητέ μου κἂν ἴδητε ἀτάραχον, ἀκούσατε τὰ φάρμακα καὶ ὑφʼ ὧν ἐθεραπεύθην. τοῦτο γὰρ ἤδη καὶ φιλάνθρωπον καὶ γενναῖον. ἀλλʼ ὁρᾶτε, τίνος ἔργον ἐστίν· τοῦ Διὸς ἢ ὃν ἂν ἐκεῖνος ἄξιον κρίνῃ ταύτης τῆς ὑπηρεσίας, ἵνα μηδαμοῦ μηδὲν παραγυμνώσῃ πρὸς τοὺς πολλούς, διʼ οὗ τὴν μαρτυρίαν τὴν αὑτοῦ, ἣν τῇ ἀρετῇ μαρτυρεῖ καὶ τῶν ἐκτὸς καταμαρτυρεῖ, αὐτὸς ἄκυρον ποιήσῃ· οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυʼ ὀμορξάμενον. καὶ οὐ μόνον ταῦτα, ἀλλʼ οὐδὲ ποθοῦντά τι ἢ ἐπιζητοῦντα, ἄνθρωπον ἢ τόπον ἢ διαγωγήν, ὡς τὰ παιδία τὸν τρυγητὸν ἢ τὰς ἀργίας, αἰδοῖ πανταχοῦ κεκοσμημένον, ὡς οἱ ἄλλοι τοίχοις καὶ θύραις καὶ θυρωροῖς. νῦν δʼ αὐτὸ μόνον κινηθέντες πρὸς φιλοσοφίαν, ὡς οἱ κακοστόμαχοι πρός τι βρωμάτιον, ὃ μετὰ μικρὸν σικχαίνειν μέλλουσιν, εὐθὺς ἐπὶ τὸ σκῆπτρον, ἐπὶ τὴν βασιλείαν. καθεῖκε τὴν κόμην, ἀνείληφε τρίβωνα, γυμνὸν δεικνύει τὸν ὦμον, μάχεται τοῖς ἀπαντῶσιν κἂν ἐν φαινόλῃ τινὰ ἴδῃ, μάχεται αὐτῷ. ἄνθρωπε, χειμάσκησον πρῶτον· ἰδοῦ σου τὴν ὁρμήν, μὴ κακοστομάχου ἢ κισσώσης γυναικός ἐστιν. ἀγνοεῖσθαι μελέτησον πρῶτον, τίς εἶ· σαυτῷ φιλοσόφησον ὀλίγον χρόνον. οὕτως καρπὸς γίνεται· κατορυγῆναι δεῖ εἰς χρόνον τὸ σπέρμα, κρυφθῆναι, κατὰ μικρὸν αὐξηθῆναι, ἵνα τελεσφορήσῃ. ἂν δὲ πρὸ τοῦ γόνυ φῦσαι τὸν στάχυν ἐξενέγκῃ, ἀτελές ἐστιν, ἐκ κήπου Ἀδωνιακοῦ. τοιοῦτον εἶ καὶ σὺ φυτάριον· θᾶττον τοῦ δέοντος ἤνθηκας, ἀποκαύσει σε ὁ χειμών. ἰδοῦ, τί λέγουσιν οἱ γεωργοὶ περὶ τῶν σπερμάτων, ὅταν πρὸ ὥρας θερμασίαι γένωνται. ἀγωνιῶσιν, μὴ ἐξυβρίσῃ τὰ σπέρματα, εἶτα αὐτὰ πάγος εἷς λαβὼν ἐξελέγξῃ. ὅρα καὶ σύ, ἄνθρωπε· ἐξύβρικας, ἐπιπεπήδηκας δοξαρίῳ πρὸ ὥρας· δοκεῖς τις εἶναι, μωρὸς παρὰ μωροῖς· ἀποπαγήσῃ, μᾶλλον δʼ ἀποπέπηγας ἤδη ἐν τῇ ῥίζῃ κάτω, τὰ δʼ ἄνω σου μικρὸν ἔτι ἀνθεῖ καὶ διὰ τοῦτο δοκεῖς ἔτι ζῆν καὶ θάλλειν. ἄφες ἡμᾶς γε κατὰ φύσιν πεπανθῆναι. τί ἡμᾶς ἀποδύεις, τί βιάζῃ; οὔπω δυνάμεθα ἐνεγκεῖν τὸν ἀέρα. ἔασον τὴν ῥίζαν αὐξηθῆναι, εἶτα γόνυ λαβεῖν τὸ πρῶτον, εἶτα τὸ δεύτερον, εἶτα τὸ τρίτον· εἶθʼ οὕτως ὁ καρπὸς ἐκβιάσεται τὴν φύσιν, κἂν ἐγὼ μὴ θέλω. τίς γὰρ ἐγκύμων γενόμενος καὶ πλήρης τηλικούτων δογμάτων οὐχὶ αἰσθάνεταί τε τῆς αὑτοῦ παρασκευῆς καὶ ἐπὶ τὰ κατάλληλα ἔργα ὁρμᾷ; ἀλλὰ ταῦρος μὲν οὐκ ἀγνοεῖ τὴν αὑτοῦ φύσιν καὶ παρασκευήν, ὅταν ἐπιφανῇ τι θηρίον, οὐδʼ ἀναμένει τὸν προτρεψόμενον, οὐδὲ κύων, ὅταν ἴδῃ τι τῶν ἀγρίων ζῴων· ἐγὼ δʼ ἂν ἴσχω τὴν ἀνδρὸς ἀγαθοῦ παρασκευήν, ἐκδέξομαι, ἵνα με σὺ παρασκευάσῃς ἐπὶ τὰ οἰκεῖα ἔργα; νῦν δʼ οὔπω ἔχω, πίστευσόν μοι. τί οὖν με πρὸ ὥρας ἀποξηρᾶναι θέλεις, ὡς αὐτὸς ἐξηράνθης;
English
George Long · George Long, The Discourses of Epictetus (1877)
against those who hastily rush into the use of the philosophic dress.
Never praise nor blame a man because of the things which are common (to all, or to most), and do not ascribe to him any skill or want of skill; and thus you will be free from rashness and from malevolence. This man bathes very quickly. Does he then do wrong? Certainly not. But what does he do? He bathes very quickly. Are all things then done well? By no means! but the acts which proceed from right opinions are done well; and those which proceed from bad opinions are done ill. But do you, until you know the opinion from which a man does each thing, neither praise nor blame the act. But the opinion is not easily discovered from the external things (acts). This man is a carpenter. Why? Because he uses an axe. What then is this to the matter? This man is a musician because he sings. And what does that signify? This man is a philosopher. Because he wears a cloak and long hair. And what does a juggler wear? For this reason if a man sees any philosopher acting indecently, immediately he says, See what the philosopher is doing; but he ought because of the man's indecent behaviour rather to say that he is not a philosopher. For if this is the preconceived notion ( πρόληψις ) of a philosopher and what he professes, to wear a cloak and long hair, men would say well; but if what he professes is this rather, to keep himself free from faults, why do we not rather, because he does not make good his professions, take from him the name of philosopher? For so we do in the case of all other arts. When a man sees another handling an axe badly, he does not say, what is the use of the carpenter's art? See how badly carpenters do their work; but he says just the contrary, This man is not a carpenter, for he uses an axe badly. In the same way if a man hears another singing badly, he does not say, See how musicians sing; but rather, This man is not a musician. But it is in the matter of philosophy only that people do this. When they see a man acting contrary to the profession of a philosopher, they do not take away his title, but they assume him to be a philosopher, and from his acts deriving the fact that he is behaving indecently they conclude that there is no use in philosophy.
What then is the reason of this? Because we attach value to the notion ( πρόληψιν ) of a carpenter, and to that of a musician, and to the notion of other artisans in like manner, but not to that of a philosopher, and we judge from externals only that it is a thing confused and ill defined. And what other kind of art has a name from the dress and the hair; and has not both theorems and a material and an end? What then is the material (matter) of the philosopher? Is it a cloak? No, but reason. What is his end? is it to wear a cloak? No, but to possess the reason in a right state. Of what kind are his theorems? Are they those about the way in which the beard becomes great or the hair long? No, but rather what Zeno says, to know the elements of reason, what kind of a thing each of them is, and how they are fitted to one another, and what things are consequent upon them. Will you not then see first if he does what he professes when he acts in an unbecoming manner, and then blame his study (pursuit)? But now when you yourself are acting in a sober way, you say in consequence of what he seems to you to be doing wrong, Look at the philosopher, as if it were proper to call by the name of philosopher one who does these things; and further, This is the conduct of a philosopher. But you do not say, Look at the carpenter, when you know that a carpenter is an adulterer or you see him to be a glutton; nor do you say, See the musician. Thus to a certain degree even you perceive (understand) the profession of a philosopher, but you fall away from the notion, and you are confused through want of care.
But even the philosophers themselves as they are called pursue the thing (philosophy) by beginning with things which are common to them and others: as soon as they have assumed a cloak and grown a beard, they say, I am a philosopher. But no man will say, I am a musician, if he has bought a plectrum (fiddlestick) and a lute: nor will he say, I am a smith, if he has put on a cap and apron. But the dress is fitted to the art; and they take their name from the art, and not from the dress. For this reason Euphrates used to say well, A long time I strove to be a philosopher without people knowing it; and this, he said, was useful to me: for first I knew that when I did any thing well, I did not do it for the sake of the spectators, but for the sake of myself: I ate well for the sake of myself; I had my countenance well composed and my walk: all for myself and for God. Then, as I struggled alone, so I alone also was in danger: in no respect through me, if I did anything base or unbecoming, was philosophy endangered; nor did I injure the many by doing any thing wrong as a philosopher. For this reason those who did not know my purpose used to wonder how it was that while I conversed and lived altogether with all philosophers, I was not a philosopher myself. And what was the harm for me to be known to be a philosopher by my acts and not by outward marks? See how I eat, how I drink, how I sleep, how I bear and forbear, how I co-operate, how I employ desire, how I employ aversion (turning from things), how I maintain the relations (to things) those which are natural or those which are acquired, how free from confusion, how free from hindrance. Judge of me from this, if you can. But if you are so deaf and blind that you cannot conceive even Hephaestus to be a good smith, unless you see the cap on his head, what is the harm in not being recognized by so foolish a judge?
So Socrates was not known to be a philosopher by most persons; and they used to come to him and ask to be introduced to philosophers. Was he vexed then as we are, and did he say, And do you not think that I am a philosopher? No, but he would take them and introduce them, being satisfied with one thing, with being a philosopher; and being pleased also with not being thought to be a philosopher, he was not annoyed: for he thought of his own occupation. What is the work of an honourable and good man? To have many pupils? By no means. They will look to this matter who are earnest about it. But was it his business to examine carefully difficult theorems? Others will look after these matters also. In what then was he, and who was he and whom did he wish to be? He was in that (employed in that) wherein there was hurt (damage) and advantage. If any man can damage me, he says, I am doing nothing: if I am waiting for another man to do me good, I am nothing. If I wish for any thing, and it does not happen, I am unfortunate. To such a contest he invited every man, and I do not think that he would have declined the contest with any one. What do you suppose? was it by proclaiming and saying, I am such a man? Far from it, but by being such a man. For further, this is the character of a fool and a boaster to say, I am free from passions and disturbance: do not be ignorant, my friends, that while you are uneasy and disturbed about things of no value, I alone am free from all perturbation. So is it not enough for you to feel no pain, unless you make this proclamation: Come together all who are suffering gout, pains in the head, fever, ye who are lame, blind, and observe that I am sound (free) from every ailment―This is empty and disagreeable to hear, unless like Aesculapius you are able to show immediately by what kind of treatment they also shall be immediately free from disease, and unless you show your own health as an example.
For such is the Cynic who is honoured with the sceptre and the diadem by Zeus, and says, That you may see, O men, that you seek happiness and tranquillity not where it is, but where it is not, behold I am sent to you by God as an example, I who have neither property nor house, nor wife nor children, not even a bed, nor coat nor household utensil; and see how healthy I am try me, and if you see that I am free from perturbations, hear the remedies and how I have been cured (treated). This is both philanthropic and noble. But see whose work it is, the work of Zeus, or of him whom he may judge worthy of this service, that he may never exhibit any thing to the many, by which he shall make of no effect his own tes timony, whereby he gives testimony to virtue, and bears. evidence against external things:
His beauteous face pales not, nor from his cheeks He wipes a tear. - Odyssey, xi. 528.
And not this only, but he neither desires nor seeks any thing, nor man nor place nor amusement, as children seek the vintage or holidays; always fortified by modesty as others are fortified by walls and doors and doorkeepers.
But now (these men) being only moved to philosophy, as those who have a bad stomach are moved to some kinds of food which they soon loathe, straightway (rush) towards the sceptre and to the royal power. They let the hair grow, they assume the cloak, they show the shoulder bare, they quarrel with those whom they meet; and if they see a man in a thick winter coat, they quarrel with him. Man, first exercise yourself in winter weather: see your movements (inclinations) that they are not those of a man with a bad stomach or those of a longing woman. First strive that it be not known what you are: be a philosopher to yourself (or, philosophize to yourself) a short time. Fruit grows thus: the seed must be buried for some time, hid, grow slowly in order that it may come to perfection. But if it produces the ear before the jointed stem, it is imperfect, a produce of the garden of Adonis. Such a poor plant are you also: you have blossomed too soon; the cold weather will scorch you up. See what the husbandmen say about seeds when there is warm weather too early. They are afraid lest the seeds should be too luxuriant, and then a single frost should lay hold of them and show that they are too forward. Do you also consider, my man: you have shot out too soon, you have hurried towards a little fame before the proper season: you think that you are something, a fool among fools: you will be caught by the frost, and rather you have been frost-bitten in the root below, but your upper parts still blossom a little, and for this reason you think that you are still alive and flourishing. Allow us to ripen in the natural way: why do you bare (expose) us? why do you force us? we are not yet able to bear the air. Let the root grow, then acquire the first joint, then the second, and then the third in this way then the fruit will naturally force itself out, even if I do not choose. For who that is pregnant and filled with such great principles does not also perceive his own powers and move towards the corresponding acts? A bull is not ignorant of his own nature and his powers, when a wild beast shows itself, nor does he wait for one to urge him on; nor a dog when he sees a wild animal. But if I have the powers of a good man, shall I wait for you to prepare me for my own (proper) acts? At present I have them not, believe me. Why then do you wish me to be withered up before the time, as you have been withered up?
French
Victor Courdaveaux · Victor Courdaveaux, Les Entretiens d’Épictète (1862)
Ne louez ou ne blâmez jamais personne pour les actes de la vie commune, et ne dites jamais à cause d’eux qu’on est sage ou qu’on ne l’est pas : vous éviterez ainsi tout à la fois de parler trop vite et d’être malveillant. Un tel se lave en un instant : fait-il donc mal ? Non, pas du tout. Que fait-il donc ? Il se lave en un instant. Serait-ce donc que tout est bien ? Non, mais ce qui est bien, c’est ce que l’on fait en pensant bien ; ce qui est mal, ce que l’on fait en pensant mal. Tant que tu ne connais pas l’idée d’après laquelle quelqu’un fait une chose, ne loue ni ne blâme jamais son action. Or, il est difficile de juger des façons de penser d’après les faits extérieurs. « Un tel, dit-on, est charpentier. » Pourquoi ? parce qu’il se sert de doloire. Qu’est-ce que cela prouve ? « Tel autre, dit-on, est musicien, » parce qu’il chante. Qu’est-ce que cela prouve ? « Tel autre, dit-on encore, est philosophe. » Pourquoi ? parce qu’il porte le vieux manteau et les longs cheveux. Mais qu’est-ce que portent les charlatans ? Cela suffit pourtant pour que l’ou dise bien vite, si l’on voit quelqu’un d’ainsi vêtu faire une action honteuse, « Vois ce que fait le philosophe ; » tandis que l’on devrait bien plutôt, puisqu’il se conduit honteusement, dire qu’il n’est pas philosophe. Le mot du vulgaire serait juste, si le philosophe avait pour définition et pour enseigne de porter le vieux manteau et la longue chevelure ; mais, si sa définition est bien plutôt de ne jamais faillir, pourquoi, dès qu’il ne tient pas ce que promet son enseigne, ne pas lui retirer son titre ? C’est ce qui arrive, en effet, dans tous les métiers. Que l’on voie quelqu’un manier mal la hache, on ne dit pas : « À quoi sert le métier de charpentier ? Voyez comme les charpentiers font mal ! » On dit, au contraire : « Un tel n’est pas charpentier ; car il manie mal la hache. » De même, quand on entend mal chanter quelqu’un, on ne dit pas : « Voilà comme chantent les musiciens ; » mais bien plutôt : « Un tel n’est pas musicien. »
Mais pour la philosophie, et pour elle seule, voici ce que l’on fait : quand on voit quelqu’un agir contrairement à ce que professent les philosophes, on ne lui en retire pas le titre ; mais, posant en principe qu’il est philosophe, et, prenant dans les faits eux-mêmes ses actes honteux, on en conclut que la philosophie ne sert à rien. D’où cela vient-il ? C’est que nous avons d’avance une idée précise du charpentier, du musicien, et pareillement de tout autre artisan ou artiste, mais du philosophe, non. Celle que nous avons de lui est si confuse et si embrouillée, que c’est uniquement aux choses extérieures que nous prétendons le reconnaître. Mais est-il une autre profession dont on juge sur les vêtements et la chevelure ? Quelle est celle qui n’a pas ses objets d’étude, sa matière et sa fin ? Qu’est-ce qui est donc la matière du philosophe ? Son manteau ? Non, mais sa raison. Et quel est son but ? De porter un manteau ? Non, mais d’avoir une raison saine. Et quels sont les objets de ses études ? Les moyens d’avoir une longue barbe ou une chevelure épaisse ? Non, mais bien plutôt, comme le dit Zénon, la connaissance des éléments du raisonnement, de la nature de chacun d’eux, de leurs rapports les uns avec les autres, et de ce qui en est la conséquence. Ne daigneras-tu donc pas commencer par voir si, quand il agit honteusement, il tient ce que promettait son enseigne ? Ce n’est qu’après cela que tu pourrais accuser sa profession. Maintenant, au contraire, dans les moments où tu es sage toi-même, tu t’écries, lorsque tu le vois mal agir : « Voyez le philosophe ! » Comme s’il était convenable d’appeler philosophe celui qui se conduit ainsi. Puis, tu ajoutes : « Est-ce que c’est là la philosophie ? » Et cependant tu ne dis pas : « Voyez le charpentier ! » ni « Voyez le musicien ! » quand tu découvres un adultère, ou que tu surprends un gourmand sur le fait. C’est ainsi que tu comprends, jusqu’à un certain point, ce qu’il faut demander au philosophe ; mais tu ne saurais t’y tenir, et tu brouilles tout, faute de réflexion.
Malheureusement, ceux qui ont ce titre de philosophes, en cherchent eux-mêmes la justification dans les choses vulgaires. Dès qu’ils ont pris le vieux manteau et laissé pousser leur barbe, les voilà qui disent : « Je suis philosophe ! » Personne pourtant ne dira : « Je suis musicien, » parce qu’il aura acheté un archet et une harpe ; ni « Je suis forgeron, » parce qu’il en aura pris le bonnet et le tablier. On prend un costume en rapport avec sa profession, mais c’est de sa profession, et non de son costume, que l’on tire son nom. C’est pour cela qu’Euphrates disait avec raison : « J’ai cherché pendant bien longtemps à dissimuler que j’étais philosophe ; et cela me servait. D’abord je savais que tout ce que je faisais de bien, je ne le faisais pas pour les spectateurs, mais pour moi-même : c’était pour moi-même que j’étais convenable à table, que j’étais réservé dans mes regards et dans ma démarche. C’était pour moi et pour Dieu que je faisais tout. Puis, comme j’étais seul engagé dans la lutte, j’étais aussi seul en péril : si j’avais fait quelque action honteuse ou inconvenante, la philosophie n’en aurait pas été compromise ; et mes fautes, n’étant pas celles d’un philosophe, n’auraient pas fait de tort à tous les autres. Aussi, ceux qui ne connaissaient pas ma pensée, s’étonnaient que, fréquentant tous les philosophes et vivant avec eux, je ne fusse pas moi-même philosophe. Et quel mal y avait-il à ce qu’on me reconnût philosophe à mes actes, mais non à mon extérieur ? Vois-moi manger, boire, dormir, patienter, m’abstenir, venir en aide aux autres, désirer, éviter, accomplir mes devoirs naturels et sociaux : Quel calme et quelle liberté ! Juge-moi donc par là, si tu le peux. Mais, si tu es aveugle et sourd au point de ne point reconnaître Vulcain lui-même pour un bon forgeron, à moins que tu ne lui voies le bonnet posé sur la tête, quel mal y a-t-il à ne pas être apprécié par un juge aussi niais ? »
C’est ainsi que Socrate était méconnu de la foule, et que des gens venaient le prier de les présenter à des philosophes. S’indignait-il alors comme nous le faisons, et disait-il : « Est-ce que tu ne vois pas que je suis philosophe ? » Non ; il les conduisait et les présentait. Se contentant pour lui d’être réellement philosophe, il était heureux de ne pas le paraître, bien loin de s’en fâcher. Il savait trop bien quelle était sa tâche propre. Quelle est donc la tâche du Sage ? Est-ce d’avoir de nombreux disciples ? Non. C’est affaire à ceux qui en ont l’ambition. Serait-ce d’expliquer des points de science difficiles ? C’est affaire à d’autres encore. De quoi se préoccupait-il donc ? Qu’était-il ? Et que voulait-il être ? Il se préoccupait de ce qui lui était nuisible ou utile. « Si l’on peut me nuire, disait-il, je suis impuissant. Si j’attends qu’un autre vienne à mon aide, je ne suis rien. Si je veux une chose et qu’elle ne se fasse pas, je suis malheureux. » Sur ce terrain il défiait tout le monde, et je crois qu’il n’aurait eu à reculer devant personne. Pour quelle chose, suivant vous ? Pour le talent de faire l’annonce et de dire : « Voilà ce que je suis ? » À Dieu ne plaise ! Mais pour ce qu’il était réellement. Il serait, en effet, d’un sot et d’un vaniteux de venir dire : « Je suis au-dessus de toute agitation et de tout trouble. Sachez-le, ô mortels : tandis que vous vous tourmentez et vous bouleversez pour des choses sans valeur, moi je suis exempt de toute espèce de trouble. » Ne te suffit-il donc pas pareillement de ne pas être malade, sans crier bien haut : « Réunissez-vous tous, vous qui avez la goutte, vous qui souffrez de la tête, vous qui êtes aveugles, vous qui êtes boiteux, et voyez-moi en bonne santé, sans nulle espèce de mal ? » Il n’y aurait là en effet que vanité et sottise, à moins que, comme Esculape, tu ne pusses leur indiquer sur-le-champ le traitement qui les guérirait sur-le-champ eux aussi, et que ta santé ne fût un exemple que tu leur citasses dans ce but.
Voilà, en effet, ce qu’est le Cynique, que Jupiter a jugé digne de porter le sceptre et le diadème. « Hommes, dit-il, pour que vous voyiez bien que vous cherchez le bonheur et le calme, non pas où ils sont, mais où ils ne sont pas, me voici comme un exemple que Dieu vous envoie : je n’ai ni fortune, ni maison, ni femme, ni enfants ; bien loin de là, je n’ai même pas de lit, pas de tunique, pas de meubles ; voyez pourtant comme je me porte bien. Mettez-moi à l’épreuve ; et, si vous reconnaissez qu’en effet je suis exempt de trouble, instruisez-vous de mes remèdes et de mon traitement. » Voilà la conduite d’un ami de l’humanité et d’un homme de cœur ! Mais voyez à qui il appartient d’agir ainsi : à Jupiter, ou à celui qu’il a jugé digne d’être ainsi son ministre, en lui défendant de jamais laisser voir à la foule quoi que ce soit, qui puisse affaiblir le témoignage qu’il rend en faveur de la vertu contre les choses extérieures.
« On ne doit jamais voir son beau teint pâlir ; on ne doit jamais le voir essuyer des larmes sur ses joues. »
Et cela ne suffit pas : on ne doit pas le voir non plus regretter ou désirer quoi que ce soit, homme, lieu, ou manière d’employer son temps, à la façon des enfants qui regrettent ou désirent les vendanges et les jours de congé. Le respect de lui-même doit être pour lui ce que sont pour les autres les murs, les portes et les portiers.
Aujourd’hui, dès qu’on se sent attiré vers la philosophie, comme les estomacs malades vers des mets dont ils seront bientôt fatigués, on prétend aussitôt au sceptre et à la royauté. On laisse pousser sa chevelure, on prend la tunique, on découvre son épaule, on discute contre ceux que l’on rencontre ; trouve-t-on même quelqu’un en simple casaque, on discute encore contre lui. Homme, commence plutôt par t’exercer à l’écart. Prends garde que ton désir ne soit celui d’un estomac malade, ou une envie de femme grosse. Commence par faire en sorte qu’on ne sache pas ce que tu es ; pendant quelque temps sois philosophe pour toi seul. C’est ainsi que pousse le blé : il faut que le germe soit enfoui et caché dans la terre pendant quelque temps, et qu’il s’y développe lentement, pour arriver à bien. Si l’épi se montre avant que le nœud de la tige ne soit formé, il n’arrivepas à terme ; il est du jardin d’Adonis. Tu es une plante du même genre : si tu fleuris trop vite, le froid te brûlera. Vois ce que les cultivateurs disent des semences, lorsque la chaleur vient avant le temps ; ils tremblent qu’elles ne poussent trop vite, et que la gelée, en tombant sur elles, ne les en punisse. Homme, prends garde à ton tour : tu as poussé trop vite ; tu t’es jeté trop tôt sur la gloire ; tu sembles être quelque chose ; tu n’es qu’un sot au milieu des sots ; le froid te tuera, ou plutôt il t’a déjà tué par le bas, dans ta racine ; le haut pourtant chez toi fleurit encore un peu, et c’est ce qui fait croire que tu es encore vivant et fort. Mais, nous au moins, laisse-nous mûrir conformément à la nature. Pour quoi nous découvrir ? Pourquoi forcer notre croissance ? Nous ne pouvons pas encore supporter l’air. Laisse ma racine grandir, prendre un premier nœud, puis un second, puis un troisième ; et de cette façon le fruit forcera la nature, alors même que je ne le voudrais pas. Comment, en effet, un homme tout plein et tout rempli de ces sages principes, ne sentirait-il pas sa force, et ne se porterait-il pas de lui-même aux actes pour lesquels elle est faite ? Quoi ! le taureau n’ignore pas sa nature et sa force, et, quand une bête farouche se présente, il n’attend pas qu’on le stimule ; quoi ! le chien fait de même à la vue d’une bête fauve ; et moi, si j’avais la force du Sage, j’attendrais, pour faire ce que je dois, que tu m’y eusses disposé !
Mais, à l’heure qu’il est, je n’ai pas cette force, crois-moi. Pourquoi donc veux-tu que je me fane avant le temps, comme tu t’es fané toi-même ?
Concepts in this passage
Affects
View detailed page
Filter the library
Anger
View detailed page
Filter the library
Ataraxia
View detailed page
Filter the library
Care of the soul
View detailed page
Filter the library
Death
View detailed page
Filter the library
Desire
View detailed page
Filter the library
Discipleship
View detailed page
Filter the library
Dukkha
View detailed page
Filter the library
Duty
View detailed page
Filter the library
Education
View detailed page
Filter the library
Ether and field
View detailed page
Filter the library
Faith
View detailed page
Filter the library
Family
View detailed page
Filter the library
Force
View detailed page
Filter the library
Intelligible forms
View detailed page
Filter the library
Fortune
View detailed page
Filter the library
Freedom
View detailed page
Filter the library
Friendship
View detailed page
Filter the library
God
View detailed page
Filter the library
Moral rightness and utility
View detailed page
Filter the library
Human wisdom
View detailed page
Filter the library
Impressions and assent
View detailed page
Filter the library
Judgment
View detailed page
Filter the library
Justice
View detailed page
Filter the library
Knowledge
View detailed page
Filter the library
Law
View detailed page
Filter the library
Logos of nature
View detailed page
Filter the library
Messiah
View detailed page
Filter the library
Mindfulness
View detailed page
Filter the library
Mode
View detailed page
Filter the library
Nature
View detailed page
Filter the library
Steadfast patience
View detailed page
Filter the library
Philosophical training
View detailed page
Filter the library
Poverty and wealth
View detailed page
Filter the library
Prayer
View detailed page
Filter the library
Moral choice
View detailed page
Filter the library
Reason
View detailed page
Filter the library
Roles and relationships
View detailed page
Filter the library
Self-governance
View detailed page
Filter the library
Service
View detailed page
Filter the library
Sin
View detailed page
Filter the library
Suffering
View detailed page
Filter the library
Terrain and position
View detailed page
Filter the library
Time
View detailed page
Filter the library
Tranquillity
View detailed page
Filter the library
Virtue
View detailed page
Filter the library
War and peace
View detailed page
Filter the library
Wisdom
View detailed page
Filter the library